Luke 21 (TGNTATF3T)

1 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους. 2 Εἶδεν δέ τινα καὶ χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά. 3 Καὶ εἶπεν· «Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· 4 ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ, αὕτη δέ, ἐκ τοῦ ὑστερήματος αὐτῆς, ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.» 5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, εἶπεν, 6 «Ταῦτα ἃ θεωρεῖτε—ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.» 7 Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· «Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται;» καὶ «Τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;» 8 Ὁ δὲ εἶπεν· «Βλέπετε μὴ πλανηθῆτε, πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ‹Ἐγώ εἰμι› καὶ ‹Ὁ καιρὸς ἤγγικεν.› Μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. 9 Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾿ οὐκ εὐθέως τὸ τέλος.» 10 Τότε ἔλεγεν αὐτοῖς· «Ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν. 11 Σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπ᾿ οὐρανοῦ μεγάλα ἔσται. 12 Πρὸ δὲ τούτων ἁπάντων, ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. 13 Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. 14 Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντειπεῖν ἢ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. 16 Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν. 17 Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 18 (Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται— 19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.) 20 »Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. 21 Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν. 22 Ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν, τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα. 23 Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ ἐν τῷ λαῷ τούτῳ. 24 Καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη. Καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι πληρωθῶσιν καιροὶ ἐθνῶν. 25 »Καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν, ἐν ἀπορίᾳ, ἠχούσης θαλάσσης καὶ σάλου· 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ—αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27 Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28 Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.» 29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· «Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα. 30 Ὅταν προβάλλωσιν ἤδη, βλέποντες ἀφ᾿ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν. 31 Οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ. 32 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. 33 Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. 34 »Προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιος ἐφ᾿ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη. 35 Ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 Ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ, δεόμενοι ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.» 37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν. 38 Καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.

In Other Versions

Luke 21 in the ANGEFD

Luke 21 in the ANTPNG2D

Luke 21 in the AS21

Luke 21 in the BAGH

Luke 21 in the BBPNG

Luke 21 in the BBT1E

Luke 21 in the BDS

Luke 21 in the BEV

Luke 21 in the BHAD

Luke 21 in the BIB

Luke 21 in the BLPT

Luke 21 in the BNT

Luke 21 in the BNTABOOT

Luke 21 in the BNTLV

Luke 21 in the BOATCB

Luke 21 in the BOATCB2

Luke 21 in the BOBCV

Luke 21 in the BOCNT

Luke 21 in the BOECS

Luke 21 in the BOGWICC

Luke 21 in the BOHCB

Luke 21 in the BOHCV

Luke 21 in the BOHLNT

Luke 21 in the BOHNTLTAL

Luke 21 in the BOICB

Luke 21 in the BOILNTAP

Luke 21 in the BOITCV

Luke 21 in the BOKCV

Luke 21 in the BOKCV2

Luke 21 in the BOKHWOG

Luke 21 in the BOKSSV

Luke 21 in the BOLCB

Luke 21 in the BOLCB2

Luke 21 in the BOMCV

Luke 21 in the BONAV

Luke 21 in the BONCB

Luke 21 in the BONLT

Luke 21 in the BONUT2

Luke 21 in the BOPLNT

Luke 21 in the BOSCB

Luke 21 in the BOSNC

Luke 21 in the BOTLNT

Luke 21 in the BOVCB

Luke 21 in the BOYCB

Luke 21 in the BPBB

Luke 21 in the BPH

Luke 21 in the BSB

Luke 21 in the CCB

Luke 21 in the CUV

Luke 21 in the CUVS

Luke 21 in the DBT

Luke 21 in the DGDNT

Luke 21 in the DHNT

Luke 21 in the DNT

Luke 21 in the ELBE

Luke 21 in the EMTV

Luke 21 in the ESV

Luke 21 in the FBV

Luke 21 in the FEB

Luke 21 in the GGMNT

Luke 21 in the GNT

Luke 21 in the HARY

Luke 21 in the HNT

Luke 21 in the IRVA

Luke 21 in the IRVB

Luke 21 in the IRVG

Luke 21 in the IRVH

Luke 21 in the IRVK

Luke 21 in the IRVM

Luke 21 in the IRVM2

Luke 21 in the IRVO

Luke 21 in the IRVP

Luke 21 in the IRVT

Luke 21 in the IRVT2

Luke 21 in the IRVU

Luke 21 in the ISVN

Luke 21 in the JSNT

Luke 21 in the KAPI

Luke 21 in the KBT1ETNIK

Luke 21 in the KBV

Luke 21 in the KJV

Luke 21 in the KNFD

Luke 21 in the LBA

Luke 21 in the LBLA

Luke 21 in the LNT

Luke 21 in the LSV

Luke 21 in the MAAL

Luke 21 in the MBV

Luke 21 in the MBV2

Luke 21 in the MHNT

Luke 21 in the MKNFD

Luke 21 in the MNG

Luke 21 in the MNT

Luke 21 in the MNT2

Luke 21 in the MRS1T

Luke 21 in the NAA

Luke 21 in the NASB

Luke 21 in the NBLA

Luke 21 in the NBS

Luke 21 in the NBVTP

Luke 21 in the NET2

Luke 21 in the NIV11

Luke 21 in the NNT

Luke 21 in the NNT2

Luke 21 in the NNT3

Luke 21 in the PDDPT

Luke 21 in the PFNT

Luke 21 in the RMNT

Luke 21 in the SBIAS

Luke 21 in the SBIBS

Luke 21 in the SBIBS2

Luke 21 in the SBICS

Luke 21 in the SBIDS

Luke 21 in the SBIGS

Luke 21 in the SBIHS

Luke 21 in the SBIIS

Luke 21 in the SBIIS2

Luke 21 in the SBIIS3

Luke 21 in the SBIKS

Luke 21 in the SBIKS2

Luke 21 in the SBIMS

Luke 21 in the SBIOS

Luke 21 in the SBIPS

Luke 21 in the SBISS

Luke 21 in the SBITS

Luke 21 in the SBITS2

Luke 21 in the SBITS3

Luke 21 in the SBITS4

Luke 21 in the SBIUS

Luke 21 in the SBIVS

Luke 21 in the SBT

Luke 21 in the SBT1E

Luke 21 in the SCHL

Luke 21 in the SNT

Luke 21 in the SUSU

Luke 21 in the SUSU2

Luke 21 in the SYNO

Luke 21 in the TBIAOTANT

Luke 21 in the TBT1E

Luke 21 in the TBT1E2

Luke 21 in the TFTIP

Luke 21 in the TFTU

Luke 21 in the THAI

Luke 21 in the TNFD

Luke 21 in the TNT

Luke 21 in the TNTIK

Luke 21 in the TNTIL

Luke 21 in the TNTIN

Luke 21 in the TNTIP

Luke 21 in the TNTIZ

Luke 21 in the TOMA

Luke 21 in the TTENT

Luke 21 in the UBG

Luke 21 in the UGV

Luke 21 in the UGV2

Luke 21 in the UGV3

Luke 21 in the VBL

Luke 21 in the VDCC

Luke 21 in the YALU

Luke 21 in the YAPE

Luke 21 in the YBVTP

Luke 21 in the ZBP