Luke 15 (TGNTATF3T)

1 Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. 2 Καὶ διεγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι «Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.» 3 Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· 4 «Τίς ἄνθρωπος ἐξ ὑμῶν, ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό; 5 Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων. 6 Καὶ ἐλθὼν εἰς τὸν οἶκον, συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, ‹Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.› 7 Λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας. 8 »Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτου εὕρῃ; 9 Καὶ εὑροῦσα, συγκαλεῖται τὰς φίλας καὶ τὰς γείτονας λέγουσα, ‹Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.› 10 Οὕτως, λέγω ὑμῖν, χαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.» 11 Εἶπεν δέ· «Ἄνθρωπός τις εἶχεν δύο υἱούς. 12 Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, ‹Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας.› Καὶ διεῖλεν αὐτοῖς τὸν βίον. 13 Καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας, συναγαγὼν ἅπαντα, ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν· καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. 14 Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15 Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· 16 καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17 Εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπεν· ‹Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι· 18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 19 καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.› 20 »Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη· καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. 21 Εἶπεν δὲ αὐτῷ ὁ υἱός, ‹Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.› 22 Εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ‹Ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας. 23 Καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν· 24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη.› Καὶ ἤρξαντο εὐφραίνεσθαι. 25 »Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ ἤκουσεν συμφωνίας καὶ χορῶν· 26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων, ἐπυνθάνετο τί εἴη ταῦτα. 27 Ὁ δὲ εἶπεν αὐτῷ ὅτι ‹Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.› 28 Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29 Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί· ‹Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ. 30 Ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν.› 31 Ὁ δὲ εἶπεν αὐτῷ· ‹Τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν. 32 Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησεν, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη.› »

In Other Versions

Luke 15 in the ANGEFD

Luke 15 in the ANTPNG2D

Luke 15 in the AS21

Luke 15 in the BAGH

Luke 15 in the BBPNG

Luke 15 in the BBT1E

Luke 15 in the BDS

Luke 15 in the BEV

Luke 15 in the BHAD

Luke 15 in the BIB

Luke 15 in the BLPT

Luke 15 in the BNT

Luke 15 in the BNTABOOT

Luke 15 in the BNTLV

Luke 15 in the BOATCB

Luke 15 in the BOATCB2

Luke 15 in the BOBCV

Luke 15 in the BOCNT

Luke 15 in the BOECS

Luke 15 in the BOGWICC

Luke 15 in the BOHCB

Luke 15 in the BOHCV

Luke 15 in the BOHLNT

Luke 15 in the BOHNTLTAL

Luke 15 in the BOICB

Luke 15 in the BOILNTAP

Luke 15 in the BOITCV

Luke 15 in the BOKCV

Luke 15 in the BOKCV2

Luke 15 in the BOKHWOG

Luke 15 in the BOKSSV

Luke 15 in the BOLCB

Luke 15 in the BOLCB2

Luke 15 in the BOMCV

Luke 15 in the BONAV

Luke 15 in the BONCB

Luke 15 in the BONLT

Luke 15 in the BONUT2

Luke 15 in the BOPLNT

Luke 15 in the BOSCB

Luke 15 in the BOSNC

Luke 15 in the BOTLNT

Luke 15 in the BOVCB

Luke 15 in the BOYCB

Luke 15 in the BPBB

Luke 15 in the BPH

Luke 15 in the BSB

Luke 15 in the CCB

Luke 15 in the CUV

Luke 15 in the CUVS

Luke 15 in the DBT

Luke 15 in the DGDNT

Luke 15 in the DHNT

Luke 15 in the DNT

Luke 15 in the ELBE

Luke 15 in the EMTV

Luke 15 in the ESV

Luke 15 in the FBV

Luke 15 in the FEB

Luke 15 in the GGMNT

Luke 15 in the GNT

Luke 15 in the HARY

Luke 15 in the HNT

Luke 15 in the IRVA

Luke 15 in the IRVB

Luke 15 in the IRVG

Luke 15 in the IRVH

Luke 15 in the IRVK

Luke 15 in the IRVM

Luke 15 in the IRVM2

Luke 15 in the IRVO

Luke 15 in the IRVP

Luke 15 in the IRVT

Luke 15 in the IRVT2

Luke 15 in the IRVU

Luke 15 in the ISVN

Luke 15 in the JSNT

Luke 15 in the KAPI

Luke 15 in the KBT1ETNIK

Luke 15 in the KBV

Luke 15 in the KJV

Luke 15 in the KNFD

Luke 15 in the LBA

Luke 15 in the LBLA

Luke 15 in the LNT

Luke 15 in the LSV

Luke 15 in the MAAL

Luke 15 in the MBV

Luke 15 in the MBV2

Luke 15 in the MHNT

Luke 15 in the MKNFD

Luke 15 in the MNG

Luke 15 in the MNT

Luke 15 in the MNT2

Luke 15 in the MRS1T

Luke 15 in the NAA

Luke 15 in the NASB

Luke 15 in the NBLA

Luke 15 in the NBS

Luke 15 in the NBVTP

Luke 15 in the NET2

Luke 15 in the NIV11

Luke 15 in the NNT

Luke 15 in the NNT2

Luke 15 in the NNT3

Luke 15 in the PDDPT

Luke 15 in the PFNT

Luke 15 in the RMNT

Luke 15 in the SBIAS

Luke 15 in the SBIBS

Luke 15 in the SBIBS2

Luke 15 in the SBICS

Luke 15 in the SBIDS

Luke 15 in the SBIGS

Luke 15 in the SBIHS

Luke 15 in the SBIIS

Luke 15 in the SBIIS2

Luke 15 in the SBIIS3

Luke 15 in the SBIKS

Luke 15 in the SBIKS2

Luke 15 in the SBIMS

Luke 15 in the SBIOS

Luke 15 in the SBIPS

Luke 15 in the SBISS

Luke 15 in the SBITS

Luke 15 in the SBITS2

Luke 15 in the SBITS3

Luke 15 in the SBITS4

Luke 15 in the SBIUS

Luke 15 in the SBIVS

Luke 15 in the SBT

Luke 15 in the SBT1E

Luke 15 in the SCHL

Luke 15 in the SNT

Luke 15 in the SUSU

Luke 15 in the SUSU2

Luke 15 in the SYNO

Luke 15 in the TBIAOTANT

Luke 15 in the TBT1E

Luke 15 in the TBT1E2

Luke 15 in the TFTIP

Luke 15 in the TFTU

Luke 15 in the THAI

Luke 15 in the TNFD

Luke 15 in the TNT

Luke 15 in the TNTIK

Luke 15 in the TNTIL

Luke 15 in the TNTIN

Luke 15 in the TNTIP

Luke 15 in the TNTIZ

Luke 15 in the TOMA

Luke 15 in the TTENT

Luke 15 in the UBG

Luke 15 in the UGV

Luke 15 in the UGV2

Luke 15 in the UGV3

Luke 15 in the VBL

Luke 15 in the VDCC

Luke 15 in the YALU

Luke 15 in the YAPE

Luke 15 in the YBVTP

Luke 15 in the ZBP