Colossians 3 (TGNTATF3T)
1 Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος· 2 τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς, 3 ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. 4 Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. 5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία· 6 δι᾿ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, 7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν αὐτοῖς. 8 Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα—ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν—ἐκ τοῦ στόματος ὑμῶν. 9 Μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ 10 καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾿ εἰκόνα τοῦ κτίσαντος αὐτόν, 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός. 12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν· 13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν—καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς· 14 ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶν σύνδεσμος τῆς τελειότητος. 15 Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. 16 Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ. 17 Καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι᾿ αὐτοῦ. 18 Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ. 19 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. 20 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. 21 Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. 22 Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλίαις ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾿ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν. 23 Καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις, 24 εἰδότες ὅτι ἀπὸ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε. 25 (Ὁ δὲ ἀδικῶν κομιεῖται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωποληψία.)
In Other Versions
Colossians 3 in the ANGEFD
Colossians 3 in the ANTPNG2D
Colossians 3 in the AS21
Colossians 3 in the BAGH
Colossians 3 in the BBPNG
Colossians 3 in the BBT1E
Colossians 3 in the BDS
Colossians 3 in the BEV
Colossians 3 in the BHAD
Colossians 3 in the BIB
Colossians 3 in the BLPT
Colossians 3 in the BNT
Colossians 3 in the BNTABOOT
Colossians 3 in the BNTLV
Colossians 3 in the BOATCB
Colossians 3 in the BOATCB2
Colossians 3 in the BOBCV
Colossians 3 in the BOCNT
Colossians 3 in the BOECS
Colossians 3 in the BOGWICC
Colossians 3 in the BOHCB
Colossians 3 in the BOHCV
Colossians 3 in the BOHLNT
Colossians 3 in the BOHNTLTAL
Colossians 3 in the BOICB
Colossians 3 in the BOILNTAP
Colossians 3 in the BOITCV
Colossians 3 in the BOKCV
Colossians 3 in the BOKCV2
Colossians 3 in the BOKHWOG
Colossians 3 in the BOKSSV
Colossians 3 in the BOLCB
Colossians 3 in the BOLCB2
Colossians 3 in the BOMCV
Colossians 3 in the BONAV
Colossians 3 in the BONCB
Colossians 3 in the BONLT
Colossians 3 in the BONUT2
Colossians 3 in the BOPLNT
Colossians 3 in the BOSCB
Colossians 3 in the BOSNC
Colossians 3 in the BOTLNT
Colossians 3 in the BOVCB
Colossians 3 in the BOYCB
Colossians 3 in the BPBB
Colossians 3 in the BPH
Colossians 3 in the BSB
Colossians 3 in the CCB
Colossians 3 in the CUV
Colossians 3 in the CUVS
Colossians 3 in the DBT
Colossians 3 in the DGDNT
Colossians 3 in the DHNT
Colossians 3 in the DNT
Colossians 3 in the ELBE
Colossians 3 in the EMTV
Colossians 3 in the ESV
Colossians 3 in the FBV
Colossians 3 in the FEB
Colossians 3 in the GGMNT
Colossians 3 in the GNT
Colossians 3 in the HARY
Colossians 3 in the HNT
Colossians 3 in the IRVA
Colossians 3 in the IRVB
Colossians 3 in the IRVG
Colossians 3 in the IRVH
Colossians 3 in the IRVK
Colossians 3 in the IRVM
Colossians 3 in the IRVM2
Colossians 3 in the IRVO
Colossians 3 in the IRVP
Colossians 3 in the IRVT
Colossians 3 in the IRVT2
Colossians 3 in the IRVU
Colossians 3 in the ISVN
Colossians 3 in the JSNT
Colossians 3 in the KAPI
Colossians 3 in the KBT1ETNIK
Colossians 3 in the KBV
Colossians 3 in the KJV
Colossians 3 in the KNFD
Colossians 3 in the LBA
Colossians 3 in the LBLA
Colossians 3 in the LNT
Colossians 3 in the LSV
Colossians 3 in the MAAL
Colossians 3 in the MBV
Colossians 3 in the MBV2
Colossians 3 in the MHNT
Colossians 3 in the MKNFD
Colossians 3 in the MNG
Colossians 3 in the MNT
Colossians 3 in the MNT2
Colossians 3 in the MRS1T
Colossians 3 in the NAA
Colossians 3 in the NASB
Colossians 3 in the NBLA
Colossians 3 in the NBS
Colossians 3 in the NBVTP
Colossians 3 in the NET2
Colossians 3 in the NIV11
Colossians 3 in the NNT
Colossians 3 in the NNT2
Colossians 3 in the NNT3
Colossians 3 in the PDDPT
Colossians 3 in the PFNT
Colossians 3 in the RMNT
Colossians 3 in the SBIAS
Colossians 3 in the SBIBS
Colossians 3 in the SBIBS2
Colossians 3 in the SBICS
Colossians 3 in the SBIDS
Colossians 3 in the SBIGS
Colossians 3 in the SBIHS
Colossians 3 in the SBIIS
Colossians 3 in the SBIIS2
Colossians 3 in the SBIIS3
Colossians 3 in the SBIKS
Colossians 3 in the SBIKS2
Colossians 3 in the SBIMS
Colossians 3 in the SBIOS
Colossians 3 in the SBIPS
Colossians 3 in the SBISS
Colossians 3 in the SBITS
Colossians 3 in the SBITS2
Colossians 3 in the SBITS3
Colossians 3 in the SBITS4
Colossians 3 in the SBIUS
Colossians 3 in the SBIVS
Colossians 3 in the SBT
Colossians 3 in the SBT1E
Colossians 3 in the SCHL
Colossians 3 in the SNT
Colossians 3 in the SUSU
Colossians 3 in the SUSU2
Colossians 3 in the SYNO
Colossians 3 in the TBIAOTANT
Colossians 3 in the TBT1E
Colossians 3 in the TBT1E2
Colossians 3 in the TFTIP
Colossians 3 in the TFTU
Colossians 3 in the THAI
Colossians 3 in the TNFD
Colossians 3 in the TNT
Colossians 3 in the TNTIK
Colossians 3 in the TNTIL
Colossians 3 in the TNTIN
Colossians 3 in the TNTIP
Colossians 3 in the TNTIZ
Colossians 3 in the TOMA
Colossians 3 in the TTENT
Colossians 3 in the UBG
Colossians 3 in the UGV
Colossians 3 in the UGV2
Colossians 3 in the UGV3
Colossians 3 in the VBL
Colossians 3 in the VDCC
Colossians 3 in the YALU
Colossians 3 in the YAPE
Colossians 3 in the YBVTP
Colossians 3 in the ZBP