Matthew 24 (TGNTATF3T)

1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ, καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. 2 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Οὐ βλέπετε πάντα ταῦτα; Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.» 3 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾿ ἰδίαν, λέγοντες, «Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος.» 4 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 5 Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, ‹Ἐγώ εἰμι ὁ Χριστός,› καὶ πολλοὺς πλανήσουσιν. 6 Μελήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾿ οὔπω ἐστὶν τὸ τέλος. 7 Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· 8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. 9 »Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10 Καὶ τότε σκανδαλισθήσονται πολλοί, καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους. 11 Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς. 12 Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13 Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 14 Καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος. 15 »Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ» (ὁ ἀναγινώσκων νοείτω), 16 «τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη· 17 ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 19 Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20 Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ. 21 Ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπ᾿ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ᾿ οὐ μὴ γένηται. 22 Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 23 Τότε ἐάν τις ὑμῖν εἴπῃ, ‹Ἰδού, ὧδε ὁ Χριστός,› ἢ ‹Ὧδε,› μὴ πιστεύσητε. 24 Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. 25 Ἰδού, προείρηκα ὑμῖν. 26 Ἐὰν οὖν εἴπωσιν ὑμῖν, ‹Ἰδού, ἐν τῇ ἐρήμῳ ἐστίν,› μὴ ἐξέλθητε· ‹Ἰδού, ἐν τοῖς ταμείοις,› μὴ πιστεύσητε. 27 Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου· 28 ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. 29 »Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 30 Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 31 Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾿ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν. 32 »Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκεται ὅτι ἐγγὺς τὸ θέρος. 33 Οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν, ἐπὶ θύραις. 34 Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. 35 Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. 36 »Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ Πατήρ μου μόνος. 37 Ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου. 38 Ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου. 40 Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ· ὁ εἷς παραλαμβάνεται καὶ ὁ εἷς ἀφίεται. 41 Δύο ἀλήθουσαι ἐν τῷ μυλῶνι· μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42 Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. 43 Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. 44 Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται. 45 »Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 Μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. 47 Ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, ‹Χρονίζει ὁ κύριός μου ἐλθεῖν,› 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους, ἐσθίειν τε καὶ πίνειν μετὰ τῶν μεθυόντων, 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

In Other Versions

Matthew 24 in the ANGEFD

Matthew 24 in the ANTPNG2D

Matthew 24 in the AS21

Matthew 24 in the BAGH

Matthew 24 in the BBPNG

Matthew 24 in the BBT1E

Matthew 24 in the BDS

Matthew 24 in the BEV

Matthew 24 in the BHAD

Matthew 24 in the BIB

Matthew 24 in the BLPT

Matthew 24 in the BNT

Matthew 24 in the BNTABOOT

Matthew 24 in the BNTLV

Matthew 24 in the BOATCB

Matthew 24 in the BOATCB2

Matthew 24 in the BOBCV

Matthew 24 in the BOCNT

Matthew 24 in the BOECS

Matthew 24 in the BOGWICC

Matthew 24 in the BOHCB

Matthew 24 in the BOHCV

Matthew 24 in the BOHLNT

Matthew 24 in the BOHNTLTAL

Matthew 24 in the BOICB

Matthew 24 in the BOILNTAP

Matthew 24 in the BOITCV

Matthew 24 in the BOKCV

Matthew 24 in the BOKCV2

Matthew 24 in the BOKHWOG

Matthew 24 in the BOKSSV

Matthew 24 in the BOLCB

Matthew 24 in the BOLCB2

Matthew 24 in the BOMCV

Matthew 24 in the BONAV

Matthew 24 in the BONCB

Matthew 24 in the BONLT

Matthew 24 in the BONUT2

Matthew 24 in the BOPLNT

Matthew 24 in the BOSCB

Matthew 24 in the BOSNC

Matthew 24 in the BOTLNT

Matthew 24 in the BOVCB

Matthew 24 in the BOYCB

Matthew 24 in the BPBB

Matthew 24 in the BPH

Matthew 24 in the BSB

Matthew 24 in the CCB

Matthew 24 in the CUV

Matthew 24 in the CUVS

Matthew 24 in the DBT

Matthew 24 in the DGDNT

Matthew 24 in the DHNT

Matthew 24 in the DNT

Matthew 24 in the ELBE

Matthew 24 in the EMTV

Matthew 24 in the ESV

Matthew 24 in the FBV

Matthew 24 in the FEB

Matthew 24 in the GGMNT

Matthew 24 in the GNT

Matthew 24 in the HARY

Matthew 24 in the HNT

Matthew 24 in the IRVA

Matthew 24 in the IRVB

Matthew 24 in the IRVG

Matthew 24 in the IRVH

Matthew 24 in the IRVK

Matthew 24 in the IRVM

Matthew 24 in the IRVM2

Matthew 24 in the IRVO

Matthew 24 in the IRVP

Matthew 24 in the IRVT

Matthew 24 in the IRVT2

Matthew 24 in the IRVU

Matthew 24 in the ISVN

Matthew 24 in the JSNT

Matthew 24 in the KAPI

Matthew 24 in the KBT1ETNIK

Matthew 24 in the KBV

Matthew 24 in the KJV

Matthew 24 in the KNFD

Matthew 24 in the LBA

Matthew 24 in the LBLA

Matthew 24 in the LNT

Matthew 24 in the LSV

Matthew 24 in the MAAL

Matthew 24 in the MBV

Matthew 24 in the MBV2

Matthew 24 in the MHNT

Matthew 24 in the MKNFD

Matthew 24 in the MNG

Matthew 24 in the MNT

Matthew 24 in the MNT2

Matthew 24 in the MRS1T

Matthew 24 in the NAA

Matthew 24 in the NASB

Matthew 24 in the NBLA

Matthew 24 in the NBS

Matthew 24 in the NBVTP

Matthew 24 in the NET2

Matthew 24 in the NIV11

Matthew 24 in the NNT

Matthew 24 in the NNT2

Matthew 24 in the NNT3

Matthew 24 in the PDDPT

Matthew 24 in the PFNT

Matthew 24 in the RMNT

Matthew 24 in the SBIAS

Matthew 24 in the SBIBS

Matthew 24 in the SBIBS2

Matthew 24 in the SBICS

Matthew 24 in the SBIDS

Matthew 24 in the SBIGS

Matthew 24 in the SBIHS

Matthew 24 in the SBIIS

Matthew 24 in the SBIIS2

Matthew 24 in the SBIIS3

Matthew 24 in the SBIKS

Matthew 24 in the SBIKS2

Matthew 24 in the SBIMS

Matthew 24 in the SBIOS

Matthew 24 in the SBIPS

Matthew 24 in the SBISS

Matthew 24 in the SBITS

Matthew 24 in the SBITS2

Matthew 24 in the SBITS3

Matthew 24 in the SBITS4

Matthew 24 in the SBIUS

Matthew 24 in the SBIVS

Matthew 24 in the SBT

Matthew 24 in the SBT1E

Matthew 24 in the SCHL

Matthew 24 in the SNT

Matthew 24 in the SUSU

Matthew 24 in the SUSU2

Matthew 24 in the SYNO

Matthew 24 in the TBIAOTANT

Matthew 24 in the TBT1E

Matthew 24 in the TBT1E2

Matthew 24 in the TFTIP

Matthew 24 in the TFTU

Matthew 24 in the THAI

Matthew 24 in the TNFD

Matthew 24 in the TNT

Matthew 24 in the TNTIK

Matthew 24 in the TNTIL

Matthew 24 in the TNTIN

Matthew 24 in the TNTIP

Matthew 24 in the TNTIZ

Matthew 24 in the TOMA

Matthew 24 in the TTENT

Matthew 24 in the UBG

Matthew 24 in the UGV

Matthew 24 in the UGV2

Matthew 24 in the UGV3

Matthew 24 in the VBL

Matthew 24 in the VDCC

Matthew 24 in the YALU

Matthew 24 in the YAPE

Matthew 24 in the YBVTP

Matthew 24 in the ZBP