Acts 19 (TGNTATF3T)

1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον, διελθόντα τὰ ἀνωτερικὰ μέρη, ἐλθεῖν εἰς Ἔφεσον.Καὶ εὑρών τινας μαθητὰς 2 εἶπεν πρὸς αὐτούς, «Εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες;» Οἱ δὲ εἶπον πρὸς αὐτόν, «Ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν ἠκούσαμεν.» 3 Εἶπέν τε, «Εἰς τί οὖν ἐβαπτίσθητε;» Οἱ δὲ εἶπον, «Εἰς τὸ Ἰωάννου βάπτισμα.» 4 Εἶπεν δὲ Παῦλος, «Ἰωάννης μὲν ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ᾿ ἔστιν, εἰς τὸν Χριστόν, Ἰησοῦν.» 5 Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. 6 Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. 7 Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. 8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 9 Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν Ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾿ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ᾿ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός. 10 Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας. 11 Δυνάμεις δὲ οὐ τὰς τυχούσας ἐποίει ὁ Θεὸς διὰ τῶν χειρῶν Παύλου, 12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπ᾿ αὐτῶν τὰς νόσους τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ᾿ αὐτῶν. 13 Ἐπεχείρησαν δέ τινες ἀπὸ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, λέγοντες, «Ὁρκίζομεν ὑμᾶς τὸν Ἰησοῦν ὃν ὁ Παῦλος κηρύσσει.» 14 Ἦσαν δέ τινες υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες. 15 Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν, «Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ;» 16 Καὶ ἐφαλλόμενος ἐπ᾿ αὐτοὺς ὁ ἄνθρωπος ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν καὶ κατακυριεύσαν αὐτῶν· ἴσχυσεν κατ᾿ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. 17 Τοῦτο δὲ ἐγένετο πᾶσιν γνωστόν, Ἰουδαίοις τε καὶ Ἕλλησιν, τοῖς κατοικοῦσιν τὴν Ἔφεσον· καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. 18 Πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο, ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. 19 Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων (καὶ συνεψηφίσαντο τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε). 20 Οὕτως κατὰ κράτος ὁ λόγος τοῦ Κυρίου ηὔξανεν καὶ ἴσχυεν. 21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλήμ, εἰπὼν ὅτι «Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν.» 22 Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν. 23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς Ὁδοῦ. 24 Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις ἐργασίαν οὐκ ὀλίγην· 25 οὓς συναθροίσας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν· «Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν ἐστιν. 26 Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. 27 Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐδὲν λογισθῆναι, μέλλειν δὲ καὶ καθαιρεῖσθαι τὴν μεγαλειότητα αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.» 28 Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες, «Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.» 29 Καὶ ἐπλήσθη ἡ πόλις ὅλη τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον (συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον, Μακεδόνας, συνεκδήμους Παύλου). 30 Τοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. 31 Τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. 32 Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκεν συνεληλύθεισαν. 33 Ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν Ἀλέξανδρον, προβαλλόντων αὐτὸν τῶν Ἰουδαίων. Ὁ δὲ Ἀλέξανδρος, κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. 34 Ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων, «Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.» 35 Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν· «Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἄνθρωπος ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης θεᾶς Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς; 36 Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν. 37 Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ὑμῶν. 38 Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. 39 Εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. 40 Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως, περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐ δυνησόμεθα ἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης.» 41 Καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.

In Other Versions

Acts 19 in the ANGEFD

Acts 19 in the ANTPNG2D

Acts 19 in the AS21

Acts 19 in the BAGH

Acts 19 in the BBPNG

Acts 19 in the BBT1E

Acts 19 in the BDS

Acts 19 in the BEV

Acts 19 in the BHAD

Acts 19 in the BIB

Acts 19 in the BLPT

Acts 19 in the BNT

Acts 19 in the BNTABOOT

Acts 19 in the BNTLV

Acts 19 in the BOATCB

Acts 19 in the BOATCB2

Acts 19 in the BOBCV

Acts 19 in the BOCNT

Acts 19 in the BOECS

Acts 19 in the BOGWICC

Acts 19 in the BOHCB

Acts 19 in the BOHCV

Acts 19 in the BOHLNT

Acts 19 in the BOHNTLTAL

Acts 19 in the BOICB

Acts 19 in the BOILNTAP

Acts 19 in the BOITCV

Acts 19 in the BOKCV

Acts 19 in the BOKCV2

Acts 19 in the BOKHWOG

Acts 19 in the BOKSSV

Acts 19 in the BOLCB

Acts 19 in the BOLCB2

Acts 19 in the BOMCV

Acts 19 in the BONAV

Acts 19 in the BONCB

Acts 19 in the BONLT

Acts 19 in the BONUT2

Acts 19 in the BOPLNT

Acts 19 in the BOSCB

Acts 19 in the BOSNC

Acts 19 in the BOTLNT

Acts 19 in the BOVCB

Acts 19 in the BOYCB

Acts 19 in the BPBB

Acts 19 in the BPH

Acts 19 in the BSB

Acts 19 in the CCB

Acts 19 in the CUV

Acts 19 in the CUVS

Acts 19 in the DBT

Acts 19 in the DGDNT

Acts 19 in the DHNT

Acts 19 in the DNT

Acts 19 in the ELBE

Acts 19 in the EMTV

Acts 19 in the ESV

Acts 19 in the FBV

Acts 19 in the FEB

Acts 19 in the GGMNT

Acts 19 in the GNT

Acts 19 in the HARY

Acts 19 in the HNT

Acts 19 in the IRVA

Acts 19 in the IRVB

Acts 19 in the IRVG

Acts 19 in the IRVH

Acts 19 in the IRVK

Acts 19 in the IRVM

Acts 19 in the IRVM2

Acts 19 in the IRVO

Acts 19 in the IRVP

Acts 19 in the IRVT

Acts 19 in the IRVT2

Acts 19 in the IRVU

Acts 19 in the ISVN

Acts 19 in the JSNT

Acts 19 in the KAPI

Acts 19 in the KBT1ETNIK

Acts 19 in the KBV

Acts 19 in the KJV

Acts 19 in the KNFD

Acts 19 in the LBA

Acts 19 in the LBLA

Acts 19 in the LNT

Acts 19 in the LSV

Acts 19 in the MAAL

Acts 19 in the MBV

Acts 19 in the MBV2

Acts 19 in the MHNT

Acts 19 in the MKNFD

Acts 19 in the MNG

Acts 19 in the MNT

Acts 19 in the MNT2

Acts 19 in the MRS1T

Acts 19 in the NAA

Acts 19 in the NASB

Acts 19 in the NBLA

Acts 19 in the NBS

Acts 19 in the NBVTP

Acts 19 in the NET2

Acts 19 in the NIV11

Acts 19 in the NNT

Acts 19 in the NNT2

Acts 19 in the NNT3

Acts 19 in the PDDPT

Acts 19 in the PFNT

Acts 19 in the RMNT

Acts 19 in the SBIAS

Acts 19 in the SBIBS

Acts 19 in the SBIBS2

Acts 19 in the SBICS

Acts 19 in the SBIDS

Acts 19 in the SBIGS

Acts 19 in the SBIHS

Acts 19 in the SBIIS

Acts 19 in the SBIIS2

Acts 19 in the SBIIS3

Acts 19 in the SBIKS

Acts 19 in the SBIKS2

Acts 19 in the SBIMS

Acts 19 in the SBIOS

Acts 19 in the SBIPS

Acts 19 in the SBISS

Acts 19 in the SBITS

Acts 19 in the SBITS2

Acts 19 in the SBITS3

Acts 19 in the SBITS4

Acts 19 in the SBIUS

Acts 19 in the SBIVS

Acts 19 in the SBT

Acts 19 in the SBT1E

Acts 19 in the SCHL

Acts 19 in the SNT

Acts 19 in the SUSU

Acts 19 in the SUSU2

Acts 19 in the SYNO

Acts 19 in the TBIAOTANT

Acts 19 in the TBT1E

Acts 19 in the TBT1E2

Acts 19 in the TFTIP

Acts 19 in the TFTU

Acts 19 in the THAI

Acts 19 in the TNFD

Acts 19 in the TNT

Acts 19 in the TNTIK

Acts 19 in the TNTIL

Acts 19 in the TNTIN

Acts 19 in the TNTIP

Acts 19 in the TNTIZ

Acts 19 in the TOMA

Acts 19 in the TTENT

Acts 19 in the UBG

Acts 19 in the UGV

Acts 19 in the UGV2

Acts 19 in the UGV3

Acts 19 in the VBL

Acts 19 in the VDCC

Acts 19 in the YALU

Acts 19 in the YAPE

Acts 19 in the YBVTP

Acts 19 in the ZBP