Mark 10 (TGNTATF3T)

1 Κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας, διὰ τοῦ πέραν τοῦ Ἰορδάνου. Καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς. 2 Καὶ προσελθόντες Φαρισαῖοι ἐπηρώτησαν αὐτόν, «Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι;» πειράζοντες αὐτόν. 3 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, «Τί ὑμῖν ἐνετείλατο Μωσῆς;» 4 Οἱ δὲ εἶπον, «Μωσῆς ἐπέτρεψεν βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.» 5 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην. 6 Ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός., 7 ‹Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.› 8 Ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. 9 Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» 10 Καὶ ἐν τῇ οἰκία πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν. 11 Καὶ λέγει αὐτοῖς, «Ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ᾿ αὐτήν· 12 καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται.» 13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. 14 Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· «Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 15 Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.» 16 Καὶ ἐναγκαλισάμενος αὐτά, τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά, εὐλόγει αὐτά. 17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν, προσδραμών τις καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, «Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;» 18 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. 19 Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.» 20 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, «Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.» 21 Ὁ δὲ Ἰησοῦς, ἐμβλέψας αὐτῷ, ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ· «Ἕν σοι ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι, ἄρας τὸν σταυρόν.» 22 Ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά. 23 Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, «Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται.» 24 Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· «Τέκνα, πῶς δύσκολόν ἐστιν τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 25 Εὐκοπώτερόν γὰρ ἐστιν κάμηλον διὰ τρυμαλιᾶς τῆς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.» 26 Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς ἑαυτούς, «Καὶ τίς δύναται σωθῆναι;» 27 Ἐμβλέψας δὲ αὐτοῖς ὁ Ἰησοῦς λέγει, «Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾿ οὐ παρὰ Θεῷ· πάντα γὰρ δυνατά ἐστιν παρὰ τῷ Θεῷ.» 28 Ἤρξατο δὲ ὁ Πέτρος λέγειν αὐτῷ, «Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.» 29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγρούς, ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, 30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα, νῦν ἐν τῷ καιρῷ τούτῳ—οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ πατέρα καὶ μητέρα καὶ τέκνα καὶ ἀγρούς (μετὰ διωγμῶν)—καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.» 32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς· καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, 33 ὅτι «Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν· καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν· 34 καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ ἀποκτενοῦσιν αὐτόν. Καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.» 35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης, οἱ υἱοὶ Ζεβεδαίου, λέγοντες, «Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν.» 36 Ὁ δὲ εἶπεν αὐτοῖς, «Τί θέλετε ποιῆσαί με ὑμῖν;» 37 Οἱ δὲ εἶπον αὐτῷ, «Δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου.» 38 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;» 39 Οἱ δὲ εἶπον αὐτῷ, «Δυνάμεθα.» Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται.» 41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· «Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43 Οὐχ οὕτως δὲ ἔσται ἐν ὑμῖν, ἀλλ᾿ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, 44 καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος. 45 Καὶ γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.» 46 Καὶ ἔρχονται εἰς Ἱεριχώ. Καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου, Βαρτιμαῖος ὁ τυφλός, ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47 Καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, «Ὁ υἱὸς Δαυίδ, Ἰησοῦ, ἐλέησόν με.» 48 Καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ, ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, «Υἱὲ Δαυίδ, ἐλέησόν με.» 49 Καὶ στὰς ὁ Ἰησοῦς εἶπεν αὐτὸν φωνηθῆναι. Καὶ φωνοῦσιν τὸν τυφλόν, λέγοντες αὐτῷ, «Θάρσει, ἔγειραι, φωνεῖ σε.» 50 Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ, ἀναστὰς ἦλθεν πρὸς τὸν Ἰησοῦν. 51 Καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς, «Τί θέλεις ποιήσω σοί;» Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, «Ῥαβουνί, ἵνα ἀναβλέψω.» 52 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Ὕπαγε· ἡ πίστις σου σέσωκέν σε.» Καὶ εὐθέως ἀνέβλεψεν, καὶ ἠκολούθησεν τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.

In Other Versions

Mark 10 in the ANGEFD

Mark 10 in the ANTPNG2D

Mark 10 in the AS21

Mark 10 in the BAGH

Mark 10 in the BBPNG

Mark 10 in the BBT1E

Mark 10 in the BDS

Mark 10 in the BEV

Mark 10 in the BHAD

Mark 10 in the BIB

Mark 10 in the BLPT

Mark 10 in the BNT

Mark 10 in the BNTABOOT

Mark 10 in the BNTLV

Mark 10 in the BOATCB

Mark 10 in the BOATCB2

Mark 10 in the BOBCV

Mark 10 in the BOCNT

Mark 10 in the BOECS

Mark 10 in the BOGWICC

Mark 10 in the BOHCB

Mark 10 in the BOHCV

Mark 10 in the BOHLNT

Mark 10 in the BOHNTLTAL

Mark 10 in the BOICB

Mark 10 in the BOILNTAP

Mark 10 in the BOITCV

Mark 10 in the BOKCV

Mark 10 in the BOKCV2

Mark 10 in the BOKHWOG

Mark 10 in the BOKSSV

Mark 10 in the BOLCB

Mark 10 in the BOLCB2

Mark 10 in the BOMCV

Mark 10 in the BONAV

Mark 10 in the BONCB

Mark 10 in the BONLT

Mark 10 in the BONUT2

Mark 10 in the BOPLNT

Mark 10 in the BOSCB

Mark 10 in the BOSNC

Mark 10 in the BOTLNT

Mark 10 in the BOVCB

Mark 10 in the BOYCB

Mark 10 in the BPBB

Mark 10 in the BPH

Mark 10 in the BSB

Mark 10 in the CCB

Mark 10 in the CUV

Mark 10 in the CUVS

Mark 10 in the DBT

Mark 10 in the DGDNT

Mark 10 in the DHNT

Mark 10 in the DNT

Mark 10 in the ELBE

Mark 10 in the EMTV

Mark 10 in the ESV

Mark 10 in the FBV

Mark 10 in the FEB

Mark 10 in the GGMNT

Mark 10 in the GNT

Mark 10 in the HARY

Mark 10 in the HNT

Mark 10 in the IRVA

Mark 10 in the IRVB

Mark 10 in the IRVG

Mark 10 in the IRVH

Mark 10 in the IRVK

Mark 10 in the IRVM

Mark 10 in the IRVM2

Mark 10 in the IRVO

Mark 10 in the IRVP

Mark 10 in the IRVT

Mark 10 in the IRVT2

Mark 10 in the IRVU

Mark 10 in the ISVN

Mark 10 in the JSNT

Mark 10 in the KAPI

Mark 10 in the KBT1ETNIK

Mark 10 in the KBV

Mark 10 in the KJV

Mark 10 in the KNFD

Mark 10 in the LBA

Mark 10 in the LBLA

Mark 10 in the LNT

Mark 10 in the LSV

Mark 10 in the MAAL

Mark 10 in the MBV

Mark 10 in the MBV2

Mark 10 in the MHNT

Mark 10 in the MKNFD

Mark 10 in the MNG

Mark 10 in the MNT

Mark 10 in the MNT2

Mark 10 in the MRS1T

Mark 10 in the NAA

Mark 10 in the NASB

Mark 10 in the NBLA

Mark 10 in the NBS

Mark 10 in the NBVTP

Mark 10 in the NET2

Mark 10 in the NIV11

Mark 10 in the NNT

Mark 10 in the NNT2

Mark 10 in the NNT3

Mark 10 in the PDDPT

Mark 10 in the PFNT

Mark 10 in the RMNT

Mark 10 in the SBIAS

Mark 10 in the SBIBS

Mark 10 in the SBIBS2

Mark 10 in the SBICS

Mark 10 in the SBIDS

Mark 10 in the SBIGS

Mark 10 in the SBIHS

Mark 10 in the SBIIS

Mark 10 in the SBIIS2

Mark 10 in the SBIIS3

Mark 10 in the SBIKS

Mark 10 in the SBIKS2

Mark 10 in the SBIMS

Mark 10 in the SBIOS

Mark 10 in the SBIPS

Mark 10 in the SBISS

Mark 10 in the SBITS

Mark 10 in the SBITS2

Mark 10 in the SBITS3

Mark 10 in the SBITS4

Mark 10 in the SBIUS

Mark 10 in the SBIVS

Mark 10 in the SBT

Mark 10 in the SBT1E

Mark 10 in the SCHL

Mark 10 in the SNT

Mark 10 in the SUSU

Mark 10 in the SUSU2

Mark 10 in the SYNO

Mark 10 in the TBIAOTANT

Mark 10 in the TBT1E

Mark 10 in the TBT1E2

Mark 10 in the TFTIP

Mark 10 in the TFTU

Mark 10 in the THAI

Mark 10 in the TNFD

Mark 10 in the TNT

Mark 10 in the TNTIK

Mark 10 in the TNTIL

Mark 10 in the TNTIN

Mark 10 in the TNTIP

Mark 10 in the TNTIZ

Mark 10 in the TOMA

Mark 10 in the TTENT

Mark 10 in the UBG

Mark 10 in the UGV

Mark 10 in the UGV2

Mark 10 in the UGV3

Mark 10 in the VBL

Mark 10 in the VDCC

Mark 10 in the YALU

Mark 10 in the YAPE

Mark 10 in the YBVTP

Mark 10 in the ZBP