John 21 (TGNTATF3T)

1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως· 2 Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς (ὁ λεγόμενος Δίδυμος), καὶ Ναθαναήλ (ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας), καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 3 Λέγει αὐτοῖς Σίμων Πέτρος, «Ὑπάγω ἁλιεύειν.» Λέγουσιν αὐτῷ, «Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί.» Ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. 4 Πρωΐας δὲ ἤδη γενομένης, ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. 5 Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, «Παιδία, μήτι προσφάγιον ἔχετε;» Ἀπεκρίθησαν αὐτῷ, «Οὔ.» 6 Ὁ δὲ εἶπεν αὐτοῖς, «Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε.» Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7 Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, «Ὁ Κύριός ἐστιν.» Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο (ἦν γὰρ γυμνός) καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. 8 Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον (οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾿ ὡς ἀπὸ πηχῶν διακοσίων), σύροντες τὸ δίκτυον τῶν ἰχθύων. 9 Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. 10 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.» 11 Ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Δεῦτε ἀριστήσατε.» Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, «Σὺ τίς εἶ;»—εἰδότες ὅτι ὁ Κύριός ἐστιν. 13 Ἔρχεται οὖν ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν. 15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, «Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων;» Λέγει αὐτῷ, «Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.» Λέγει αὐτῷ, «Βόσκε τὰ ἀρνία μου.» 16 Λέγει αὐτῷ πάλιν, δεύτερον, «Σίμων Ἰωνᾶ, ἀγαπᾷς με;» Λέγει αὐτῷ, «Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.» Λέγει αὐτῷ, «Ποίμαινε τὰ πρόβατά μου.» 17 Λέγει αὐτῷ τὸ τρίτον, «Σίμων Ἰωνᾶ, φιλεῖς με;» Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, «Φιλεῖς με;» Καὶ εἶπεν αὐτῷ· «Κύριε, σὺ πάντα οἶδας. Σὺ γινώσκεις ὅτι φιλῶ σε.» Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Βόσκε τὰ πρόβατά μου. 18 Ἀμήν, ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς ἐκτενεῖς τὰς χεῖράς σου καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις.» 19 (Τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν.) Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, «Ἀκολούθει μοι.» 20 Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα (ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, «Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;»). 21 Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, «Κύριε, οὗτος δὲ τί;» 22 Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σὺ ἀκολούθει μοι.» 23 Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει. Καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾿, «Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;» 24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. 25 Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.,,

In Other Versions

John 21 in the ANGEFD

John 21 in the ANTPNG2D

John 21 in the AS21

John 21 in the BAGH

John 21 in the BBPNG

John 21 in the BBT1E

John 21 in the BDS

John 21 in the BEV

John 21 in the BHAD

John 21 in the BIB

John 21 in the BLPT

John 21 in the BNT

John 21 in the BNTABOOT

John 21 in the BNTLV

John 21 in the BOATCB

John 21 in the BOATCB2

John 21 in the BOBCV

John 21 in the BOCNT

John 21 in the BOECS

John 21 in the BOGWICC

John 21 in the BOHCB

John 21 in the BOHCV

John 21 in the BOHLNT

John 21 in the BOHNTLTAL

John 21 in the BOICB

John 21 in the BOILNTAP

John 21 in the BOITCV

John 21 in the BOKCV

John 21 in the BOKCV2

John 21 in the BOKHWOG

John 21 in the BOKSSV

John 21 in the BOLCB

John 21 in the BOLCB2

John 21 in the BOMCV

John 21 in the BONAV

John 21 in the BONCB

John 21 in the BONLT

John 21 in the BONUT2

John 21 in the BOPLNT

John 21 in the BOSCB

John 21 in the BOSNC

John 21 in the BOTLNT

John 21 in the BOVCB

John 21 in the BOYCB

John 21 in the BPBB

John 21 in the BPH

John 21 in the BSB

John 21 in the CCB

John 21 in the CUV

John 21 in the CUVS

John 21 in the DBT

John 21 in the DGDNT

John 21 in the DHNT

John 21 in the DNT

John 21 in the ELBE

John 21 in the EMTV

John 21 in the ESV

John 21 in the FBV

John 21 in the FEB

John 21 in the GGMNT

John 21 in the GNT

John 21 in the HARY

John 21 in the HNT

John 21 in the IRVA

John 21 in the IRVB

John 21 in the IRVG

John 21 in the IRVH

John 21 in the IRVK

John 21 in the IRVM

John 21 in the IRVM2

John 21 in the IRVO

John 21 in the IRVP

John 21 in the IRVT

John 21 in the IRVT2

John 21 in the IRVU

John 21 in the ISVN

John 21 in the JSNT

John 21 in the KAPI

John 21 in the KBT1ETNIK

John 21 in the KBV

John 21 in the KJV

John 21 in the KNFD

John 21 in the LBA

John 21 in the LBLA

John 21 in the LNT

John 21 in the LSV

John 21 in the MAAL

John 21 in the MBV

John 21 in the MBV2

John 21 in the MHNT

John 21 in the MKNFD

John 21 in the MNG

John 21 in the MNT

John 21 in the MNT2

John 21 in the MRS1T

John 21 in the NAA

John 21 in the NASB

John 21 in the NBLA

John 21 in the NBS

John 21 in the NBVTP

John 21 in the NET2

John 21 in the NIV11

John 21 in the NNT

John 21 in the NNT2

John 21 in the NNT3

John 21 in the PDDPT

John 21 in the PFNT

John 21 in the RMNT

John 21 in the SBIAS

John 21 in the SBIBS

John 21 in the SBIBS2

John 21 in the SBICS

John 21 in the SBIDS

John 21 in the SBIGS

John 21 in the SBIHS

John 21 in the SBIIS

John 21 in the SBIIS2

John 21 in the SBIIS3

John 21 in the SBIKS

John 21 in the SBIKS2

John 21 in the SBIMS

John 21 in the SBIOS

John 21 in the SBIPS

John 21 in the SBISS

John 21 in the SBITS

John 21 in the SBITS2

John 21 in the SBITS3

John 21 in the SBITS4

John 21 in the SBIUS

John 21 in the SBIVS

John 21 in the SBT

John 21 in the SBT1E

John 21 in the SCHL

John 21 in the SNT

John 21 in the SUSU

John 21 in the SUSU2

John 21 in the SYNO

John 21 in the TBIAOTANT

John 21 in the TBT1E

John 21 in the TBT1E2

John 21 in the TFTIP

John 21 in the TFTU

John 21 in the THAI

John 21 in the TNFD

John 21 in the TNT

John 21 in the TNTIK

John 21 in the TNTIL

John 21 in the TNTIN

John 21 in the TNTIP

John 21 in the TNTIZ

John 21 in the TOMA

John 21 in the TTENT

John 21 in the UBG

John 21 in the UGV

John 21 in the UGV2

John 21 in the UGV3

John 21 in the VBL

John 21 in the VDCC

John 21 in the YALU

John 21 in the YAPE

John 21 in the YBVTP

John 21 in the ZBP