Acts 21 (TGNTATF3T)

1 Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾿ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα. 2 Καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν. 3 Ἀναφανέντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν καὶ κατήχθημεν εἰς Τύρον, ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον. 4 Καὶ ἀνευρόντες μαθητάς, ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ. 5 Ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα, προπεμπόντων ἡμᾶς πάντων, σὺν γυναιξὶν καὶ τέκνοις, ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσηυξάμεθα. 6 Καὶ ἀσπασάμενοι ἀλλήλους, ἐπέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. 7 Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου, κατηντήσαμεν εἰς Πτολεμαΐδα· καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾿ αὐτοῖς. 8 Τῇ δὲ ἐπαύριον ἐξελθόντες, ἤλθομεν εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ (ὄντος ἐκ τῶν ἑπτά), ἐμείναμεν παρ᾿ αὐτῷ. 9 (Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι.) 10 Ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους, κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος. 11 Καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν, «Τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον· ‹Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.› » 12 Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν, ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. 13 Ἀπεκρίθη τε ὁ Παῦλος· «Τί ποιεῖτε, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ, ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ.» 14 Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες, «Τὸ θέλημα τοῦ Κυρίου γενέσθω.» 15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱερουσαλήμ. 16 Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾿ ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. 17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί. 18 Τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος, σὺν ἡμῖν, πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. 19 Καὶ ἀσπασάμενος αὐτούς, ἐξηγεῖτο καθ᾿ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ. 20 Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Κύριον, εἰπόντες αὐτῷ· «Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν· 21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέος τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν. 22 Τί οὖν ἐστιν; Πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ ὅτι ἐλήλυθας. 23 Τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· Εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ᾿ ἑαυτῶν. 24 Τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ᾿ αὐτοῖς ἵνα ξυρήσωνται τὴν κεφαλήν, καὶ γνῶσιν πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν· ἀλλὰ στοιχεῖς καὶ αὐτὸς τὸν νόμον φυλάσσων. 25 Περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.» 26 Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. 27 Ὡς δὲ ἤμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας, 28 κράζοντες· «Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων. Ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.» 29 (Ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.) 30 Ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ. Καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρας ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ· 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπ᾿ αὐτούς· οἱ δέ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. 33 Ἐγγίσας δὲ ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσιν δυσίν, καὶ ἐπυνθάνετο τίς ἂν εἴη καὶ τί ἐστιν πεποιηκώς. 34 Ἄλλοι δὲ ἄλλο τι ἐβόων ἐν τῷ ὄχλῳ· μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλές, διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. 35 Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν, διὰ τὴν βίαν τοῦ ὄχλου. 36 Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζον, «Αἶρε αὐτόν.» 37 Μέλλων δὲ εἰς τὴν παρεμβολὴν εἰσάγεσθαι, ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, «Εἰ ἔξεστίν μοι εἰπεῖν πρός σε;» Ὁ δὲ ἔφη· «Ἑλληνιστὶ γινώσκεις; 38 Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν Σικαρίων;» 39 Εἶπεν δὲ ὁ Παῦλος, «Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.» 40 Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνει τῇ Ἑβραΐδι διαλέκτῳ λέγων·

In Other Versions

Acts 21 in the ANGEFD

Acts 21 in the ANTPNG2D

Acts 21 in the AS21

Acts 21 in the BAGH

Acts 21 in the BBPNG

Acts 21 in the BBT1E

Acts 21 in the BDS

Acts 21 in the BEV

Acts 21 in the BHAD

Acts 21 in the BIB

Acts 21 in the BLPT

Acts 21 in the BNT

Acts 21 in the BNTABOOT

Acts 21 in the BNTLV

Acts 21 in the BOATCB

Acts 21 in the BOATCB2

Acts 21 in the BOBCV

Acts 21 in the BOCNT

Acts 21 in the BOECS

Acts 21 in the BOGWICC

Acts 21 in the BOHCB

Acts 21 in the BOHCV

Acts 21 in the BOHLNT

Acts 21 in the BOHNTLTAL

Acts 21 in the BOICB

Acts 21 in the BOILNTAP

Acts 21 in the BOITCV

Acts 21 in the BOKCV

Acts 21 in the BOKCV2

Acts 21 in the BOKHWOG

Acts 21 in the BOKSSV

Acts 21 in the BOLCB

Acts 21 in the BOLCB2

Acts 21 in the BOMCV

Acts 21 in the BONAV

Acts 21 in the BONCB

Acts 21 in the BONLT

Acts 21 in the BONUT2

Acts 21 in the BOPLNT

Acts 21 in the BOSCB

Acts 21 in the BOSNC

Acts 21 in the BOTLNT

Acts 21 in the BOVCB

Acts 21 in the BOYCB

Acts 21 in the BPBB

Acts 21 in the BPH

Acts 21 in the BSB

Acts 21 in the CCB

Acts 21 in the CUV

Acts 21 in the CUVS

Acts 21 in the DBT

Acts 21 in the DGDNT

Acts 21 in the DHNT

Acts 21 in the DNT

Acts 21 in the ELBE

Acts 21 in the EMTV

Acts 21 in the ESV

Acts 21 in the FBV

Acts 21 in the FEB

Acts 21 in the GGMNT

Acts 21 in the GNT

Acts 21 in the HARY

Acts 21 in the HNT

Acts 21 in the IRVA

Acts 21 in the IRVB

Acts 21 in the IRVG

Acts 21 in the IRVH

Acts 21 in the IRVK

Acts 21 in the IRVM

Acts 21 in the IRVM2

Acts 21 in the IRVO

Acts 21 in the IRVP

Acts 21 in the IRVT

Acts 21 in the IRVT2

Acts 21 in the IRVU

Acts 21 in the ISVN

Acts 21 in the JSNT

Acts 21 in the KAPI

Acts 21 in the KBT1ETNIK

Acts 21 in the KBV

Acts 21 in the KJV

Acts 21 in the KNFD

Acts 21 in the LBA

Acts 21 in the LBLA

Acts 21 in the LNT

Acts 21 in the LSV

Acts 21 in the MAAL

Acts 21 in the MBV

Acts 21 in the MBV2

Acts 21 in the MHNT

Acts 21 in the MKNFD

Acts 21 in the MNG

Acts 21 in the MNT

Acts 21 in the MNT2

Acts 21 in the MRS1T

Acts 21 in the NAA

Acts 21 in the NASB

Acts 21 in the NBLA

Acts 21 in the NBS

Acts 21 in the NBVTP

Acts 21 in the NET2

Acts 21 in the NIV11

Acts 21 in the NNT

Acts 21 in the NNT2

Acts 21 in the NNT3

Acts 21 in the PDDPT

Acts 21 in the PFNT

Acts 21 in the RMNT

Acts 21 in the SBIAS

Acts 21 in the SBIBS

Acts 21 in the SBIBS2

Acts 21 in the SBICS

Acts 21 in the SBIDS

Acts 21 in the SBIGS

Acts 21 in the SBIHS

Acts 21 in the SBIIS

Acts 21 in the SBIIS2

Acts 21 in the SBIIS3

Acts 21 in the SBIKS

Acts 21 in the SBIKS2

Acts 21 in the SBIMS

Acts 21 in the SBIOS

Acts 21 in the SBIPS

Acts 21 in the SBISS

Acts 21 in the SBITS

Acts 21 in the SBITS2

Acts 21 in the SBITS3

Acts 21 in the SBITS4

Acts 21 in the SBIUS

Acts 21 in the SBIVS

Acts 21 in the SBT

Acts 21 in the SBT1E

Acts 21 in the SCHL

Acts 21 in the SNT

Acts 21 in the SUSU

Acts 21 in the SUSU2

Acts 21 in the SYNO

Acts 21 in the TBIAOTANT

Acts 21 in the TBT1E

Acts 21 in the TBT1E2

Acts 21 in the TFTIP

Acts 21 in the TFTU

Acts 21 in the THAI

Acts 21 in the TNFD

Acts 21 in the TNT

Acts 21 in the TNTIK

Acts 21 in the TNTIL

Acts 21 in the TNTIN

Acts 21 in the TNTIP

Acts 21 in the TNTIZ

Acts 21 in the TOMA

Acts 21 in the TTENT

Acts 21 in the UBG

Acts 21 in the UGV

Acts 21 in the UGV2

Acts 21 in the UGV3

Acts 21 in the VBL

Acts 21 in the VDCC

Acts 21 in the YALU

Acts 21 in the YAPE

Acts 21 in the YBVTP

Acts 21 in the ZBP