Luke 9 (TGNTATF3T)

1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν· 2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας. 3 Καὶ εἶπεν πρὸς αὐτούς· «Μηδὲν αἴρετε εἰς τὴν ὁδόν—μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. 4 Καὶ εἰς ἣν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε, καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5 Καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾿ αὐτούς.» 6 Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ. 7 Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετράρχης τὰ γινόμενα ὑπ᾿ αὐτοῦ πάντα· καὶ διηπόρει, διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἐγήγερται ἐκ νεκρῶν, 8 ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης εἷς τῶν ἀρχαίων ἀνέστη. 9 Καὶ εἶπεν Ἡρῴδης, «Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα;» Καὶ ἐζήτει ἰδεῖν αὐτόν. 10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. Καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾿ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδά. 11 Οἱ δὲ ὄχλοι, γνόντες, ἠκολούθησαν αὐτῷ. Καὶ δεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο. 12 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν, προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ, «Ἀπόλυσον τὸν ὄχλον, ἵνα ἀπελθόντες εἰς τὰς κύκλῳ κώμας καὶ τοὺς ἀγρούς, καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν· ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.» 13 Εἶπεν δὲ πρὸς αὐτούς, «Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.» Οἱ δὲ εἶπον, «Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο—εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσομεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα» 14 (ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι). Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, «Κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα.» 15 Καὶ ἐποίησαν οὕτως, καὶ ἀνέκλιναν ἅπαντας. 16 Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς παρατιθέναι τῷ ὄχλῳ. 17 Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα. 18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, «Τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;» 19 Οἱ δὲ ἀποκριθέντες εἶπον, «Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.» 20 Εἶπεν δὲ αὐτοῖς, «Ὑμεῖς δέ, τίνα με λέγετε εἶναι;» Ἀποκριθεὶς δὲ Πέτρος εἶπεν, «Τὸν Χριστὸν τοῦ Θεοῦ.» 21 Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ εἰπεῖν τοῦτο, 22 εἰπὼν ὅτι «Δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.» 23 Ἔλεγεν δὲ πρὸς πάντας· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 24 Ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν, ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. 25 Τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; 26 Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ Πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. 27 Λέγω δὲ ὑμῖν ἀληθῶς· εἰσίν τινες τῶν ὧδε ἑστώτων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ.» 28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ, καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. 29 Καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτόν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. 30 Καὶ ἰδού, ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωσῆς καὶ Ἠλίας· 31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλεν πληροῦν ἐν Ἱερουσαλήμ. 32 Ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ, καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. 33 Καὶ ἐγένετο, ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾿ αὐτοῦ, εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· «Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι» καὶ «Ποιήσωμεν σκηνὰς τρεῖς· μίαν σοί, καὶ μίαν Μωσεῖ, καὶ μίαν Ἠλίᾳ»—μὴ εἰδὼς ὃ λέγει. 34 Ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίασεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ ἐκείνους εἰσελθεῖν εἰς τὴν νεφέλην. 35 Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός. Αὐτοῦ ἀκούετε.» 36 Καὶ ἐν τῷ γενέσθαι τὴν φωνήν, εὑρέθη ὁ Ἰησοῦς μόνος. (Καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωράκασιν.) 37 Ἐγένετο δὲ ἐν τῇ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς. 38 Καὶ ἰδού, ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησεν λέγων· «Διδάσκαλε, δέομαί σου, ἐπίβλεψον ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ἐστίν μοι. 39 Καὶ ἰδού, πνεῦμα λαμβάνει αὐτὸν καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπ᾿ αὐτοῦ, συντρῖβον αὐτόν. 40 Καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.» 41 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; Προσάγαγε τὸν υἱόν σου ὧδε.» 42 Ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν. Ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. 43 Ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ.Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίησεν ὁ Ἰησοῦς, εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ, 44 «Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ Υἱὸς τοῦ Ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.» 45 Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο· καὶ ἦν παρακεκαλυμμένον ἀπ᾿ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό· καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου. 46 Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. 47 Ὁ δὲ Ἰησοῦς, ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίου ἔστησεν αὐτὸ παρ᾿ ἑαυτῷ, 48 καὶ εἶπεν αὐτοῖς· «Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με. Ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῶν ὑπάρχων, οὗτός ἔσται μέγας.» 49 Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν, «Ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾿ ἡμῶν.» 50 Καὶ εἶπεν πρὸς αὐτὸν ὁ Ἰησοῦς, «Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθ᾿ ἡμῶν ὑπὲρ ἡμῶν ἐστιν.» 51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἐστήριξεν, τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ, 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου ἑαυτοῦ. Καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ. 53 Καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. 54 Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, Ἰάκωβος καὶ Ἰωάννης, εἶπον, «Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησεν;» 55 Στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν· «Οὐκ οἴδατε οἵου πνεύματός ἐστε ὑμεῖς. 56 Ὁ γὰρ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι.» Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην. 57 Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, εἶπέν τις πρὸς αὐτόν, «Ἀκολουθήσω σοι ὅπου ἂν ἀπέρχῃ, Κύριε.» 58 Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, «Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.» 59 Εἶπεν δὲ πρὸς ἕτερον, «Ἀκολούθει μοι.» Ὁ δὲ εἶπεν, «Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.» 60 Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς, «Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ.» 61 Εἶπεν δὲ καὶ ἕτερος, «Ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.» 62 Εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτόν, «Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.»

In Other Versions

Luke 9 in the ANGEFD

Luke 9 in the ANTPNG2D

Luke 9 in the AS21

Luke 9 in the BAGH

Luke 9 in the BBPNG

Luke 9 in the BBT1E

Luke 9 in the BDS

Luke 9 in the BEV

Luke 9 in the BHAD

Luke 9 in the BIB

Luke 9 in the BLPT

Luke 9 in the BNT

Luke 9 in the BNTABOOT

Luke 9 in the BNTLV

Luke 9 in the BOATCB

Luke 9 in the BOATCB2

Luke 9 in the BOBCV

Luke 9 in the BOCNT

Luke 9 in the BOECS

Luke 9 in the BOGWICC

Luke 9 in the BOHCB

Luke 9 in the BOHCV

Luke 9 in the BOHLNT

Luke 9 in the BOHNTLTAL

Luke 9 in the BOICB

Luke 9 in the BOILNTAP

Luke 9 in the BOITCV

Luke 9 in the BOKCV

Luke 9 in the BOKCV2

Luke 9 in the BOKHWOG

Luke 9 in the BOKSSV

Luke 9 in the BOLCB

Luke 9 in the BOLCB2

Luke 9 in the BOMCV

Luke 9 in the BONAV

Luke 9 in the BONCB

Luke 9 in the BONLT

Luke 9 in the BONUT2

Luke 9 in the BOPLNT

Luke 9 in the BOSCB

Luke 9 in the BOSNC

Luke 9 in the BOTLNT

Luke 9 in the BOVCB

Luke 9 in the BOYCB

Luke 9 in the BPBB

Luke 9 in the BPH

Luke 9 in the BSB

Luke 9 in the CCB

Luke 9 in the CUV

Luke 9 in the CUVS

Luke 9 in the DBT

Luke 9 in the DGDNT

Luke 9 in the DHNT

Luke 9 in the DNT

Luke 9 in the ELBE

Luke 9 in the EMTV

Luke 9 in the ESV

Luke 9 in the FBV

Luke 9 in the FEB

Luke 9 in the GGMNT

Luke 9 in the GNT

Luke 9 in the HARY

Luke 9 in the HNT

Luke 9 in the IRVA

Luke 9 in the IRVB

Luke 9 in the IRVG

Luke 9 in the IRVH

Luke 9 in the IRVK

Luke 9 in the IRVM

Luke 9 in the IRVM2

Luke 9 in the IRVO

Luke 9 in the IRVP

Luke 9 in the IRVT

Luke 9 in the IRVT2

Luke 9 in the IRVU

Luke 9 in the ISVN

Luke 9 in the JSNT

Luke 9 in the KAPI

Luke 9 in the KBT1ETNIK

Luke 9 in the KBV

Luke 9 in the KJV

Luke 9 in the KNFD

Luke 9 in the LBA

Luke 9 in the LBLA

Luke 9 in the LNT

Luke 9 in the LSV

Luke 9 in the MAAL

Luke 9 in the MBV

Luke 9 in the MBV2

Luke 9 in the MHNT

Luke 9 in the MKNFD

Luke 9 in the MNG

Luke 9 in the MNT

Luke 9 in the MNT2

Luke 9 in the MRS1T

Luke 9 in the NAA

Luke 9 in the NASB

Luke 9 in the NBLA

Luke 9 in the NBS

Luke 9 in the NBVTP

Luke 9 in the NET2

Luke 9 in the NIV11

Luke 9 in the NNT

Luke 9 in the NNT2

Luke 9 in the NNT3

Luke 9 in the PDDPT

Luke 9 in the PFNT

Luke 9 in the RMNT

Luke 9 in the SBIAS

Luke 9 in the SBIBS

Luke 9 in the SBIBS2

Luke 9 in the SBICS

Luke 9 in the SBIDS

Luke 9 in the SBIGS

Luke 9 in the SBIHS

Luke 9 in the SBIIS

Luke 9 in the SBIIS2

Luke 9 in the SBIIS3

Luke 9 in the SBIKS

Luke 9 in the SBIKS2

Luke 9 in the SBIMS

Luke 9 in the SBIOS

Luke 9 in the SBIPS

Luke 9 in the SBISS

Luke 9 in the SBITS

Luke 9 in the SBITS2

Luke 9 in the SBITS3

Luke 9 in the SBITS4

Luke 9 in the SBIUS

Luke 9 in the SBIVS

Luke 9 in the SBT

Luke 9 in the SBT1E

Luke 9 in the SCHL

Luke 9 in the SNT

Luke 9 in the SUSU

Luke 9 in the SUSU2

Luke 9 in the SYNO

Luke 9 in the TBIAOTANT

Luke 9 in the TBT1E

Luke 9 in the TBT1E2

Luke 9 in the TFTIP

Luke 9 in the TFTU

Luke 9 in the THAI

Luke 9 in the TNFD

Luke 9 in the TNT

Luke 9 in the TNTIK

Luke 9 in the TNTIL

Luke 9 in the TNTIN

Luke 9 in the TNTIP

Luke 9 in the TNTIZ

Luke 9 in the TOMA

Luke 9 in the TTENT

Luke 9 in the UBG

Luke 9 in the UGV

Luke 9 in the UGV2

Luke 9 in the UGV3

Luke 9 in the VBL

Luke 9 in the VDCC

Luke 9 in the YALU

Luke 9 in the YAPE

Luke 9 in the YBVTP

Luke 9 in the ZBP