Luke 16 (TGNTATF3T)

1 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· «Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. 2 Καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· ‹Τί τοῦτο ἀκούω περὶ σοῦ; Ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ δυνήσῃ ἔτι οἰκονομεῖν.› 3 Εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· ‹Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾿ ἐμοῦ; Σκάπτειν οὐκ ἰσχύω· ἐπαιτεῖν αἰσχύνομαι— 4 ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους αὐτῶν.› 5 Καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ, ἔλεγεν τῷ πρώτῳ, ‹Πόσον ὀφείλεις τῷ κυρίῳ μου;› 6 Ὁ δὲ εἶπεν, ‹Ἑκατὸν βάτους ἐλαίου.› Καὶ εἶπεν αὐτῷ, ‹Δέξαι σου τὸ γράμμα καὶ καθίσας ταχέως γράψον πεντήκοντα.› 7 Ἔπειτα ἑτέρῳ εἶπεν, ‹Σὺ δὲ πόσον ὀφείλεις;› Ὁ δὲ εἶπεν, ‹Ἑκατὸν κόρους σίτου.› Καὶ λέγει αὐτῷ, ‹Δέξαι σου τὸ γράμμα καὶ γράψον ὀγδοήκοντα.› 8 Καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίμως ἐποίησεν. Ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν. 9 »Κἀγὼ ὑμῖν λέγω, ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλείπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. 10 Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. 11 Εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; 12 Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει; 13 Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.» 14 Ἤκουον δὲ ταῦτα πάντα καὶ οἱ Φαρισαῖοι, φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν. 15 Καὶ εἶπεν αὐτοῖς· «Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν. Ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ. 16 Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται. 17 Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. 18 »Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, καὶ πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει. 19 »Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς. 20 Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ, ἡλκωμένος, 21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου—ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. 22 Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἁβραάμ.»Ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23 Καὶ ἐν τῷ ᾍδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἁβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 Καὶ αὐτὸς φωνήσας εἶπεν, ‹Πάτερ Ἁβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου· ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.› 25 Εἶπεν δὲ Ἁβραάμ· ‹Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. 26 Καὶ ἐπὶ πᾶσι τούτοις, μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.› 27 Εἶπεν δέ, ‹Ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, 28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.› 29 Λέγει αὐτῷ Ἁβραάμ, ‹Ἔχουσι Μωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.› 30 Ὁ δὲ εἶπεν, ‹Οὐχί, πάτερ Ἁβραάμ—ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν.› 31 Εἶπεν δὲ αὐτῷ, ‹Εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.› »

In Other Versions

Luke 16 in the ANGEFD

Luke 16 in the ANTPNG2D

Luke 16 in the AS21

Luke 16 in the BAGH

Luke 16 in the BBPNG

Luke 16 in the BBT1E

Luke 16 in the BDS

Luke 16 in the BEV

Luke 16 in the BHAD

Luke 16 in the BIB

Luke 16 in the BLPT

Luke 16 in the BNT

Luke 16 in the BNTABOOT

Luke 16 in the BNTLV

Luke 16 in the BOATCB

Luke 16 in the BOATCB2

Luke 16 in the BOBCV

Luke 16 in the BOCNT

Luke 16 in the BOECS

Luke 16 in the BOGWICC

Luke 16 in the BOHCB

Luke 16 in the BOHCV

Luke 16 in the BOHLNT

Luke 16 in the BOHNTLTAL

Luke 16 in the BOICB

Luke 16 in the BOILNTAP

Luke 16 in the BOITCV

Luke 16 in the BOKCV

Luke 16 in the BOKCV2

Luke 16 in the BOKHWOG

Luke 16 in the BOKSSV

Luke 16 in the BOLCB

Luke 16 in the BOLCB2

Luke 16 in the BOMCV

Luke 16 in the BONAV

Luke 16 in the BONCB

Luke 16 in the BONLT

Luke 16 in the BONUT2

Luke 16 in the BOPLNT

Luke 16 in the BOSCB

Luke 16 in the BOSNC

Luke 16 in the BOTLNT

Luke 16 in the BOVCB

Luke 16 in the BOYCB

Luke 16 in the BPBB

Luke 16 in the BPH

Luke 16 in the BSB

Luke 16 in the CCB

Luke 16 in the CUV

Luke 16 in the CUVS

Luke 16 in the DBT

Luke 16 in the DGDNT

Luke 16 in the DHNT

Luke 16 in the DNT

Luke 16 in the ELBE

Luke 16 in the EMTV

Luke 16 in the ESV

Luke 16 in the FBV

Luke 16 in the FEB

Luke 16 in the GGMNT

Luke 16 in the GNT

Luke 16 in the HARY

Luke 16 in the HNT

Luke 16 in the IRVA

Luke 16 in the IRVB

Luke 16 in the IRVG

Luke 16 in the IRVH

Luke 16 in the IRVK

Luke 16 in the IRVM

Luke 16 in the IRVM2

Luke 16 in the IRVO

Luke 16 in the IRVP

Luke 16 in the IRVT

Luke 16 in the IRVT2

Luke 16 in the IRVU

Luke 16 in the ISVN

Luke 16 in the JSNT

Luke 16 in the KAPI

Luke 16 in the KBT1ETNIK

Luke 16 in the KBV

Luke 16 in the KJV

Luke 16 in the KNFD

Luke 16 in the LBA

Luke 16 in the LBLA

Luke 16 in the LNT

Luke 16 in the LSV

Luke 16 in the MAAL

Luke 16 in the MBV

Luke 16 in the MBV2

Luke 16 in the MHNT

Luke 16 in the MKNFD

Luke 16 in the MNG

Luke 16 in the MNT

Luke 16 in the MNT2

Luke 16 in the MRS1T

Luke 16 in the NAA

Luke 16 in the NASB

Luke 16 in the NBLA

Luke 16 in the NBS

Luke 16 in the NBVTP

Luke 16 in the NET2

Luke 16 in the NIV11

Luke 16 in the NNT

Luke 16 in the NNT2

Luke 16 in the NNT3

Luke 16 in the PDDPT

Luke 16 in the PFNT

Luke 16 in the RMNT

Luke 16 in the SBIAS

Luke 16 in the SBIBS

Luke 16 in the SBIBS2

Luke 16 in the SBICS

Luke 16 in the SBIDS

Luke 16 in the SBIGS

Luke 16 in the SBIHS

Luke 16 in the SBIIS

Luke 16 in the SBIIS2

Luke 16 in the SBIIS3

Luke 16 in the SBIKS

Luke 16 in the SBIKS2

Luke 16 in the SBIMS

Luke 16 in the SBIOS

Luke 16 in the SBIPS

Luke 16 in the SBISS

Luke 16 in the SBITS

Luke 16 in the SBITS2

Luke 16 in the SBITS3

Luke 16 in the SBITS4

Luke 16 in the SBIUS

Luke 16 in the SBIVS

Luke 16 in the SBT

Luke 16 in the SBT1E

Luke 16 in the SCHL

Luke 16 in the SNT

Luke 16 in the SUSU

Luke 16 in the SUSU2

Luke 16 in the SYNO

Luke 16 in the TBIAOTANT

Luke 16 in the TBT1E

Luke 16 in the TBT1E2

Luke 16 in the TFTIP

Luke 16 in the TFTU

Luke 16 in the THAI

Luke 16 in the TNFD

Luke 16 in the TNT

Luke 16 in the TNTIK

Luke 16 in the TNTIL

Luke 16 in the TNTIN

Luke 16 in the TNTIP

Luke 16 in the TNTIZ

Luke 16 in the TOMA

Luke 16 in the TTENT

Luke 16 in the UBG

Luke 16 in the UGV

Luke 16 in the UGV2

Luke 16 in the UGV3

Luke 16 in the VBL

Luke 16 in the VDCC

Luke 16 in the YALU

Luke 16 in the YAPE

Luke 16 in the YBVTP

Luke 16 in the ZBP