Acts 9 (TGNTATF3T)

1 Ὁ δὲ Σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ, 2 ᾐτήσατο παρ᾿ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς Ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. 3 Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ· 4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, «Σαούλ, Σαούλ, τί με διώκεις;» 5 Εἶπεν δέ, «Τίς εἶ, Κύριε;» Ὁ δὲ Κύριος εἶπεν, «Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις· 6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν.» 7 Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. 8 Ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων τε τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. 9 Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. 10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι, «Ἀνανία.» Ὁ δὲ εἶπεν, «Ἰδοὺ ἐγώ, Κύριε.» 11 Ὁ δὲ Κύριος πρὸς αὐτόν· «Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, 12 καὶ εἶδεν ἐν ὁράματι ἄνδρα Ἀνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.» 13 Ἀπεκρίθη δὲ Ἀνανίας· «Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησεν τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ. 14 Καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.» 15 Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Κύριος· «Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ· 16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.» 17 Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾿ αὐτὸν τὰς χεῖρας εἶπεν, «Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέν με, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου.» 18 Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέν τε παραχρῆμα· καὶ ἀναστὰς ἐβαπτίσθη, 19 καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς. 20 Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. 21 Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· «Οὐχ οὗτός ἐστιν ὁ πορθήσας, ἐν Ἱερουσαλήμ, τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο; Καὶ ὧδε εἰς τοῦτο ἐλήλυθεν, ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς.» 22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυνεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός. 23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. Παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν· 25 λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτός, καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι. 26 Παραγενόμενος δὲ ὁ Σαῦλος ἐν Ἱερουσαλήμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. 27 Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ. 28 Καὶ ἦν μετ᾿ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἱερουσαλήμ, καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. 29 Ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτὸν. 30 Ἐπιγνόντες δὲ οἱ ἀδελφοί, κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν εἰς Ταρσόν. 31 Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾿ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας, καὶ Σαμαρείας, εἶχον εἰρήνην οἰκοδομούμεναι· καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνοντο. 32 Ἐγένετο δέ, Πέτρον διερχόμενον διὰ πάντων, κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. 33 Εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ, ὃς ἦν παραλελυμένος. 34 Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· «Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός. Ἀνάστηθι καὶ στρῶσον σεαυτῷ.» Καὶ εὐθέως ἀνέστη. 35 Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Ἀσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. 36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβηθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν τῷ ὑπερῴῳ. 38 Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταί, ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. 39 Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾿ αὐτῶν οὖσα ἡ Δορκάς. 40 Ἐκβαλὼν δὲ ἔξω πάντας, ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν, «Ταβηθά, ἀνάστηθι.» Ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν. 41 Δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. 42 Γνωστὸν δὲ ἐγένετο καθ᾿ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον. 43 Ἐγένετο δὲ αὐτὸν ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι, βυρσεῖ.

In Other Versions

Acts 9 in the ANGEFD

Acts 9 in the ANTPNG2D

Acts 9 in the AS21

Acts 9 in the BAGH

Acts 9 in the BBPNG

Acts 9 in the BBT1E

Acts 9 in the BDS

Acts 9 in the BEV

Acts 9 in the BHAD

Acts 9 in the BIB

Acts 9 in the BLPT

Acts 9 in the BNT

Acts 9 in the BNTABOOT

Acts 9 in the BNTLV

Acts 9 in the BOATCB

Acts 9 in the BOATCB2

Acts 9 in the BOBCV

Acts 9 in the BOCNT

Acts 9 in the BOECS

Acts 9 in the BOGWICC

Acts 9 in the BOHCB

Acts 9 in the BOHCV

Acts 9 in the BOHLNT

Acts 9 in the BOHNTLTAL

Acts 9 in the BOICB

Acts 9 in the BOILNTAP

Acts 9 in the BOITCV

Acts 9 in the BOKCV

Acts 9 in the BOKCV2

Acts 9 in the BOKHWOG

Acts 9 in the BOKSSV

Acts 9 in the BOLCB

Acts 9 in the BOLCB2

Acts 9 in the BOMCV

Acts 9 in the BONAV

Acts 9 in the BONCB

Acts 9 in the BONLT

Acts 9 in the BONUT2

Acts 9 in the BOPLNT

Acts 9 in the BOSCB

Acts 9 in the BOSNC

Acts 9 in the BOTLNT

Acts 9 in the BOVCB

Acts 9 in the BOYCB

Acts 9 in the BPBB

Acts 9 in the BPH

Acts 9 in the BSB

Acts 9 in the CCB

Acts 9 in the CUV

Acts 9 in the CUVS

Acts 9 in the DBT

Acts 9 in the DGDNT

Acts 9 in the DHNT

Acts 9 in the DNT

Acts 9 in the ELBE

Acts 9 in the EMTV

Acts 9 in the ESV

Acts 9 in the FBV

Acts 9 in the FEB

Acts 9 in the GGMNT

Acts 9 in the GNT

Acts 9 in the HARY

Acts 9 in the HNT

Acts 9 in the IRVA

Acts 9 in the IRVB

Acts 9 in the IRVG

Acts 9 in the IRVH

Acts 9 in the IRVK

Acts 9 in the IRVM

Acts 9 in the IRVM2

Acts 9 in the IRVO

Acts 9 in the IRVP

Acts 9 in the IRVT

Acts 9 in the IRVT2

Acts 9 in the IRVU

Acts 9 in the ISVN

Acts 9 in the JSNT

Acts 9 in the KAPI

Acts 9 in the KBT1ETNIK

Acts 9 in the KBV

Acts 9 in the KJV

Acts 9 in the KNFD

Acts 9 in the LBA

Acts 9 in the LBLA

Acts 9 in the LNT

Acts 9 in the LSV

Acts 9 in the MAAL

Acts 9 in the MBV

Acts 9 in the MBV2

Acts 9 in the MHNT

Acts 9 in the MKNFD

Acts 9 in the MNG

Acts 9 in the MNT

Acts 9 in the MNT2

Acts 9 in the MRS1T

Acts 9 in the NAA

Acts 9 in the NASB

Acts 9 in the NBLA

Acts 9 in the NBS

Acts 9 in the NBVTP

Acts 9 in the NET2

Acts 9 in the NIV11

Acts 9 in the NNT

Acts 9 in the NNT2

Acts 9 in the NNT3

Acts 9 in the PDDPT

Acts 9 in the PFNT

Acts 9 in the RMNT

Acts 9 in the SBIAS

Acts 9 in the SBIBS

Acts 9 in the SBIBS2

Acts 9 in the SBICS

Acts 9 in the SBIDS

Acts 9 in the SBIGS

Acts 9 in the SBIHS

Acts 9 in the SBIIS

Acts 9 in the SBIIS2

Acts 9 in the SBIIS3

Acts 9 in the SBIKS

Acts 9 in the SBIKS2

Acts 9 in the SBIMS

Acts 9 in the SBIOS

Acts 9 in the SBIPS

Acts 9 in the SBISS

Acts 9 in the SBITS

Acts 9 in the SBITS2

Acts 9 in the SBITS3

Acts 9 in the SBITS4

Acts 9 in the SBIUS

Acts 9 in the SBIVS

Acts 9 in the SBT

Acts 9 in the SBT1E

Acts 9 in the SCHL

Acts 9 in the SNT

Acts 9 in the SUSU

Acts 9 in the SUSU2

Acts 9 in the SYNO

Acts 9 in the TBIAOTANT

Acts 9 in the TBT1E

Acts 9 in the TBT1E2

Acts 9 in the TFTIP

Acts 9 in the TFTU

Acts 9 in the THAI

Acts 9 in the TNFD

Acts 9 in the TNT

Acts 9 in the TNTIK

Acts 9 in the TNTIL

Acts 9 in the TNTIN

Acts 9 in the TNTIP

Acts 9 in the TNTIZ

Acts 9 in the TOMA

Acts 9 in the TTENT

Acts 9 in the UBG

Acts 9 in the UGV

Acts 9 in the UGV2

Acts 9 in the UGV3

Acts 9 in the VBL

Acts 9 in the VDCC

Acts 9 in the YALU

Acts 9 in the YAPE

Acts 9 in the YBVTP

Acts 9 in the ZBP