Luke 5 (TGNTATF3T)

1 Ἐγένετο δέ, ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς περὶ τὴν λίμνην Γενησαρέτ, 2 καὶ εἶδεν δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην (οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν, ἀπέπλυναν τὰ δίκτυα). 3 Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. 4 Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα, «Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.» 5 Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ, «Ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον.» 6 Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. 7 Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. 8 Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων, «Ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε.» 9 Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον· 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπεν πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς, «Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.» 11 Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ. 12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδού, ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων, «Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.» 13 Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών, «Θέλω· καθαρίσθητι.» Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾿ αὐτοῦ. 14 Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, «Ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκαι περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.» 15 Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ὑπ᾿ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν. 16 Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος. 17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ—καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς. 18 Καὶ ἰδού, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ. 19 Καὶ μὴ εὑρόντες πῶς εἰσενέγκωσιν αὐτόν, διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον, ἔμπροσθεν τοῦ Ἰησοῦ. 20 Καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ, «Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» 21 Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· «Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός;» 22 Ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν, ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· «Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 23 Τί ἐστιν εὐκοπώτερον εἰπεῖν, ‹Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου,› ἢ εἰπεῖν, ‹Ἔγειραι καὶ περιπάτει›; 24 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας»—εἶπεν τῷ παραλελυμένῳ· «Σοὶ λέγω, ἔγειραι, καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.» 25 Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾿ ᾧ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν. 26 Καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν Θεόν· καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι «Εἴδομεν παράδοξα σήμερον.» 27 Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευῒν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ, «Ἀκολούθει μοι.» 28 Καὶ καταλιπὼν ἅπαντα ἀναστὰς ἠκολούθησεν αὐτῷ. 29 Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος τελωνῶν πολὺς καὶ ἄλλων οἳ ἦσαν μετ᾿ αὐτῶν κατακείμενοι. 30 Καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν, καὶ οἱ Φαρισαῖοι, πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες, «Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;» 31 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. 32 Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς, εἰς μετάνοιαν.» 33 Οἱ δὲ εἶπον πρὸς αὐτόν, «Διὰ τί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν;» 34 Ὁ δὲ εἶπεν πρὸς αὐτούς· «Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστιν ποιῆσαι νηστεύειν; 35 Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος· τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.» 36 Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι «Οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή γε, καὶ τὸ καινὸν σχίζει καὶ τῷ παλαιῷ οὐ συμφωνεῖ τὸ ἀπὸ τοῦ καινοῦ. 37 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήξει ὁ νέος οἶνος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. 38 Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότεροι συντηροῦνται. 39 Καὶ οὐδεὶς πιὼν παλαιὸν εὐθέως θέλει νέον, λέγει γάρ, ‹Ὁ παλαιὸς χρηστότερός ἐστιν.› »

In Other Versions

Luke 5 in the ANGEFD

Luke 5 in the ANTPNG2D

Luke 5 in the AS21

Luke 5 in the BAGH

Luke 5 in the BBPNG

Luke 5 in the BBT1E

Luke 5 in the BDS

Luke 5 in the BEV

Luke 5 in the BHAD

Luke 5 in the BIB

Luke 5 in the BLPT

Luke 5 in the BNT

Luke 5 in the BNTABOOT

Luke 5 in the BNTLV

Luke 5 in the BOATCB

Luke 5 in the BOATCB2

Luke 5 in the BOBCV

Luke 5 in the BOCNT

Luke 5 in the BOECS

Luke 5 in the BOGWICC

Luke 5 in the BOHCB

Luke 5 in the BOHCV

Luke 5 in the BOHLNT

Luke 5 in the BOHNTLTAL

Luke 5 in the BOICB

Luke 5 in the BOILNTAP

Luke 5 in the BOITCV

Luke 5 in the BOKCV

Luke 5 in the BOKCV2

Luke 5 in the BOKHWOG

Luke 5 in the BOKSSV

Luke 5 in the BOLCB

Luke 5 in the BOLCB2

Luke 5 in the BOMCV

Luke 5 in the BONAV

Luke 5 in the BONCB

Luke 5 in the BONLT

Luke 5 in the BONUT2

Luke 5 in the BOPLNT

Luke 5 in the BOSCB

Luke 5 in the BOSNC

Luke 5 in the BOTLNT

Luke 5 in the BOVCB

Luke 5 in the BOYCB

Luke 5 in the BPBB

Luke 5 in the BPH

Luke 5 in the BSB

Luke 5 in the CCB

Luke 5 in the CUV

Luke 5 in the CUVS

Luke 5 in the DBT

Luke 5 in the DGDNT

Luke 5 in the DHNT

Luke 5 in the DNT

Luke 5 in the ELBE

Luke 5 in the EMTV

Luke 5 in the ESV

Luke 5 in the FBV

Luke 5 in the FEB

Luke 5 in the GGMNT

Luke 5 in the GNT

Luke 5 in the HARY

Luke 5 in the HNT

Luke 5 in the IRVA

Luke 5 in the IRVB

Luke 5 in the IRVG

Luke 5 in the IRVH

Luke 5 in the IRVK

Luke 5 in the IRVM

Luke 5 in the IRVM2

Luke 5 in the IRVO

Luke 5 in the IRVP

Luke 5 in the IRVT

Luke 5 in the IRVT2

Luke 5 in the IRVU

Luke 5 in the ISVN

Luke 5 in the JSNT

Luke 5 in the KAPI

Luke 5 in the KBT1ETNIK

Luke 5 in the KBV

Luke 5 in the KJV

Luke 5 in the KNFD

Luke 5 in the LBA

Luke 5 in the LBLA

Luke 5 in the LNT

Luke 5 in the LSV

Luke 5 in the MAAL

Luke 5 in the MBV

Luke 5 in the MBV2

Luke 5 in the MHNT

Luke 5 in the MKNFD

Luke 5 in the MNG

Luke 5 in the MNT

Luke 5 in the MNT2

Luke 5 in the MRS1T

Luke 5 in the NAA

Luke 5 in the NASB

Luke 5 in the NBLA

Luke 5 in the NBS

Luke 5 in the NBVTP

Luke 5 in the NET2

Luke 5 in the NIV11

Luke 5 in the NNT

Luke 5 in the NNT2

Luke 5 in the NNT3

Luke 5 in the PDDPT

Luke 5 in the PFNT

Luke 5 in the RMNT

Luke 5 in the SBIAS

Luke 5 in the SBIBS

Luke 5 in the SBIBS2

Luke 5 in the SBICS

Luke 5 in the SBIDS

Luke 5 in the SBIGS

Luke 5 in the SBIHS

Luke 5 in the SBIIS

Luke 5 in the SBIIS2

Luke 5 in the SBIIS3

Luke 5 in the SBIKS

Luke 5 in the SBIKS2

Luke 5 in the SBIMS

Luke 5 in the SBIOS

Luke 5 in the SBIPS

Luke 5 in the SBISS

Luke 5 in the SBITS

Luke 5 in the SBITS2

Luke 5 in the SBITS3

Luke 5 in the SBITS4

Luke 5 in the SBIUS

Luke 5 in the SBIVS

Luke 5 in the SBT

Luke 5 in the SBT1E

Luke 5 in the SCHL

Luke 5 in the SNT

Luke 5 in the SUSU

Luke 5 in the SUSU2

Luke 5 in the SYNO

Luke 5 in the TBIAOTANT

Luke 5 in the TBT1E

Luke 5 in the TBT1E2

Luke 5 in the TFTIP

Luke 5 in the TFTU

Luke 5 in the THAI

Luke 5 in the TNFD

Luke 5 in the TNT

Luke 5 in the TNTIK

Luke 5 in the TNTIL

Luke 5 in the TNTIN

Luke 5 in the TNTIP

Luke 5 in the TNTIZ

Luke 5 in the TOMA

Luke 5 in the TTENT

Luke 5 in the UBG

Luke 5 in the UGV

Luke 5 in the UGV2

Luke 5 in the UGV3

Luke 5 in the VBL

Luke 5 in the VDCC

Luke 5 in the YALU

Luke 5 in the YAPE

Luke 5 in the YBVTP

Luke 5 in the ZBP