Acts 10 (TGNTATF3T)

1 Ἀνὴρ δέ τις ἦν ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρας τῆς καλουμένης Ἰταλικῆς, 2 εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός. 3 Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ, «Κορνήλιε.» 4 Ὁ δέ, ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος, εἶπεν, «Τί ἐστιν, Κύριε;» Εἶπεν δὲ αὐτῷ· «Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. 5 Καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος· 6 οὗτος ξενίζεται παρά τινι Σίμωνι, βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.» 7 Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, 8 καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. 9 Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. 10 Ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων, ἐπέπεσεν ἐπ᾿ αὐτὸν ἔκστασις, 11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον ἐπ᾿ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην—τέσσαρσιν ἀρχαῖς δεδεμένον, καὶ καθιέμενον ἐπὶ τῆς γῆς— 12 ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα τῆς γῆς (καὶ τὰ θηρία καὶ τὰ ἑρπετά) καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 13 Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, «Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.» 14 Ὁ δὲ Πέτρος εἶπεν· «Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.» 15 Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, «Ἃ ὁ Θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.» 16 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. 17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, καὶ ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, 18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται. 19 Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ Πνεῦμα· «Ἰδού, ἄνδρες ζητοῦσίν σε· 20 ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς.» 21 Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας, εἶπεν· «Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε. Τίς ἡ αἰτία δι᾿ ἣν πάρεστε;» 22 Οἱ δὲ εἶπον· «Κορνήλιος, ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.» 23 Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν.Τῇ δὲ ἐπαύριον ὁ Πέτρος ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ· 24 καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. 25 Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. 26 Ὁ δὲ Πέτρος ἤγειρεν αὐτόν, λέγων· «Ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι.» 27 Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς. 28 Ἔφη τε πρὸς αὐτούς· «Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον. 29 Διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με;» 30 Καὶ ὁ Κορνήλιος ἔφη· «Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων· καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ 31 καί φησιν· ‹Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ. 32 Πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος. Οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος, βυρσέως, παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι.› 33 Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε, σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν, πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ.» 34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν· «Ἐπ᾿ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ Θεός, 35 ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν. 36 Τὸν λόγον ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ—οὗτός ἐστιν πάντων Κύριος— 37 ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα, ὃ ἐκήρυξεν Ἰωάννης· 38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ 39 —καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν, ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ—ὃν καὶ ἀνεῖλον, κρεμάσαντες ἐπὶ ξύλου. 40 Τοῦτον ὁ Θεὸς ἤγειρεν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, 41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. 42 Καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ Κριτὴς ζώντων καὶ νεκρῶν. 43 Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.» 44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. 45 Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται· 46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν. Τότε ἀπεκρίθη ὁ Πέτρος· 47 «Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς;» 48 Προσέταξέν τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

In Other Versions

Acts 10 in the ANGEFD

Acts 10 in the ANTPNG2D

Acts 10 in the AS21

Acts 10 in the BAGH

Acts 10 in the BBPNG

Acts 10 in the BBT1E

Acts 10 in the BDS

Acts 10 in the BEV

Acts 10 in the BHAD

Acts 10 in the BIB

Acts 10 in the BLPT

Acts 10 in the BNT

Acts 10 in the BNTABOOT

Acts 10 in the BNTLV

Acts 10 in the BOATCB

Acts 10 in the BOATCB2

Acts 10 in the BOBCV

Acts 10 in the BOCNT

Acts 10 in the BOECS

Acts 10 in the BOGWICC

Acts 10 in the BOHCB

Acts 10 in the BOHCV

Acts 10 in the BOHLNT

Acts 10 in the BOHNTLTAL

Acts 10 in the BOICB

Acts 10 in the BOILNTAP

Acts 10 in the BOITCV

Acts 10 in the BOKCV

Acts 10 in the BOKCV2

Acts 10 in the BOKHWOG

Acts 10 in the BOKSSV

Acts 10 in the BOLCB

Acts 10 in the BOLCB2

Acts 10 in the BOMCV

Acts 10 in the BONAV

Acts 10 in the BONCB

Acts 10 in the BONLT

Acts 10 in the BONUT2

Acts 10 in the BOPLNT

Acts 10 in the BOSCB

Acts 10 in the BOSNC

Acts 10 in the BOTLNT

Acts 10 in the BOVCB

Acts 10 in the BOYCB

Acts 10 in the BPBB

Acts 10 in the BPH

Acts 10 in the BSB

Acts 10 in the CCB

Acts 10 in the CUV

Acts 10 in the CUVS

Acts 10 in the DBT

Acts 10 in the DGDNT

Acts 10 in the DHNT

Acts 10 in the DNT

Acts 10 in the ELBE

Acts 10 in the EMTV

Acts 10 in the ESV

Acts 10 in the FBV

Acts 10 in the FEB

Acts 10 in the GGMNT

Acts 10 in the GNT

Acts 10 in the HARY

Acts 10 in the HNT

Acts 10 in the IRVA

Acts 10 in the IRVB

Acts 10 in the IRVG

Acts 10 in the IRVH

Acts 10 in the IRVK

Acts 10 in the IRVM

Acts 10 in the IRVM2

Acts 10 in the IRVO

Acts 10 in the IRVP

Acts 10 in the IRVT

Acts 10 in the IRVT2

Acts 10 in the IRVU

Acts 10 in the ISVN

Acts 10 in the JSNT

Acts 10 in the KAPI

Acts 10 in the KBT1ETNIK

Acts 10 in the KBV

Acts 10 in the KJV

Acts 10 in the KNFD

Acts 10 in the LBA

Acts 10 in the LBLA

Acts 10 in the LNT

Acts 10 in the LSV

Acts 10 in the MAAL

Acts 10 in the MBV

Acts 10 in the MBV2

Acts 10 in the MHNT

Acts 10 in the MKNFD

Acts 10 in the MNG

Acts 10 in the MNT

Acts 10 in the MNT2

Acts 10 in the MRS1T

Acts 10 in the NAA

Acts 10 in the NASB

Acts 10 in the NBLA

Acts 10 in the NBS

Acts 10 in the NBVTP

Acts 10 in the NET2

Acts 10 in the NIV11

Acts 10 in the NNT

Acts 10 in the NNT2

Acts 10 in the NNT3

Acts 10 in the PDDPT

Acts 10 in the PFNT

Acts 10 in the RMNT

Acts 10 in the SBIAS

Acts 10 in the SBIBS

Acts 10 in the SBIBS2

Acts 10 in the SBICS

Acts 10 in the SBIDS

Acts 10 in the SBIGS

Acts 10 in the SBIHS

Acts 10 in the SBIIS

Acts 10 in the SBIIS2

Acts 10 in the SBIIS3

Acts 10 in the SBIKS

Acts 10 in the SBIKS2

Acts 10 in the SBIMS

Acts 10 in the SBIOS

Acts 10 in the SBIPS

Acts 10 in the SBISS

Acts 10 in the SBITS

Acts 10 in the SBITS2

Acts 10 in the SBITS3

Acts 10 in the SBITS4

Acts 10 in the SBIUS

Acts 10 in the SBIVS

Acts 10 in the SBT

Acts 10 in the SBT1E

Acts 10 in the SCHL

Acts 10 in the SNT

Acts 10 in the SUSU

Acts 10 in the SUSU2

Acts 10 in the SYNO

Acts 10 in the TBIAOTANT

Acts 10 in the TBT1E

Acts 10 in the TBT1E2

Acts 10 in the TFTIP

Acts 10 in the TFTU

Acts 10 in the THAI

Acts 10 in the TNFD

Acts 10 in the TNT

Acts 10 in the TNTIK

Acts 10 in the TNTIL

Acts 10 in the TNTIN

Acts 10 in the TNTIP

Acts 10 in the TNTIZ

Acts 10 in the TOMA

Acts 10 in the TTENT

Acts 10 in the UBG

Acts 10 in the UGV

Acts 10 in the UGV2

Acts 10 in the UGV3

Acts 10 in the VBL

Acts 10 in the VDCC

Acts 10 in the YALU

Acts 10 in the YAPE

Acts 10 in the YBVTP

Acts 10 in the ZBP