Luke 13 (TGNTATF3T)

1 Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. 2 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; 3 Οὐχί, λέγω ὑμῖν· ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε πάντες ὡσαύτως ἀπολεῖσθε. 4 Ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτὼ ἐφ᾿ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς· δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ; 5 Οὐχί, λέγω ὑμῖν· ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε.» 6 Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν· «Συκῆν εἶχέν τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. 7 Εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· ‹Ἰδού, τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω. Ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ;› 8 Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, ‹Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια, 9 κἂν μὲν ποιήσῃ καρπόν—εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.› » 10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν. 11 Καὶ ἰδού, γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ—καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές. 12 Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ, «Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.» 13 Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας, καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν Θεόν. 14 Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ, «Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.» 15 Ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· «Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; 16 Ταύτην δέ, θυγατέρα Ἁβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;» 17 Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾿ αὐτοῦ. 18 Ἔλεγεν δέ· «Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν; 19 Ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.» 20 Πάλιν εἶπεν· «Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; 21 Ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.» 22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ. 23 Εἶπεν δέ τις αὐτῷ, «Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι;» Ὁ δὲ εἶπεν πρὸς αὐτούς· 24 «Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. 25 Ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, ‹Κύριε, Κύριε, ἄνοιξον ἡμῖν›· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, ‹Οὐκ οἶδα ὑμᾶς· πόθεν ἐστέ;› 26 τότε ἄρξεσθε λέγειν, ‹Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας.› 27 Καὶ ἐρεῖ· ‹Λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. Ἀπόστητε ἀπ᾿ ἐμοῦ, πάντες οἱ ἐργάται τῆς ἀδικίας.› 28 »Ἐκεῖ ἔσται ὁ κλαυθμός, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψεσθε Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω. 29 Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 30 Καὶ ἰδού, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.» 31 Ἐν αὐτῇ τῇ ἡμέρᾳ προσῆλθόν τινες Φαρισαῖοι λέγοντες αὐτῷ, «Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.» 32 Καὶ εἶπεν αὐτοῖς· «Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· ‹Ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.› 33 Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ. 34 »Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 35 Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Λέγω δὲ ὑμῖν ὅτι οὐ μή με ἴδητε ἕως ἂν ἥξει ὅτε εἴπητε, ‹Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.› »

In Other Versions

Luke 13 in the ANGEFD

Luke 13 in the ANTPNG2D

Luke 13 in the AS21

Luke 13 in the BAGH

Luke 13 in the BBPNG

Luke 13 in the BBT1E

Luke 13 in the BDS

Luke 13 in the BEV

Luke 13 in the BHAD

Luke 13 in the BIB

Luke 13 in the BLPT

Luke 13 in the BNT

Luke 13 in the BNTABOOT

Luke 13 in the BNTLV

Luke 13 in the BOATCB

Luke 13 in the BOATCB2

Luke 13 in the BOBCV

Luke 13 in the BOCNT

Luke 13 in the BOECS

Luke 13 in the BOGWICC

Luke 13 in the BOHCB

Luke 13 in the BOHCV

Luke 13 in the BOHLNT

Luke 13 in the BOHNTLTAL

Luke 13 in the BOICB

Luke 13 in the BOILNTAP

Luke 13 in the BOITCV

Luke 13 in the BOKCV

Luke 13 in the BOKCV2

Luke 13 in the BOKHWOG

Luke 13 in the BOKSSV

Luke 13 in the BOLCB

Luke 13 in the BOLCB2

Luke 13 in the BOMCV

Luke 13 in the BONAV

Luke 13 in the BONCB

Luke 13 in the BONLT

Luke 13 in the BONUT2

Luke 13 in the BOPLNT

Luke 13 in the BOSCB

Luke 13 in the BOSNC

Luke 13 in the BOTLNT

Luke 13 in the BOVCB

Luke 13 in the BOYCB

Luke 13 in the BPBB

Luke 13 in the BPH

Luke 13 in the BSB

Luke 13 in the CCB

Luke 13 in the CUV

Luke 13 in the CUVS

Luke 13 in the DBT

Luke 13 in the DGDNT

Luke 13 in the DHNT

Luke 13 in the DNT

Luke 13 in the ELBE

Luke 13 in the EMTV

Luke 13 in the ESV

Luke 13 in the FBV

Luke 13 in the FEB

Luke 13 in the GGMNT

Luke 13 in the GNT

Luke 13 in the HARY

Luke 13 in the HNT

Luke 13 in the IRVA

Luke 13 in the IRVB

Luke 13 in the IRVG

Luke 13 in the IRVH

Luke 13 in the IRVK

Luke 13 in the IRVM

Luke 13 in the IRVM2

Luke 13 in the IRVO

Luke 13 in the IRVP

Luke 13 in the IRVT

Luke 13 in the IRVT2

Luke 13 in the IRVU

Luke 13 in the ISVN

Luke 13 in the JSNT

Luke 13 in the KAPI

Luke 13 in the KBT1ETNIK

Luke 13 in the KBV

Luke 13 in the KJV

Luke 13 in the KNFD

Luke 13 in the LBA

Luke 13 in the LBLA

Luke 13 in the LNT

Luke 13 in the LSV

Luke 13 in the MAAL

Luke 13 in the MBV

Luke 13 in the MBV2

Luke 13 in the MHNT

Luke 13 in the MKNFD

Luke 13 in the MNG

Luke 13 in the MNT

Luke 13 in the MNT2

Luke 13 in the MRS1T

Luke 13 in the NAA

Luke 13 in the NASB

Luke 13 in the NBLA

Luke 13 in the NBS

Luke 13 in the NBVTP

Luke 13 in the NET2

Luke 13 in the NIV11

Luke 13 in the NNT

Luke 13 in the NNT2

Luke 13 in the NNT3

Luke 13 in the PDDPT

Luke 13 in the PFNT

Luke 13 in the RMNT

Luke 13 in the SBIAS

Luke 13 in the SBIBS

Luke 13 in the SBIBS2

Luke 13 in the SBICS

Luke 13 in the SBIDS

Luke 13 in the SBIGS

Luke 13 in the SBIHS

Luke 13 in the SBIIS

Luke 13 in the SBIIS2

Luke 13 in the SBIIS3

Luke 13 in the SBIKS

Luke 13 in the SBIKS2

Luke 13 in the SBIMS

Luke 13 in the SBIOS

Luke 13 in the SBIPS

Luke 13 in the SBISS

Luke 13 in the SBITS

Luke 13 in the SBITS2

Luke 13 in the SBITS3

Luke 13 in the SBITS4

Luke 13 in the SBIUS

Luke 13 in the SBIVS

Luke 13 in the SBT

Luke 13 in the SBT1E

Luke 13 in the SCHL

Luke 13 in the SNT

Luke 13 in the SUSU

Luke 13 in the SUSU2

Luke 13 in the SYNO

Luke 13 in the TBIAOTANT

Luke 13 in the TBT1E

Luke 13 in the TBT1E2

Luke 13 in the TFTIP

Luke 13 in the TFTU

Luke 13 in the THAI

Luke 13 in the TNFD

Luke 13 in the TNT

Luke 13 in the TNTIK

Luke 13 in the TNTIL

Luke 13 in the TNTIN

Luke 13 in the TNTIP

Luke 13 in the TNTIZ

Luke 13 in the TOMA

Luke 13 in the TTENT

Luke 13 in the UBG

Luke 13 in the UGV

Luke 13 in the UGV2

Luke 13 in the UGV3

Luke 13 in the VBL

Luke 13 in the VDCC

Luke 13 in the YALU

Luke 13 in the YAPE

Luke 13 in the YBVTP

Luke 13 in the ZBP