Ephesians 3 (TGNTATF3T)

1 Τούτου χάριν ἐγώ, Παῦλος, ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν— 2 εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, 3 ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον (καθὼς προέγραψα ἐν ὀλίγῳ, 4 πρὸς ὃ δύνασθε, ἀναγινώσκοντες, νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ), 5 ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι· 6 εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ διὰ τοῦ εὐαγγελίου, 7 οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. 8 Ἐμοί, τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων, ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, 9 καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ· 10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις, διὰ τῆς Ἐκκλησίας, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, 11 κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, 12 ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. 13 Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν. 14 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, 16 ἵνα δῴη ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ· δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον· 17 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι 18 ἵνα ἐξισχύσητε καταλαβέσθαι (σὺν πᾶσιν τοῖς ἁγίοις) τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος· 19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ—ἵνα πληρωθῆτε εἰς πᾶν τὸ Πλήρωμα τοῦ Θεοῦ. 20 Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, 21 αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.

In Other Versions

Ephesians 3 in the ANGEFD

Ephesians 3 in the ANTPNG2D

Ephesians 3 in the AS21

Ephesians 3 in the BAGH

Ephesians 3 in the BBPNG

Ephesians 3 in the BBT1E

Ephesians 3 in the BDS

Ephesians 3 in the BEV

Ephesians 3 in the BHAD

Ephesians 3 in the BIB

Ephesians 3 in the BLPT

Ephesians 3 in the BNT

Ephesians 3 in the BNTABOOT

Ephesians 3 in the BNTLV

Ephesians 3 in the BOATCB

Ephesians 3 in the BOATCB2

Ephesians 3 in the BOBCV

Ephesians 3 in the BOCNT

Ephesians 3 in the BOECS

Ephesians 3 in the BOGWICC

Ephesians 3 in the BOHCB

Ephesians 3 in the BOHCV

Ephesians 3 in the BOHLNT

Ephesians 3 in the BOHNTLTAL

Ephesians 3 in the BOICB

Ephesians 3 in the BOILNTAP

Ephesians 3 in the BOITCV

Ephesians 3 in the BOKCV

Ephesians 3 in the BOKCV2

Ephesians 3 in the BOKHWOG

Ephesians 3 in the BOKSSV

Ephesians 3 in the BOLCB

Ephesians 3 in the BOLCB2

Ephesians 3 in the BOMCV

Ephesians 3 in the BONAV

Ephesians 3 in the BONCB

Ephesians 3 in the BONLT

Ephesians 3 in the BONUT2

Ephesians 3 in the BOPLNT

Ephesians 3 in the BOSCB

Ephesians 3 in the BOSNC

Ephesians 3 in the BOTLNT

Ephesians 3 in the BOVCB

Ephesians 3 in the BOYCB

Ephesians 3 in the BPBB

Ephesians 3 in the BPH

Ephesians 3 in the BSB

Ephesians 3 in the CCB

Ephesians 3 in the CUV

Ephesians 3 in the CUVS

Ephesians 3 in the DBT

Ephesians 3 in the DGDNT

Ephesians 3 in the DHNT

Ephesians 3 in the DNT

Ephesians 3 in the ELBE

Ephesians 3 in the EMTV

Ephesians 3 in the ESV

Ephesians 3 in the FBV

Ephesians 3 in the FEB

Ephesians 3 in the GGMNT

Ephesians 3 in the GNT

Ephesians 3 in the HARY

Ephesians 3 in the HNT

Ephesians 3 in the IRVA

Ephesians 3 in the IRVB

Ephesians 3 in the IRVG

Ephesians 3 in the IRVH

Ephesians 3 in the IRVK

Ephesians 3 in the IRVM

Ephesians 3 in the IRVM2

Ephesians 3 in the IRVO

Ephesians 3 in the IRVP

Ephesians 3 in the IRVT

Ephesians 3 in the IRVT2

Ephesians 3 in the IRVU

Ephesians 3 in the ISVN

Ephesians 3 in the JSNT

Ephesians 3 in the KAPI

Ephesians 3 in the KBT1ETNIK

Ephesians 3 in the KBV

Ephesians 3 in the KJV

Ephesians 3 in the KNFD

Ephesians 3 in the LBA

Ephesians 3 in the LBLA

Ephesians 3 in the LNT

Ephesians 3 in the LSV

Ephesians 3 in the MAAL

Ephesians 3 in the MBV

Ephesians 3 in the MBV2

Ephesians 3 in the MHNT

Ephesians 3 in the MKNFD

Ephesians 3 in the MNG

Ephesians 3 in the MNT

Ephesians 3 in the MNT2

Ephesians 3 in the MRS1T

Ephesians 3 in the NAA

Ephesians 3 in the NASB

Ephesians 3 in the NBLA

Ephesians 3 in the NBS

Ephesians 3 in the NBVTP

Ephesians 3 in the NET2

Ephesians 3 in the NIV11

Ephesians 3 in the NNT

Ephesians 3 in the NNT2

Ephesians 3 in the NNT3

Ephesians 3 in the PDDPT

Ephesians 3 in the PFNT

Ephesians 3 in the RMNT

Ephesians 3 in the SBIAS

Ephesians 3 in the SBIBS

Ephesians 3 in the SBIBS2

Ephesians 3 in the SBICS

Ephesians 3 in the SBIDS

Ephesians 3 in the SBIGS

Ephesians 3 in the SBIHS

Ephesians 3 in the SBIIS

Ephesians 3 in the SBIIS2

Ephesians 3 in the SBIIS3

Ephesians 3 in the SBIKS

Ephesians 3 in the SBIKS2

Ephesians 3 in the SBIMS

Ephesians 3 in the SBIOS

Ephesians 3 in the SBIPS

Ephesians 3 in the SBISS

Ephesians 3 in the SBITS

Ephesians 3 in the SBITS2

Ephesians 3 in the SBITS3

Ephesians 3 in the SBITS4

Ephesians 3 in the SBIUS

Ephesians 3 in the SBIVS

Ephesians 3 in the SBT

Ephesians 3 in the SBT1E

Ephesians 3 in the SCHL

Ephesians 3 in the SNT

Ephesians 3 in the SUSU

Ephesians 3 in the SUSU2

Ephesians 3 in the SYNO

Ephesians 3 in the TBIAOTANT

Ephesians 3 in the TBT1E

Ephesians 3 in the TBT1E2

Ephesians 3 in the TFTIP

Ephesians 3 in the TFTU

Ephesians 3 in the THAI

Ephesians 3 in the TNFD

Ephesians 3 in the TNT

Ephesians 3 in the TNTIK

Ephesians 3 in the TNTIL

Ephesians 3 in the TNTIN

Ephesians 3 in the TNTIP

Ephesians 3 in the TNTIZ

Ephesians 3 in the TOMA

Ephesians 3 in the TTENT

Ephesians 3 in the UBG

Ephesians 3 in the UGV

Ephesians 3 in the UGV2

Ephesians 3 in the UGV3

Ephesians 3 in the VBL

Ephesians 3 in the VDCC

Ephesians 3 in the YALU

Ephesians 3 in the YAPE

Ephesians 3 in the YBVTP

Ephesians 3 in the ZBP