Matthew 25 (TGNTATF3T)

1 »Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. 2 Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. 3 Αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· 4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. 5 Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον· 6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ‹Ἰδού, ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.› 7 Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. 8 Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον, ‹Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.› 9 Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι, ‹Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.› 10 Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους—καὶ ἐκλείσθη ἡ θύρα. 11 Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι, ‹Κύριε, κύριε, ἄνοιξον ἡμῖν.› 12 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ‹Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.› 13 Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται. 14 »Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ. 15 Καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. 16 Πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς, καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. 17 Ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησεν καὶ αὐτὸς ἄλλα δύο. 18 Ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 19 »Μετὰ δὲ χρόνον πολύν, ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾿ αὐτῶν λόγον. 20 Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων, ‹Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς.› 21 Ἔφη δὲ αὐτῷ ὁ κύριος αὐτοῦ· ‹Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.› 22 Προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπεν, ‹Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς.› 23 Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· ‹Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.› 24 »Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· ‹Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας. 25 Καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε, ἔχεις τὸ σόν.› 26 Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· ‹Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα. 27 Ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28 Ἄρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. 29 Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ. 30 Καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον.› Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 31 »Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ. 32 Καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων. 33 Καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· ‹Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. 35 Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, 36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με.› 37 Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες· ‹Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38 Πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39 Πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;› 40 Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς, ‹Ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.› 41 »Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· ‹Πορεύεσθε ἀπ᾿ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 42 Ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, 43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.› 44 Τότε ἀποκριθήσονται καὶ αὐτοί, λέγοντες, ‹Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;› 45 Τότε ἀποκριθήσεται αὐτοῖς, λέγων, ‹Ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.› 46 Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.»

In Other Versions

Matthew 25 in the ANGEFD

Matthew 25 in the ANTPNG2D

Matthew 25 in the AS21

Matthew 25 in the BAGH

Matthew 25 in the BBPNG

Matthew 25 in the BBT1E

Matthew 25 in the BDS

Matthew 25 in the BEV

Matthew 25 in the BHAD

Matthew 25 in the BIB

Matthew 25 in the BLPT

Matthew 25 in the BNT

Matthew 25 in the BNTABOOT

Matthew 25 in the BNTLV

Matthew 25 in the BOATCB

Matthew 25 in the BOATCB2

Matthew 25 in the BOBCV

Matthew 25 in the BOCNT

Matthew 25 in the BOECS

Matthew 25 in the BOGWICC

Matthew 25 in the BOHCB

Matthew 25 in the BOHCV

Matthew 25 in the BOHLNT

Matthew 25 in the BOHNTLTAL

Matthew 25 in the BOICB

Matthew 25 in the BOILNTAP

Matthew 25 in the BOITCV

Matthew 25 in the BOKCV

Matthew 25 in the BOKCV2

Matthew 25 in the BOKHWOG

Matthew 25 in the BOKSSV

Matthew 25 in the BOLCB

Matthew 25 in the BOLCB2

Matthew 25 in the BOMCV

Matthew 25 in the BONAV

Matthew 25 in the BONCB

Matthew 25 in the BONLT

Matthew 25 in the BONUT2

Matthew 25 in the BOPLNT

Matthew 25 in the BOSCB

Matthew 25 in the BOSNC

Matthew 25 in the BOTLNT

Matthew 25 in the BOVCB

Matthew 25 in the BOYCB

Matthew 25 in the BPBB

Matthew 25 in the BPH

Matthew 25 in the BSB

Matthew 25 in the CCB

Matthew 25 in the CUV

Matthew 25 in the CUVS

Matthew 25 in the DBT

Matthew 25 in the DGDNT

Matthew 25 in the DHNT

Matthew 25 in the DNT

Matthew 25 in the ELBE

Matthew 25 in the EMTV

Matthew 25 in the ESV

Matthew 25 in the FBV

Matthew 25 in the FEB

Matthew 25 in the GGMNT

Matthew 25 in the GNT

Matthew 25 in the HARY

Matthew 25 in the HNT

Matthew 25 in the IRVA

Matthew 25 in the IRVB

Matthew 25 in the IRVG

Matthew 25 in the IRVH

Matthew 25 in the IRVK

Matthew 25 in the IRVM

Matthew 25 in the IRVM2

Matthew 25 in the IRVO

Matthew 25 in the IRVP

Matthew 25 in the IRVT

Matthew 25 in the IRVT2

Matthew 25 in the IRVU

Matthew 25 in the ISVN

Matthew 25 in the JSNT

Matthew 25 in the KAPI

Matthew 25 in the KBT1ETNIK

Matthew 25 in the KBV

Matthew 25 in the KJV

Matthew 25 in the KNFD

Matthew 25 in the LBA

Matthew 25 in the LBLA

Matthew 25 in the LNT

Matthew 25 in the LSV

Matthew 25 in the MAAL

Matthew 25 in the MBV

Matthew 25 in the MBV2

Matthew 25 in the MHNT

Matthew 25 in the MKNFD

Matthew 25 in the MNG

Matthew 25 in the MNT

Matthew 25 in the MNT2

Matthew 25 in the MRS1T

Matthew 25 in the NAA

Matthew 25 in the NASB

Matthew 25 in the NBLA

Matthew 25 in the NBS

Matthew 25 in the NBVTP

Matthew 25 in the NET2

Matthew 25 in the NIV11

Matthew 25 in the NNT

Matthew 25 in the NNT2

Matthew 25 in the NNT3

Matthew 25 in the PDDPT

Matthew 25 in the PFNT

Matthew 25 in the RMNT

Matthew 25 in the SBIAS

Matthew 25 in the SBIBS

Matthew 25 in the SBIBS2

Matthew 25 in the SBICS

Matthew 25 in the SBIDS

Matthew 25 in the SBIGS

Matthew 25 in the SBIHS

Matthew 25 in the SBIIS

Matthew 25 in the SBIIS2

Matthew 25 in the SBIIS3

Matthew 25 in the SBIKS

Matthew 25 in the SBIKS2

Matthew 25 in the SBIMS

Matthew 25 in the SBIOS

Matthew 25 in the SBIPS

Matthew 25 in the SBISS

Matthew 25 in the SBITS

Matthew 25 in the SBITS2

Matthew 25 in the SBITS3

Matthew 25 in the SBITS4

Matthew 25 in the SBIUS

Matthew 25 in the SBIVS

Matthew 25 in the SBT

Matthew 25 in the SBT1E

Matthew 25 in the SCHL

Matthew 25 in the SNT

Matthew 25 in the SUSU

Matthew 25 in the SUSU2

Matthew 25 in the SYNO

Matthew 25 in the TBIAOTANT

Matthew 25 in the TBT1E

Matthew 25 in the TBT1E2

Matthew 25 in the TFTIP

Matthew 25 in the TFTU

Matthew 25 in the THAI

Matthew 25 in the TNFD

Matthew 25 in the TNT

Matthew 25 in the TNTIK

Matthew 25 in the TNTIL

Matthew 25 in the TNTIN

Matthew 25 in the TNTIP

Matthew 25 in the TNTIZ

Matthew 25 in the TOMA

Matthew 25 in the TTENT

Matthew 25 in the UBG

Matthew 25 in the UGV

Matthew 25 in the UGV2

Matthew 25 in the UGV3

Matthew 25 in the VBL

Matthew 25 in the VDCC

Matthew 25 in the YALU

Matthew 25 in the YAPE

Matthew 25 in the YBVTP

Matthew 25 in the ZBP