Luke 20 (TGNTATF3T)

1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις 2 καὶ εἶπον πρὸς αὐτὸν λέγοντες, «Εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς· ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;» 3 Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· «Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι· 4 Τὸ βάπτισμα Ἰωάννου—ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;» 5 Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι «Ἐὰν εἴπωμεν, ‹Ἐξ οὐρανοῦ,› ἐρεῖ, ‹Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;› 6 Ἐὰν δὲ εἴπωμεν, ‹Ἐξ ἀνθρώπων,› πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.» 7 Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. 8 Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, «Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.» 9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· «Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς. 10 Καὶ ἐν καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ. Οἱ δὲ γεωργοὶ δήραντες αὐτὸν ἐξαπέστειλαν κενόν. 11 Καὶ προσέθετο πέμψαι ἕτερον δοῦλον· οἱ δὲ κἀκεῖνον δήραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12 Καὶ προσέθετο πέμψαι τρίτον· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 Εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· ‹Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται.› 14 Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοί, διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ‹Οὗτός ἐστιν ὁ κληρονόμος. Δεῦτε, ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.› 15 Καὶ ἐκβαλόντες ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; 16 Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.» Ἀκούσαντες δὲ εἶπον, «Μὴ γένοιτο.» 17 Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· «Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· ‹Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας›; 18 Πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ—λικμήσει αὐτόν.» 19 Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ· καὶ ἐφοβήθησαν—ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπεν. 20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21 Καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· «Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. 22 Ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι, ἢ οὔ;» 23 Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς· «Τί με πειράζετε; 24 Ἐπιδείξατέ μοι δηνάριον—τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν;» Ἀποκριθέντες δὲ εἶπον, «Καίσαρος.» 25 Ὁ δὲ εἶπεν αὐτοῖς, «Ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» 26 Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν. 27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν 28 λέγοντες· «Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα ὁ ἀδελφὸς αὐτοῦ λάβῃ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· 30 καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος· 31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν· ὡσαύτως δὲ καὶ οἱ ἑπτά—οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον. 32 Ὕστερον δὲ πάντων, ἀπέθανεν καὶ ἡ γυνή. 33 Ἐν τῇ οὖν ἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.» 34 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ἐκγαμίσκονται· 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν, καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν, οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται. 36 Οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν—καὶ υἱοί εἰσιν τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει· ‹Κύριον τὸν Θεὸν Ἁβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ.› 38 Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντων—πάντες γὰρ αὐτῷ ζῶσιν.» 39 Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, «Διδάσκαλε, καλῶς εἶπας.» 40 Οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. 41 Εἶπεν δὲ πρὸς αὐτούς· «Πῶς λέγουσιν τὸν Χριστὸν Υἱὸν Δαυὶδ εἶναι; 42 Καὶ αὐτὸς Δαυὶδ λέγει ἐν Βίβλῳ Ψαλμῶν, ‹Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.› 44 Δαυὶδ οὖν Κύριον αὐτὸν καλεῖ, καὶ πῶς Υἱὸς αὐτοῦ ἐστιν;» 45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· 46 «Προσέχετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· 47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσεύχονται. Οὗτοι λήψονται περισσότερον κρῖμα.»

In Other Versions

Luke 20 in the ANGEFD

Luke 20 in the ANTPNG2D

Luke 20 in the AS21

Luke 20 in the BAGH

Luke 20 in the BBPNG

Luke 20 in the BBT1E

Luke 20 in the BDS

Luke 20 in the BEV

Luke 20 in the BHAD

Luke 20 in the BIB

Luke 20 in the BLPT

Luke 20 in the BNT

Luke 20 in the BNTABOOT

Luke 20 in the BNTLV

Luke 20 in the BOATCB

Luke 20 in the BOATCB2

Luke 20 in the BOBCV

Luke 20 in the BOCNT

Luke 20 in the BOECS

Luke 20 in the BOGWICC

Luke 20 in the BOHCB

Luke 20 in the BOHCV

Luke 20 in the BOHLNT

Luke 20 in the BOHNTLTAL

Luke 20 in the BOICB

Luke 20 in the BOILNTAP

Luke 20 in the BOITCV

Luke 20 in the BOKCV

Luke 20 in the BOKCV2

Luke 20 in the BOKHWOG

Luke 20 in the BOKSSV

Luke 20 in the BOLCB

Luke 20 in the BOLCB2

Luke 20 in the BOMCV

Luke 20 in the BONAV

Luke 20 in the BONCB

Luke 20 in the BONLT

Luke 20 in the BONUT2

Luke 20 in the BOPLNT

Luke 20 in the BOSCB

Luke 20 in the BOSNC

Luke 20 in the BOTLNT

Luke 20 in the BOVCB

Luke 20 in the BOYCB

Luke 20 in the BPBB

Luke 20 in the BPH

Luke 20 in the BSB

Luke 20 in the CCB

Luke 20 in the CUV

Luke 20 in the CUVS

Luke 20 in the DBT

Luke 20 in the DGDNT

Luke 20 in the DHNT

Luke 20 in the DNT

Luke 20 in the ELBE

Luke 20 in the EMTV

Luke 20 in the ESV

Luke 20 in the FBV

Luke 20 in the FEB

Luke 20 in the GGMNT

Luke 20 in the GNT

Luke 20 in the HARY

Luke 20 in the HNT

Luke 20 in the IRVA

Luke 20 in the IRVB

Luke 20 in the IRVG

Luke 20 in the IRVH

Luke 20 in the IRVK

Luke 20 in the IRVM

Luke 20 in the IRVM2

Luke 20 in the IRVO

Luke 20 in the IRVP

Luke 20 in the IRVT

Luke 20 in the IRVT2

Luke 20 in the IRVU

Luke 20 in the ISVN

Luke 20 in the JSNT

Luke 20 in the KAPI

Luke 20 in the KBT1ETNIK

Luke 20 in the KBV

Luke 20 in the KJV

Luke 20 in the KNFD

Luke 20 in the LBA

Luke 20 in the LBLA

Luke 20 in the LNT

Luke 20 in the LSV

Luke 20 in the MAAL

Luke 20 in the MBV

Luke 20 in the MBV2

Luke 20 in the MHNT

Luke 20 in the MKNFD

Luke 20 in the MNG

Luke 20 in the MNT

Luke 20 in the MNT2

Luke 20 in the MRS1T

Luke 20 in the NAA

Luke 20 in the NASB

Luke 20 in the NBLA

Luke 20 in the NBS

Luke 20 in the NBVTP

Luke 20 in the NET2

Luke 20 in the NIV11

Luke 20 in the NNT

Luke 20 in the NNT2

Luke 20 in the NNT3

Luke 20 in the PDDPT

Luke 20 in the PFNT

Luke 20 in the RMNT

Luke 20 in the SBIAS

Luke 20 in the SBIBS

Luke 20 in the SBIBS2

Luke 20 in the SBICS

Luke 20 in the SBIDS

Luke 20 in the SBIGS

Luke 20 in the SBIHS

Luke 20 in the SBIIS

Luke 20 in the SBIIS2

Luke 20 in the SBIIS3

Luke 20 in the SBIKS

Luke 20 in the SBIKS2

Luke 20 in the SBIMS

Luke 20 in the SBIOS

Luke 20 in the SBIPS

Luke 20 in the SBISS

Luke 20 in the SBITS

Luke 20 in the SBITS2

Luke 20 in the SBITS3

Luke 20 in the SBITS4

Luke 20 in the SBIUS

Luke 20 in the SBIVS

Luke 20 in the SBT

Luke 20 in the SBT1E

Luke 20 in the SCHL

Luke 20 in the SNT

Luke 20 in the SUSU

Luke 20 in the SUSU2

Luke 20 in the SYNO

Luke 20 in the TBIAOTANT

Luke 20 in the TBT1E

Luke 20 in the TBT1E2

Luke 20 in the TFTIP

Luke 20 in the TFTU

Luke 20 in the THAI

Luke 20 in the TNFD

Luke 20 in the TNT

Luke 20 in the TNTIK

Luke 20 in the TNTIL

Luke 20 in the TNTIN

Luke 20 in the TNTIP

Luke 20 in the TNTIZ

Luke 20 in the TOMA

Luke 20 in the TTENT

Luke 20 in the UBG

Luke 20 in the UGV

Luke 20 in the UGV2

Luke 20 in the UGV3

Luke 20 in the VBL

Luke 20 in the VDCC

Luke 20 in the YALU

Luke 20 in the YAPE

Luke 20 in the YBVTP

Luke 20 in the ZBP