Luke 22 (TGNTATF3T)

1 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ λεγομένη Πάσχα. 2 Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν. 3 Εἰσῆλθεν δὲ ὁ Σατανᾶς εἰς Ἰούδαν (τὸν ἐπικαλούμενον Ἰσκαριώτην), ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα. 4 Καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῶ αὐτοῖς. 5 Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι. 6 Καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου. 7 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα. 8 Καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών, «Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν.» 9 Οἱ δὲ εἶπον αὐτῷ, «Ποῦ θέλεις ἑτοιμάσομεν;» 10 Ὁ δὲ εἶπεν αὐτοῖς· «Ἰδού, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται. 11 Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, ‹Λέγει σοι ὁ Διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;› 12 Κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα, ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.» 13 Ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα. 14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ. 15 Καὶ εἶπεν πρὸς αὐτούς· «Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾿ ὑμῶν πρὸ τοῦ με παθεῖν. 16 Λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.» 17 Καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· «Λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς. 18 Λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ.» 19 Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας, ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, «Τοῦτό ἐστιν τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» 20 Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· «Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον. 21 »Πλὴν ἰδού, ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾿ ἐμοῦ ἐπὶ τῆς τραπέζης. 22 Καὶ ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ παραδίδοται.» 23 (Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.) 24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25 Ὁ δὲ εἶπεν αὐτοῖς· «Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 Ὑμεῖς δὲ οὐχ οὕτως—ἀλλ᾿ ὁ μείζων ἐν ὑμῖν γενέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. 27 Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; Οὐχ ὁ ἀνακείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν. 28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾿ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου. 29 Κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου, βασιλείαν, 30 ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου· καὶ καθίσεσθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» 31 Εἶπεν δὲ ὁ Κύριος· «Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον. 32 Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ, ποτὲ ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου.» 33 Ὁ δὲ εἶπεν αὐτῷ, «Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.» 34 Ὁ δὲ εἶπεν, «Λέγω σοι, Πέτρε, οὐ μὴ φωνήσῃ σήμερον ἀλέκτωρ πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.» 35 Καὶ εἶπεν αὐτοῖς, «Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε;» Οἱ δὲ εἶπον, «Οὐδενός.» 36 Εἶπεν οὖν αὐτοῖς· «Ἀλλὰ νῦν, ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων πωλήσει τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσει μάχαιραν. 37 Λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί· τὸ ‹Καὶ μετὰ ἀνόμων ἐλογίσθη›· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει.» 38 Οἱ δὲ εἶπον, «Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο.» Ὁ δὲ εἶπεν αὐτοῖς, «Ἱκανόν ἐστιν.» 39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. 40 Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς, «Προσεύχεσθε, μὴ εἰσελθεῖν εἰς πειρασμόν.» 41 Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾿ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο 42 λέγων, «Πάτερ, εἰ βούλει παρενεγκεῖν τὸ ποτήριον τοῦτο ἀπ᾿ ἐμοῦ—πλήν, μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σόν, γενέσθω.» 43 Ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾿ οὐρανοῦ ἐνισχύων αὐτόν. 44 Καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος, καταβαίνοντες ἐπὶ τὴν γῆν. 45 Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης. 46 Καὶ εἶπεν αὐτοῖς· «Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.» 47 Ἔτι δὲ αὐτοῦ λαλοῦντος, ἰδοὺ ὄχλος· καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν (τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς, «Ὃν ἂν φιλήσω, αὐτός ἐστιν»). 48 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ Ἀνθρώπου παραδίδως;» 49 Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ, «Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ;» 50 Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν. 51 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, «Ἐᾶτε ἕως τούτου»· καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν. 52 Εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους πρὸς αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· «Ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 Καθ᾿ ἡμέραν ὄντος μου μεθ᾿ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾿ ἐμέ. Ἀλλὰ αὕτη ὑμῶν ἐστιν ἡ ὥρα· καὶ ἡ ἐξουσία τοῦ σκότους.» 54 Συλλαβόντες δὲ αὐτόν, ἤγαγον καὶ εἰσήγαγον εἰς τὸν οἶκον τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 Ἁψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν, ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν. 56 Ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν, «Καὶ οὗτος σὺν αὐτῷ ἦν.» 57 Ὁ δὲ ἠρνήσατο αὐτὸν λέγων, «Γύναι, οὐκ οἶδα αὐτόν.» 58 Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, «Καὶ σὺ ἐξ αὐτῶν εἶ.» Ὁ δὲ Πέτρος εἶπεν, «Ἄνθρωπε, οὐκ εἰμί.» 59 Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο λέγων, «Ἐπ᾿ ἀληθείας καὶ οὗτος μετ᾿ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν.» 60 Εἶπεν δὲ ὁ Πέτρος, «Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις.» Καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ἀλέκτωρ. 61 Καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι «Πρὶν ἀλέκτορα φωνῆσαι, ἀπαρνήσῃ με τρίς.» 62 Καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς. 63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ, δαίροντες. 64 Καὶ περικαλύψαντες αὐτόν, ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτὸν λέγοντες· «Προφήτευσον. Τίς ἐστιν ὁ παίσας σε;» 65 Καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν. 66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, λέγοντες, 67 «Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν.» Εἶπεν δὲ αὐτοῖς· «Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε. 68 Ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι ἢ ἀπολύσητε. 69 Ἀπὸ τοῦ νῦν ἔσται ὁ Υἱὸς τοῦ Ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ.» 70 Εἶπον δὲ πάντες, «Σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ Θεοῦ;» Ὁ δὲ πρὸς αὐτοὺς ἔφη, «Ὑμεῖς λέγετε ὅτι ΕΓΩ ΕΙΜΙ.» 71 Οἱ δὲ εἶπον· «Τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.»

In Other Versions

Luke 22 in the ANGEFD

Luke 22 in the ANTPNG2D

Luke 22 in the AS21

Luke 22 in the BAGH

Luke 22 in the BBPNG

Luke 22 in the BBT1E

Luke 22 in the BDS

Luke 22 in the BEV

Luke 22 in the BHAD

Luke 22 in the BIB

Luke 22 in the BLPT

Luke 22 in the BNT

Luke 22 in the BNTABOOT

Luke 22 in the BNTLV

Luke 22 in the BOATCB

Luke 22 in the BOATCB2

Luke 22 in the BOBCV

Luke 22 in the BOCNT

Luke 22 in the BOECS

Luke 22 in the BOGWICC

Luke 22 in the BOHCB

Luke 22 in the BOHCV

Luke 22 in the BOHLNT

Luke 22 in the BOHNTLTAL

Luke 22 in the BOICB

Luke 22 in the BOILNTAP

Luke 22 in the BOITCV

Luke 22 in the BOKCV

Luke 22 in the BOKCV2

Luke 22 in the BOKHWOG

Luke 22 in the BOKSSV

Luke 22 in the BOLCB

Luke 22 in the BOLCB2

Luke 22 in the BOMCV

Luke 22 in the BONAV

Luke 22 in the BONCB

Luke 22 in the BONLT

Luke 22 in the BONUT2

Luke 22 in the BOPLNT

Luke 22 in the BOSCB

Luke 22 in the BOSNC

Luke 22 in the BOTLNT

Luke 22 in the BOVCB

Luke 22 in the BOYCB

Luke 22 in the BPBB

Luke 22 in the BPH

Luke 22 in the BSB

Luke 22 in the CCB

Luke 22 in the CUV

Luke 22 in the CUVS

Luke 22 in the DBT

Luke 22 in the DGDNT

Luke 22 in the DHNT

Luke 22 in the DNT

Luke 22 in the ELBE

Luke 22 in the EMTV

Luke 22 in the ESV

Luke 22 in the FBV

Luke 22 in the FEB

Luke 22 in the GGMNT

Luke 22 in the GNT

Luke 22 in the HARY

Luke 22 in the HNT

Luke 22 in the IRVA

Luke 22 in the IRVB

Luke 22 in the IRVG

Luke 22 in the IRVH

Luke 22 in the IRVK

Luke 22 in the IRVM

Luke 22 in the IRVM2

Luke 22 in the IRVO

Luke 22 in the IRVP

Luke 22 in the IRVT

Luke 22 in the IRVT2

Luke 22 in the IRVU

Luke 22 in the ISVN

Luke 22 in the JSNT

Luke 22 in the KAPI

Luke 22 in the KBT1ETNIK

Luke 22 in the KBV

Luke 22 in the KJV

Luke 22 in the KNFD

Luke 22 in the LBA

Luke 22 in the LBLA

Luke 22 in the LNT

Luke 22 in the LSV

Luke 22 in the MAAL

Luke 22 in the MBV

Luke 22 in the MBV2

Luke 22 in the MHNT

Luke 22 in the MKNFD

Luke 22 in the MNG

Luke 22 in the MNT

Luke 22 in the MNT2

Luke 22 in the MRS1T

Luke 22 in the NAA

Luke 22 in the NASB

Luke 22 in the NBLA

Luke 22 in the NBS

Luke 22 in the NBVTP

Luke 22 in the NET2

Luke 22 in the NIV11

Luke 22 in the NNT

Luke 22 in the NNT2

Luke 22 in the NNT3

Luke 22 in the PDDPT

Luke 22 in the PFNT

Luke 22 in the RMNT

Luke 22 in the SBIAS

Luke 22 in the SBIBS

Luke 22 in the SBIBS2

Luke 22 in the SBICS

Luke 22 in the SBIDS

Luke 22 in the SBIGS

Luke 22 in the SBIHS

Luke 22 in the SBIIS

Luke 22 in the SBIIS2

Luke 22 in the SBIIS3

Luke 22 in the SBIKS

Luke 22 in the SBIKS2

Luke 22 in the SBIMS

Luke 22 in the SBIOS

Luke 22 in the SBIPS

Luke 22 in the SBISS

Luke 22 in the SBITS

Luke 22 in the SBITS2

Luke 22 in the SBITS3

Luke 22 in the SBITS4

Luke 22 in the SBIUS

Luke 22 in the SBIVS

Luke 22 in the SBT

Luke 22 in the SBT1E

Luke 22 in the SCHL

Luke 22 in the SNT

Luke 22 in the SUSU

Luke 22 in the SUSU2

Luke 22 in the SYNO

Luke 22 in the TBIAOTANT

Luke 22 in the TBT1E

Luke 22 in the TBT1E2

Luke 22 in the TFTIP

Luke 22 in the TFTU

Luke 22 in the THAI

Luke 22 in the TNFD

Luke 22 in the TNT

Luke 22 in the TNTIK

Luke 22 in the TNTIL

Luke 22 in the TNTIN

Luke 22 in the TNTIP

Luke 22 in the TNTIZ

Luke 22 in the TOMA

Luke 22 in the TTENT

Luke 22 in the UBG

Luke 22 in the UGV

Luke 22 in the UGV2

Luke 22 in the UGV3

Luke 22 in the VBL

Luke 22 in the VDCC

Luke 22 in the YALU

Luke 22 in the YAPE

Luke 22 in the YBVTP

Luke 22 in the ZBP