John 13 (TGNTATF3T)

1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. 2 Καὶ δείπνου γενομένου (τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ), 3 εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν Θεὸν ὑπάγει, 4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. 5 Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. 6 Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· καὶ λέγει αὐτῷ ἐκεῖνος, «Κύριε, σύ μου νίπτεις τοὺς πόδας;» 7 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, «Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.» 8 Λέγει αὐτῷ Πέτρος, «Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα.» Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, «Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾿ ἐμοῦ.» 9 Λέγει αὐτῷ Σίμων Πέτρος, «Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.» 10 Λέγει αὐτῷ ὁ Ἰησοῦς, «Ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ᾿ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾿ οὐχὶ πάντες.» 11 (ᾜδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν, «Οὐχὶ πάντες καθαροί ἐστε.») 12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς· «Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 Ὑμεῖς φωνεῖτέ με ‹Ὁ Διδάσκαλος,› καὶ ‹Ὁ Κύριος,› καὶ καλῶς λέγετε, εἰμὶ γάρ. 14 Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. 15 Ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε. 16 »Ἀμήν, ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. 18 »Οὐ περὶ πάντων ὑμῶν λέγω—ἐγὼ οἶδα οὓς ἐξελεξάμην. Ἀλλ᾿ ἵνα ἡ Γραφὴ πληρωθῇ· ‹Ὁ τρώγων μετ᾿ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ᾿ ἐμὲ τὴν πτέρναν αὐτοῦ.› 19 Ἀπ᾿ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι. 20 Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἐάν τινα πέμψω ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.» 21 Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν, «Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.» 22 Ἔβλεπον δὲ πρὸς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει. 23 Ἦν δὲ ἀνακείμενος εἷς τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς. 24 Νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει. 25 Ἐπιπεσὼν δὲ ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λέγει αὐτῷ, «Κύριε, τίς ἐστιν;» 26 Ἀποκρίνεται ὁ Ἰησοῦς, «Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω.» Καὶ ἐμβάψας τὸ ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ. 27 Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς, «Ὃ ποιεῖς, ποίησον τάχιον.» 28 (Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ. 29 Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς, «Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν,» ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.) 30 Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος, εὐθέως ἐξῆλθεν. Ἦν δὲ νύξ. 31 Ὅτε ἐξῆλθεν, λέγει ὁ Ἰησοῦς· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ Ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ. 32 Εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. 33 »Τεκνία, ἔτι μικρὸν μεθ᾿ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ‹Ὅπου ὑπάγω ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν,› καὶ ὑμῖν λέγω ἄρτι. 34 »Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς—ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35 Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.» 36 Λέγει αὐτῷ Σίμων Πέτρος, «Κύριε, ποῦ ὑπάγεις;» Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, «Ὅπου ἐγὼ ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ὕστερον δὲ ἀκολουθήσεις μοι.» 37 Λέγει αὐτῷ Πέτρος· «Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.» 38 Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· «Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμήν, ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀπαρνήσῃ με τρίς.

In Other Versions

John 13 in the ANGEFD

John 13 in the ANTPNG2D

John 13 in the AS21

John 13 in the BAGH

John 13 in the BBPNG

John 13 in the BBT1E

John 13 in the BDS

John 13 in the BEV

John 13 in the BHAD

John 13 in the BIB

John 13 in the BLPT

John 13 in the BNT

John 13 in the BNTABOOT

John 13 in the BNTLV

John 13 in the BOATCB

John 13 in the BOATCB2

John 13 in the BOBCV

John 13 in the BOCNT

John 13 in the BOECS

John 13 in the BOGWICC

John 13 in the BOHCB

John 13 in the BOHCV

John 13 in the BOHLNT

John 13 in the BOHNTLTAL

John 13 in the BOICB

John 13 in the BOILNTAP

John 13 in the BOITCV

John 13 in the BOKCV

John 13 in the BOKCV2

John 13 in the BOKHWOG

John 13 in the BOKSSV

John 13 in the BOLCB

John 13 in the BOLCB2

John 13 in the BOMCV

John 13 in the BONAV

John 13 in the BONCB

John 13 in the BONLT

John 13 in the BONUT2

John 13 in the BOPLNT

John 13 in the BOSCB

John 13 in the BOSNC

John 13 in the BOTLNT

John 13 in the BOVCB

John 13 in the BOYCB

John 13 in the BPBB

John 13 in the BPH

John 13 in the BSB

John 13 in the CCB

John 13 in the CUV

John 13 in the CUVS

John 13 in the DBT

John 13 in the DGDNT

John 13 in the DHNT

John 13 in the DNT

John 13 in the ELBE

John 13 in the EMTV

John 13 in the ESV

John 13 in the FBV

John 13 in the FEB

John 13 in the GGMNT

John 13 in the GNT

John 13 in the HARY

John 13 in the HNT

John 13 in the IRVA

John 13 in the IRVB

John 13 in the IRVG

John 13 in the IRVH

John 13 in the IRVK

John 13 in the IRVM

John 13 in the IRVM2

John 13 in the IRVO

John 13 in the IRVP

John 13 in the IRVT

John 13 in the IRVT2

John 13 in the IRVU

John 13 in the ISVN

John 13 in the JSNT

John 13 in the KAPI

John 13 in the KBT1ETNIK

John 13 in the KBV

John 13 in the KJV

John 13 in the KNFD

John 13 in the LBA

John 13 in the LBLA

John 13 in the LNT

John 13 in the LSV

John 13 in the MAAL

John 13 in the MBV

John 13 in the MBV2

John 13 in the MHNT

John 13 in the MKNFD

John 13 in the MNG

John 13 in the MNT

John 13 in the MNT2

John 13 in the MRS1T

John 13 in the NAA

John 13 in the NASB

John 13 in the NBLA

John 13 in the NBS

John 13 in the NBVTP

John 13 in the NET2

John 13 in the NIV11

John 13 in the NNT

John 13 in the NNT2

John 13 in the NNT3

John 13 in the PDDPT

John 13 in the PFNT

John 13 in the RMNT

John 13 in the SBIAS

John 13 in the SBIBS

John 13 in the SBIBS2

John 13 in the SBICS

John 13 in the SBIDS

John 13 in the SBIGS

John 13 in the SBIHS

John 13 in the SBIIS

John 13 in the SBIIS2

John 13 in the SBIIS3

John 13 in the SBIKS

John 13 in the SBIKS2

John 13 in the SBIMS

John 13 in the SBIOS

John 13 in the SBIPS

John 13 in the SBISS

John 13 in the SBITS

John 13 in the SBITS2

John 13 in the SBITS3

John 13 in the SBITS4

John 13 in the SBIUS

John 13 in the SBIVS

John 13 in the SBT

John 13 in the SBT1E

John 13 in the SCHL

John 13 in the SNT

John 13 in the SUSU

John 13 in the SUSU2

John 13 in the SYNO

John 13 in the TBIAOTANT

John 13 in the TBT1E

John 13 in the TBT1E2

John 13 in the TFTIP

John 13 in the TFTU

John 13 in the THAI

John 13 in the TNFD

John 13 in the TNT

John 13 in the TNTIK

John 13 in the TNTIL

John 13 in the TNTIN

John 13 in the TNTIP

John 13 in the TNTIZ

John 13 in the TOMA

John 13 in the TTENT

John 13 in the UBG

John 13 in the UGV

John 13 in the UGV2

John 13 in the UGV3

John 13 in the VBL

John 13 in the VDCC

John 13 in the YALU

John 13 in the YAPE

John 13 in the YBVTP

John 13 in the ZBP