Luke 7 (TGNTATF3T)

1 Ἐπεὶ δὲ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ. 2 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. 3 Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. 4 Οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο, 5 «Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.» 6 Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς.Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψεν πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ· «Κύριε, μὴ σκύλλου, οὐ γάρ εἰμι ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. 7 Διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν. Ἀλλ᾿ εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου· 8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας. Καὶ λέγω τούτῳ, ‹Πορεύθητι,› καὶ πορεύεται· καὶ ἄλλῳ, ‹Ἔρχου,› καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, ‹Ποίησον τοῦτο,› καὶ ποιεῖ.» 9 Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, «Λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.» 10 Καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα. 11 Καὶ ἐγένετο ἐν τῇ ἑξῆς, ἐπορεύετο, εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοί, καὶ ὄχλος πολύς. 12 Ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς, υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς σὺν αὐτῇ. 13 Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ, «Μὴ κλαῖε.» 14 Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπεν, «Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.» 15 Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν. Καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 Ἔλαβεν δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι «Προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν,» καὶ ὅτι «Ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.» 17 Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ ἐν πάσῃ τῇ περιχώρῳ. 18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. 19 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ, ὁ Ἰωάννης ἔπεμψεν πρὸς τὸν Ἰησοῦν λέγων, «Σὺ εἶ ὁ Ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;» 20 Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον· «Ἰωάννης ὁ Βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε λέγων, ‹Σὺ εἶ ὁ Ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;› » 21 Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν. 22 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ὅτι τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται. 23 Καί, μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.» 24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· «Τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι, κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25 Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν, ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26 Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν, προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27 Οὗτός ἐστιν περὶ οὗ γέγραπται· ‹Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.› 28 Λέγω γὰρ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ Βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστιν.» 29 (Καὶ πᾶς ὁ λαὸς ἀκούσας, καὶ οἱ τελῶναι, ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου. 30 Οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.) 31 «Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32 Ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν, ‹Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε.› 33 Ἐλήλυθεν γὰρ Ἰωάννης ὁ Βαπτιστὴς μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων, καὶ λέγετε, ‹Δαιμόνιον ἔχει.› 34 Ἐλήλυθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, ‹Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.› 35 Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων.» 36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ, καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. 37 Καὶ ἰδού, γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου, 38 καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν· καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ. 39 Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτόν, εἶπεν ἐν ἑαυτῷ λέγων, «Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ—ὅτι ἁμαρτωλός ἐστιν.» 40 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, «Σίμων, ἔχω σοί τι εἰπεῖν.» Ὁ δέ φησίν, «Διδάσκαλε, εἰπέ.» 41 «Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι. Ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42 Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει;» 43 Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν, «Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο.» Ὁ δὲ εἶπεν αὐτῷ, «Ὀρθῶς ἔκρινας.» 44 Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· «Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν· ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας, αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμαξεν. 45 Φίλημά μοι οὐκ ἔδωκας, αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. 46 Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, αὕτη δὲ μύρῳ ἤλειψέν μου τοὺς πόδας. 47 Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.» 48 Εἶπεν δὲ αὐτῇ, «Ἀφέωνταί σου αἱ ἁμαρτίαι.» 49 Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, «Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;» 50 Εἶπεν δὲ πρὸς τὴν γυναῖκα, «Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.»

In Other Versions

Luke 7 in the ANGEFD

Luke 7 in the ANTPNG2D

Luke 7 in the AS21

Luke 7 in the BAGH

Luke 7 in the BBPNG

Luke 7 in the BBT1E

Luke 7 in the BDS

Luke 7 in the BEV

Luke 7 in the BHAD

Luke 7 in the BIB

Luke 7 in the BLPT

Luke 7 in the BNT

Luke 7 in the BNTABOOT

Luke 7 in the BNTLV

Luke 7 in the BOATCB

Luke 7 in the BOATCB2

Luke 7 in the BOBCV

Luke 7 in the BOCNT

Luke 7 in the BOECS

Luke 7 in the BOGWICC

Luke 7 in the BOHCB

Luke 7 in the BOHCV

Luke 7 in the BOHLNT

Luke 7 in the BOHNTLTAL

Luke 7 in the BOICB

Luke 7 in the BOILNTAP

Luke 7 in the BOITCV

Luke 7 in the BOKCV

Luke 7 in the BOKCV2

Luke 7 in the BOKHWOG

Luke 7 in the BOKSSV

Luke 7 in the BOLCB

Luke 7 in the BOLCB2

Luke 7 in the BOMCV

Luke 7 in the BONAV

Luke 7 in the BONCB

Luke 7 in the BONLT

Luke 7 in the BONUT2

Luke 7 in the BOPLNT

Luke 7 in the BOSCB

Luke 7 in the BOSNC

Luke 7 in the BOTLNT

Luke 7 in the BOVCB

Luke 7 in the BOYCB

Luke 7 in the BPBB

Luke 7 in the BPH

Luke 7 in the BSB

Luke 7 in the CCB

Luke 7 in the CUV

Luke 7 in the CUVS

Luke 7 in the DBT

Luke 7 in the DGDNT

Luke 7 in the DHNT

Luke 7 in the DNT

Luke 7 in the ELBE

Luke 7 in the EMTV

Luke 7 in the ESV

Luke 7 in the FBV

Luke 7 in the FEB

Luke 7 in the GGMNT

Luke 7 in the GNT

Luke 7 in the HARY

Luke 7 in the HNT

Luke 7 in the IRVA

Luke 7 in the IRVB

Luke 7 in the IRVG

Luke 7 in the IRVH

Luke 7 in the IRVK

Luke 7 in the IRVM

Luke 7 in the IRVM2

Luke 7 in the IRVO

Luke 7 in the IRVP

Luke 7 in the IRVT

Luke 7 in the IRVT2

Luke 7 in the IRVU

Luke 7 in the ISVN

Luke 7 in the JSNT

Luke 7 in the KAPI

Luke 7 in the KBT1ETNIK

Luke 7 in the KBV

Luke 7 in the KJV

Luke 7 in the KNFD

Luke 7 in the LBA

Luke 7 in the LBLA

Luke 7 in the LNT

Luke 7 in the LSV

Luke 7 in the MAAL

Luke 7 in the MBV

Luke 7 in the MBV2

Luke 7 in the MHNT

Luke 7 in the MKNFD

Luke 7 in the MNG

Luke 7 in the MNT

Luke 7 in the MNT2

Luke 7 in the MRS1T

Luke 7 in the NAA

Luke 7 in the NASB

Luke 7 in the NBLA

Luke 7 in the NBS

Luke 7 in the NBVTP

Luke 7 in the NET2

Luke 7 in the NIV11

Luke 7 in the NNT

Luke 7 in the NNT2

Luke 7 in the NNT3

Luke 7 in the PDDPT

Luke 7 in the PFNT

Luke 7 in the RMNT

Luke 7 in the SBIAS

Luke 7 in the SBIBS

Luke 7 in the SBIBS2

Luke 7 in the SBICS

Luke 7 in the SBIDS

Luke 7 in the SBIGS

Luke 7 in the SBIHS

Luke 7 in the SBIIS

Luke 7 in the SBIIS2

Luke 7 in the SBIIS3

Luke 7 in the SBIKS

Luke 7 in the SBIKS2

Luke 7 in the SBIMS

Luke 7 in the SBIOS

Luke 7 in the SBIPS

Luke 7 in the SBISS

Luke 7 in the SBITS

Luke 7 in the SBITS2

Luke 7 in the SBITS3

Luke 7 in the SBITS4

Luke 7 in the SBIUS

Luke 7 in the SBIVS

Luke 7 in the SBT

Luke 7 in the SBT1E

Luke 7 in the SCHL

Luke 7 in the SNT

Luke 7 in the SUSU

Luke 7 in the SUSU2

Luke 7 in the SYNO

Luke 7 in the TBIAOTANT

Luke 7 in the TBT1E

Luke 7 in the TBT1E2

Luke 7 in the TFTIP

Luke 7 in the TFTU

Luke 7 in the THAI

Luke 7 in the TNFD

Luke 7 in the TNT

Luke 7 in the TNTIK

Luke 7 in the TNTIL

Luke 7 in the TNTIN

Luke 7 in the TNTIP

Luke 7 in the TNTIZ

Luke 7 in the TOMA

Luke 7 in the TTENT

Luke 7 in the UBG

Luke 7 in the UGV

Luke 7 in the UGV2

Luke 7 in the UGV3

Luke 7 in the VBL

Luke 7 in the VDCC

Luke 7 in the YALU

Luke 7 in the YAPE

Luke 7 in the YBVTP

Luke 7 in the ZBP