John 5 (TGNTATF3T)

1 Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. 2 Ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἐπὶ τῇ Προβατικῇ, κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. 3 Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων—τυφλῶν, χωλῶν, ξηρῶν—ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν· 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρα καὶ ἐτάρασσεν τὸ ὕδωρ—ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. 5 Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ. 6 Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ, «Θέλεις ὑγιὴς γενέσθαι;» 7 Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν, «Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν, ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει.» 8 Λέγει αὐτῷ ὁ Ἰησοῦς, «Ἔγειραι, ἆρον τὸν κράββατόν σου καὶ περιπάτει.» 9 Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρεν τὸν κράββατον αὐτοῦ καὶ περιεπάτει. 10 Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· «Σάββατόν ἐστιν· οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατον.» 11 Ἀπεκρίθη αὐτοῖς, «Ὁ ποιήσας με ὑγιῆ—ἐκεῖνός μοι εἶπεν, ‹Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει.› » 12 Ἠρώτησαν οὖν αὐτόν, «Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ‹Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει;› » 13 Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ Ἰησοῦς ἐξένευσεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· «Ἴδε, ὑγιὴς γέγονας. Μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.» 15 Ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. 16 Καὶ διὰ τοῦτο ἐδίωκον τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. 17 Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς, «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» 18 Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγεν τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. 19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾿ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. 20 Ὁ γὰρ Πατὴρ φιλεῖ τὸν Υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21 Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. 22 Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ Υἱῷ, 23 ἵνα πάντες τιμῶσιν τὸν Υἱὸν καθὼς τιμῶσιν τὸν Πατέρα. Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. 24 »Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον· καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. 25 »Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. 26 Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκεν καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· 27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. 28 Μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ 29 καὶ ἐκπορεύσονται—οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. 30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾿ ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω, κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. 31 »Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. 32 Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 33 Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ. 34 Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω· ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. 35 Ἐκεῖνος ἦν ὁ λύχνος, ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. 36 Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου, τὰ γὰρ ἔργα ἃ ἔδωκέν μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτά—αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ—μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με ἀπέσταλκεν. 37 »Καὶ ὁ πέμψας με Πατήρ, αὐτὸς μεμαρτύρηκεν περὶ ἐμοῦ. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε οὔτε εἶδος αὐτοῦ ἑωράκατε. 38 Καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. 39 Ἐρευνᾶτε τὰς Γραφὰς ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. 40 Καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε. 41 »Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω. 42 Ἀλλ᾿ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 43 Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. 44 Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; 45 »Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν, Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. 46 Εἰ γὰρ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἔγραψεν. 47 Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;»

In Other Versions

John 5 in the ANGEFD

John 5 in the ANTPNG2D

John 5 in the AS21

John 5 in the BAGH

John 5 in the BBPNG

John 5 in the BBT1E

John 5 in the BDS

John 5 in the BEV

John 5 in the BHAD

John 5 in the BIB

John 5 in the BLPT

John 5 in the BNT

John 5 in the BNTABOOT

John 5 in the BNTLV

John 5 in the BOATCB

John 5 in the BOATCB2

John 5 in the BOBCV

John 5 in the BOCNT

John 5 in the BOECS

John 5 in the BOGWICC

John 5 in the BOHCB

John 5 in the BOHCV

John 5 in the BOHLNT

John 5 in the BOHNTLTAL

John 5 in the BOICB

John 5 in the BOILNTAP

John 5 in the BOITCV

John 5 in the BOKCV

John 5 in the BOKCV2

John 5 in the BOKHWOG

John 5 in the BOKSSV

John 5 in the BOLCB

John 5 in the BOLCB2

John 5 in the BOMCV

John 5 in the BONAV

John 5 in the BONCB

John 5 in the BONLT

John 5 in the BONUT2

John 5 in the BOPLNT

John 5 in the BOSCB

John 5 in the BOSNC

John 5 in the BOTLNT

John 5 in the BOVCB

John 5 in the BOYCB

John 5 in the BPBB

John 5 in the BPH

John 5 in the BSB

John 5 in the CCB

John 5 in the CUV

John 5 in the CUVS

John 5 in the DBT

John 5 in the DGDNT

John 5 in the DHNT

John 5 in the DNT

John 5 in the ELBE

John 5 in the EMTV

John 5 in the ESV

John 5 in the FBV

John 5 in the FEB

John 5 in the GGMNT

John 5 in the GNT

John 5 in the HARY

John 5 in the HNT

John 5 in the IRVA

John 5 in the IRVB

John 5 in the IRVG

John 5 in the IRVH

John 5 in the IRVK

John 5 in the IRVM

John 5 in the IRVM2

John 5 in the IRVO

John 5 in the IRVP

John 5 in the IRVT

John 5 in the IRVT2

John 5 in the IRVU

John 5 in the ISVN

John 5 in the JSNT

John 5 in the KAPI

John 5 in the KBT1ETNIK

John 5 in the KBV

John 5 in the KJV

John 5 in the KNFD

John 5 in the LBA

John 5 in the LBLA

John 5 in the LNT

John 5 in the LSV

John 5 in the MAAL

John 5 in the MBV

John 5 in the MBV2

John 5 in the MHNT

John 5 in the MKNFD

John 5 in the MNG

John 5 in the MNT

John 5 in the MNT2

John 5 in the MRS1T

John 5 in the NAA

John 5 in the NASB

John 5 in the NBLA

John 5 in the NBS

John 5 in the NBVTP

John 5 in the NET2

John 5 in the NIV11

John 5 in the NNT

John 5 in the NNT2

John 5 in the NNT3

John 5 in the PDDPT

John 5 in the PFNT

John 5 in the RMNT

John 5 in the SBIAS

John 5 in the SBIBS

John 5 in the SBIBS2

John 5 in the SBICS

John 5 in the SBIDS

John 5 in the SBIGS

John 5 in the SBIHS

John 5 in the SBIIS

John 5 in the SBIIS2

John 5 in the SBIIS3

John 5 in the SBIKS

John 5 in the SBIKS2

John 5 in the SBIMS

John 5 in the SBIOS

John 5 in the SBIPS

John 5 in the SBISS

John 5 in the SBITS

John 5 in the SBITS2

John 5 in the SBITS3

John 5 in the SBITS4

John 5 in the SBIUS

John 5 in the SBIVS

John 5 in the SBT

John 5 in the SBT1E

John 5 in the SCHL

John 5 in the SNT

John 5 in the SUSU

John 5 in the SUSU2

John 5 in the SYNO

John 5 in the TBIAOTANT

John 5 in the TBT1E

John 5 in the TBT1E2

John 5 in the TFTIP

John 5 in the TFTU

John 5 in the THAI

John 5 in the TNFD

John 5 in the TNT

John 5 in the TNTIK

John 5 in the TNTIL

John 5 in the TNTIN

John 5 in the TNTIP

John 5 in the TNTIZ

John 5 in the TOMA

John 5 in the TTENT

John 5 in the UBG

John 5 in the UGV

John 5 in the UGV2

John 5 in the UGV3

John 5 in the VBL

John 5 in the VDCC

John 5 in the YALU

John 5 in the YAPE

John 5 in the YBVTP

John 5 in the ZBP