John 10 (TGNTATF3T)

1 »Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής. 2 Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. 3 Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει· καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. 4 Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ. 5 Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν.» 6 Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. 7 Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 8 Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9 Ἐγώ εἰμι ἡ θύρα. Δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. 10 Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν, καὶ περισσὸν ἔχωσιν. 11 »Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. 12 Ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. 13 Ὁ δὲ μισθωτὸς φεύγει ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 »Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. 15 Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. 17 »Διὰ τοῦτο ὁ Πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ἵνα πάλιν λάβω αὐτήν. 18 Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾿ ἐμοῦ, ἀλλ᾿ ἐγὼ τίθημι αὐτὴν ἀπ᾿ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου.» 19 Σχίσμα οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20 Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· «Δαιμόνιον ἔχει καὶ μαίνεται. Τί αὐτοῦ ἀκούετε;» 21 Ἄλλοι ἔλεγον· «Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου. Μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν;» 22 Ἐγένετο δὲ τὰ Ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν. 23 Καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, ἐν τῇ Στοᾷ Σολομῶνος. 24 Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· «Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.» 25 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· «Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου—ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ. 26 Ἀλλ᾿ ὑμεῖς οὐ πιστεύετε, οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν. 27 Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι. 28 Κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα· καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 Ὁ Πατήρ μου, ὃς δέδωκέν μοι, μείζων πάντων ἐστίν· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. 30 Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» 31 Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· «Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ Πατρός μου. Διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με;» 33 Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες, «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας· καὶ ὅτι σύ, ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν.» 34 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· «Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ‹Ἐγὼ εἶπα, θεοί ἐστε›; 35 Εἰ ἐκείνους εἶπεν θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο—καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή— 36 ὃν ὁ Πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι ‹Βλασφημεῖς,› ὅτι εἶπον, ‹Υἱὸς τοῦ Θεοῦ εἰμι›; 37 Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. 38 Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ Πατήρ, κἀγὼ ἐν αὐτῷ.» 39 Ἐζήτουν οὖν πάλιν πιάσαι αὐτόν, καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν. 40 Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου, εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων· καὶ ἔμεινεν ἐκεῖ. 41 Καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι «Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν.» 42 Καὶ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.

In Other Versions

John 10 in the ANGEFD

John 10 in the ANTPNG2D

John 10 in the AS21

John 10 in the BAGH

John 10 in the BBPNG

John 10 in the BBT1E

John 10 in the BDS

John 10 in the BEV

John 10 in the BHAD

John 10 in the BIB

John 10 in the BLPT

John 10 in the BNT

John 10 in the BNTABOOT

John 10 in the BNTLV

John 10 in the BOATCB

John 10 in the BOATCB2

John 10 in the BOBCV

John 10 in the BOCNT

John 10 in the BOECS

John 10 in the BOGWICC

John 10 in the BOHCB

John 10 in the BOHCV

John 10 in the BOHLNT

John 10 in the BOHNTLTAL

John 10 in the BOICB

John 10 in the BOILNTAP

John 10 in the BOITCV

John 10 in the BOKCV

John 10 in the BOKCV2

John 10 in the BOKHWOG

John 10 in the BOKSSV

John 10 in the BOLCB

John 10 in the BOLCB2

John 10 in the BOMCV

John 10 in the BONAV

John 10 in the BONCB

John 10 in the BONLT

John 10 in the BONUT2

John 10 in the BOPLNT

John 10 in the BOSCB

John 10 in the BOSNC

John 10 in the BOTLNT

John 10 in the BOVCB

John 10 in the BOYCB

John 10 in the BPBB

John 10 in the BPH

John 10 in the BSB

John 10 in the CCB

John 10 in the CUV

John 10 in the CUVS

John 10 in the DBT

John 10 in the DGDNT

John 10 in the DHNT

John 10 in the DNT

John 10 in the ELBE

John 10 in the EMTV

John 10 in the ESV

John 10 in the FBV

John 10 in the FEB

John 10 in the GGMNT

John 10 in the GNT

John 10 in the HARY

John 10 in the HNT

John 10 in the IRVA

John 10 in the IRVB

John 10 in the IRVG

John 10 in the IRVH

John 10 in the IRVK

John 10 in the IRVM

John 10 in the IRVM2

John 10 in the IRVO

John 10 in the IRVP

John 10 in the IRVT

John 10 in the IRVT2

John 10 in the IRVU

John 10 in the ISVN

John 10 in the JSNT

John 10 in the KAPI

John 10 in the KBT1ETNIK

John 10 in the KBV

John 10 in the KJV

John 10 in the KNFD

John 10 in the LBA

John 10 in the LBLA

John 10 in the LNT

John 10 in the LSV

John 10 in the MAAL

John 10 in the MBV

John 10 in the MBV2

John 10 in the MHNT

John 10 in the MKNFD

John 10 in the MNG

John 10 in the MNT

John 10 in the MNT2

John 10 in the MRS1T

John 10 in the NAA

John 10 in the NASB

John 10 in the NBLA

John 10 in the NBS

John 10 in the NBVTP

John 10 in the NET2

John 10 in the NIV11

John 10 in the NNT

John 10 in the NNT2

John 10 in the NNT3

John 10 in the PDDPT

John 10 in the PFNT

John 10 in the RMNT

John 10 in the SBIAS

John 10 in the SBIBS

John 10 in the SBIBS2

John 10 in the SBICS

John 10 in the SBIDS

John 10 in the SBIGS

John 10 in the SBIHS

John 10 in the SBIIS

John 10 in the SBIIS2

John 10 in the SBIIS3

John 10 in the SBIKS

John 10 in the SBIKS2

John 10 in the SBIMS

John 10 in the SBIOS

John 10 in the SBIPS

John 10 in the SBISS

John 10 in the SBITS

John 10 in the SBITS2

John 10 in the SBITS3

John 10 in the SBITS4

John 10 in the SBIUS

John 10 in the SBIVS

John 10 in the SBT

John 10 in the SBT1E

John 10 in the SCHL

John 10 in the SNT

John 10 in the SUSU

John 10 in the SUSU2

John 10 in the SYNO

John 10 in the TBIAOTANT

John 10 in the TBT1E

John 10 in the TBT1E2

John 10 in the TFTIP

John 10 in the TFTU

John 10 in the THAI

John 10 in the TNFD

John 10 in the TNT

John 10 in the TNTIK

John 10 in the TNTIL

John 10 in the TNTIN

John 10 in the TNTIP

John 10 in the TNTIZ

John 10 in the TOMA

John 10 in the TTENT

John 10 in the UBG

John 10 in the UGV

John 10 in the UGV2

John 10 in the UGV3

John 10 in the VBL

John 10 in the VDCC

John 10 in the YALU

John 10 in the YAPE

John 10 in the YBVTP

John 10 in the ZBP