Ephesians 1 (TGNTATF3T)
1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· 2 Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 3 Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ· 4 καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ, 5 προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ, εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, 6 εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ· 7 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, 8 ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, 9 γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ, 10 εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ—τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς—ἐν αὐτῷ, 11 ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, 12 εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον τῆς δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· 13 ἐν ᾧ καί, ἡμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας—τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν· ἐν ᾧ, καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ, 14 ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. 15 Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ᾿ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, 16 οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου· 17 ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, 18 πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, 19 καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας, κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ 20 ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ, ἐν τοῖς ἐπουρανίοις, 21 ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος—καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. 22 Καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, 23 ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.
In Other Versions
Ephesians 1 in the ANGEFD
Ephesians 1 in the ANTPNG2D
Ephesians 1 in the AS21
Ephesians 1 in the BAGH
Ephesians 1 in the BBPNG
Ephesians 1 in the BBT1E
Ephesians 1 in the BDS
Ephesians 1 in the BEV
Ephesians 1 in the BHAD
Ephesians 1 in the BIB
Ephesians 1 in the BLPT
Ephesians 1 in the BNT
Ephesians 1 in the BNTABOOT
Ephesians 1 in the BNTLV
Ephesians 1 in the BOATCB
Ephesians 1 in the BOATCB2
Ephesians 1 in the BOBCV
Ephesians 1 in the BOCNT
Ephesians 1 in the BOECS
Ephesians 1 in the BOGWICC
Ephesians 1 in the BOHCB
Ephesians 1 in the BOHCV
Ephesians 1 in the BOHLNT
Ephesians 1 in the BOHNTLTAL
Ephesians 1 in the BOICB
Ephesians 1 in the BOILNTAP
Ephesians 1 in the BOITCV
Ephesians 1 in the BOKCV
Ephesians 1 in the BOKCV2
Ephesians 1 in the BOKHWOG
Ephesians 1 in the BOKSSV
Ephesians 1 in the BOLCB
Ephesians 1 in the BOLCB2
Ephesians 1 in the BOMCV
Ephesians 1 in the BONAV
Ephesians 1 in the BONCB
Ephesians 1 in the BONLT
Ephesians 1 in the BONUT2
Ephesians 1 in the BOPLNT
Ephesians 1 in the BOSCB
Ephesians 1 in the BOSNC
Ephesians 1 in the BOTLNT
Ephesians 1 in the BOVCB
Ephesians 1 in the BOYCB
Ephesians 1 in the BPBB
Ephesians 1 in the BPH
Ephesians 1 in the BSB
Ephesians 1 in the CCB
Ephesians 1 in the CUV
Ephesians 1 in the CUVS
Ephesians 1 in the DBT
Ephesians 1 in the DGDNT
Ephesians 1 in the DHNT
Ephesians 1 in the DNT
Ephesians 1 in the ELBE
Ephesians 1 in the EMTV
Ephesians 1 in the ESV
Ephesians 1 in the FBV
Ephesians 1 in the FEB
Ephesians 1 in the GGMNT
Ephesians 1 in the GNT
Ephesians 1 in the HARY
Ephesians 1 in the HNT
Ephesians 1 in the IRVA
Ephesians 1 in the IRVB
Ephesians 1 in the IRVG
Ephesians 1 in the IRVH
Ephesians 1 in the IRVK
Ephesians 1 in the IRVM
Ephesians 1 in the IRVM2
Ephesians 1 in the IRVO
Ephesians 1 in the IRVP
Ephesians 1 in the IRVT
Ephesians 1 in the IRVT2
Ephesians 1 in the IRVU
Ephesians 1 in the ISVN
Ephesians 1 in the JSNT
Ephesians 1 in the KAPI
Ephesians 1 in the KBT1ETNIK
Ephesians 1 in the KBV
Ephesians 1 in the KJV
Ephesians 1 in the KNFD
Ephesians 1 in the LBA
Ephesians 1 in the LBLA
Ephesians 1 in the LNT
Ephesians 1 in the LSV
Ephesians 1 in the MAAL
Ephesians 1 in the MBV
Ephesians 1 in the MBV2
Ephesians 1 in the MHNT
Ephesians 1 in the MKNFD
Ephesians 1 in the MNG
Ephesians 1 in the MNT
Ephesians 1 in the MNT2
Ephesians 1 in the MRS1T
Ephesians 1 in the NAA
Ephesians 1 in the NASB
Ephesians 1 in the NBLA
Ephesians 1 in the NBS
Ephesians 1 in the NBVTP
Ephesians 1 in the NET2
Ephesians 1 in the NIV11
Ephesians 1 in the NNT
Ephesians 1 in the NNT2
Ephesians 1 in the NNT3
Ephesians 1 in the PDDPT
Ephesians 1 in the PFNT
Ephesians 1 in the RMNT
Ephesians 1 in the SBIAS
Ephesians 1 in the SBIBS
Ephesians 1 in the SBIBS2
Ephesians 1 in the SBICS
Ephesians 1 in the SBIDS
Ephesians 1 in the SBIGS
Ephesians 1 in the SBIHS
Ephesians 1 in the SBIIS
Ephesians 1 in the SBIIS2
Ephesians 1 in the SBIIS3
Ephesians 1 in the SBIKS
Ephesians 1 in the SBIKS2
Ephesians 1 in the SBIMS
Ephesians 1 in the SBIOS
Ephesians 1 in the SBIPS
Ephesians 1 in the SBISS
Ephesians 1 in the SBITS
Ephesians 1 in the SBITS2
Ephesians 1 in the SBITS3
Ephesians 1 in the SBITS4
Ephesians 1 in the SBIUS
Ephesians 1 in the SBIVS
Ephesians 1 in the SBT
Ephesians 1 in the SBT1E
Ephesians 1 in the SCHL
Ephesians 1 in the SNT
Ephesians 1 in the SUSU
Ephesians 1 in the SUSU2
Ephesians 1 in the SYNO
Ephesians 1 in the TBIAOTANT
Ephesians 1 in the TBT1E
Ephesians 1 in the TBT1E2
Ephesians 1 in the TFTIP
Ephesians 1 in the TFTU
Ephesians 1 in the THAI
Ephesians 1 in the TNFD
Ephesians 1 in the TNT
Ephesians 1 in the TNTIK
Ephesians 1 in the TNTIL
Ephesians 1 in the TNTIN
Ephesians 1 in the TNTIP
Ephesians 1 in the TNTIZ
Ephesians 1 in the TOMA
Ephesians 1 in the TTENT
Ephesians 1 in the UBG
Ephesians 1 in the UGV
Ephesians 1 in the UGV2
Ephesians 1 in the UGV3
Ephesians 1 in the VBL
Ephesians 1 in the VDCC
Ephesians 1 in the YALU
Ephesians 1 in the YAPE
Ephesians 1 in the YBVTP
Ephesians 1 in the ZBP