Luke 12 (TGNTATF3T)

1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· «Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις. 2 Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. 3 Ἀνθ᾿ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων. 4 »Λέγω δὲ ὑμῖν, τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. 5 Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε—φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἐξουσίαν ἔχοντα ἐμβαλεῖν εἰς τὴν Γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. 6 Οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ. 7 Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ οὖν φοβεῖσθε· πολλῶ στρουθίων διαφέρετε. 8 »Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ. 9 Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. 10 Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. 11 Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσεσθε, ἢ τί εἴπητε. 12 Τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.» 13 Εἶπεν δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου, «Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾿ ἐμοῦ τὴν κληρονομίαν.» 14 Ὁ δὲ εἶπεν αὐτῷ, «Ἄνθρωπε, τίς με κατέστησεν δικαστὴν ἢ μεριστὴν ἐφ᾿ ὑμᾶς;» 15 Εἶπεν δὲ πρὸς αὐτούς, «Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ τῆς πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.» 16 Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· «Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. 17 Καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων, ‹Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;› 18 Καὶ εἶπεν· ‹Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου. 19 Καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.› 20 Εἶπεν δὲ αὐτῷ ὁ Θεός· ‹Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;› 21 Οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς Θεὸν πλουτῶν.» 22 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· «Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε· μηδὲ τῷ σώματι, τί ἐνδύσεσθε. 23 Ἡ ψυχὴ πλείων ἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος. 24 Κατανοήσατε τοὺς κόρακας· ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς. Πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; 25 Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 26 Εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27 »Κατανοήσατε τὰ κρίνα, πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28 Εἰ δὲ τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 29 Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε ἢ τί πίητε, καὶ μὴ μετεωρίζεσθε. 30 Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ, ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. 31 Πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. 32 »Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ Πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33 Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει. 34 Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. 35 »Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, 36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. 37 Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38 Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. 39 Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν ἀφῆκεν διορυγῆναι τὸν οἶκον αὐτοῦ. 40 Καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.» 41 Εἶπεν δὲ αὐτῷ ὁ Πέτρος, «Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας;» 42 Εἶπεν δὲ ὁ Κύριος· «Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον; 43 Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. 44 Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45 Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, ‹Χρονίζει ὁ κύριός μου ἔρχεσθαι,› καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, 46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. 47 »Ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς. 48 Ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾿ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν. 49 »Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; 50 Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ. 51 Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἢ διαμερισμόν. 52 Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι· τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν. 53 Διαμερισθήσεται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατρὶ καὶ θυγάτηρ ἐπὶ μητρί, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.» 54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· «Ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, ‹Ὄμβρος ἔρχεται,› καὶ γίνεται οὕτως. 55 Καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι ‹Καύσων ἔσται,› καὶ γίνεται. 56 Ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε; 57 Τί δέ, καὶ ἀφ᾿ ἑαυτῶν, οὐ κρίνετε τὸ δίκαιον; 58 »Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾿ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾿ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ βάλῃ σε εἰς φυλακήν. 59 Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.»

In Other Versions

Luke 12 in the ANGEFD

Luke 12 in the ANTPNG2D

Luke 12 in the AS21

Luke 12 in the BAGH

Luke 12 in the BBPNG

Luke 12 in the BBT1E

Luke 12 in the BDS

Luke 12 in the BEV

Luke 12 in the BHAD

Luke 12 in the BIB

Luke 12 in the BLPT

Luke 12 in the BNT

Luke 12 in the BNTABOOT

Luke 12 in the BNTLV

Luke 12 in the BOATCB

Luke 12 in the BOATCB2

Luke 12 in the BOBCV

Luke 12 in the BOCNT

Luke 12 in the BOECS

Luke 12 in the BOGWICC

Luke 12 in the BOHCB

Luke 12 in the BOHCV

Luke 12 in the BOHLNT

Luke 12 in the BOHNTLTAL

Luke 12 in the BOICB

Luke 12 in the BOILNTAP

Luke 12 in the BOITCV

Luke 12 in the BOKCV

Luke 12 in the BOKCV2

Luke 12 in the BOKHWOG

Luke 12 in the BOKSSV

Luke 12 in the BOLCB

Luke 12 in the BOLCB2

Luke 12 in the BOMCV

Luke 12 in the BONAV

Luke 12 in the BONCB

Luke 12 in the BONLT

Luke 12 in the BONUT2

Luke 12 in the BOPLNT

Luke 12 in the BOSCB

Luke 12 in the BOSNC

Luke 12 in the BOTLNT

Luke 12 in the BOVCB

Luke 12 in the BOYCB

Luke 12 in the BPBB

Luke 12 in the BPH

Luke 12 in the BSB

Luke 12 in the CCB

Luke 12 in the CUV

Luke 12 in the CUVS

Luke 12 in the DBT

Luke 12 in the DGDNT

Luke 12 in the DHNT

Luke 12 in the DNT

Luke 12 in the ELBE

Luke 12 in the EMTV

Luke 12 in the ESV

Luke 12 in the FBV

Luke 12 in the FEB

Luke 12 in the GGMNT

Luke 12 in the GNT

Luke 12 in the HARY

Luke 12 in the HNT

Luke 12 in the IRVA

Luke 12 in the IRVB

Luke 12 in the IRVG

Luke 12 in the IRVH

Luke 12 in the IRVK

Luke 12 in the IRVM

Luke 12 in the IRVM2

Luke 12 in the IRVO

Luke 12 in the IRVP

Luke 12 in the IRVT

Luke 12 in the IRVT2

Luke 12 in the IRVU

Luke 12 in the ISVN

Luke 12 in the JSNT

Luke 12 in the KAPI

Luke 12 in the KBT1ETNIK

Luke 12 in the KBV

Luke 12 in the KJV

Luke 12 in the KNFD

Luke 12 in the LBA

Luke 12 in the LBLA

Luke 12 in the LNT

Luke 12 in the LSV

Luke 12 in the MAAL

Luke 12 in the MBV

Luke 12 in the MBV2

Luke 12 in the MHNT

Luke 12 in the MKNFD

Luke 12 in the MNG

Luke 12 in the MNT

Luke 12 in the MNT2

Luke 12 in the MRS1T

Luke 12 in the NAA

Luke 12 in the NASB

Luke 12 in the NBLA

Luke 12 in the NBS

Luke 12 in the NBVTP

Luke 12 in the NET2

Luke 12 in the NIV11

Luke 12 in the NNT

Luke 12 in the NNT2

Luke 12 in the NNT3

Luke 12 in the PDDPT

Luke 12 in the PFNT

Luke 12 in the RMNT

Luke 12 in the SBIAS

Luke 12 in the SBIBS

Luke 12 in the SBIBS2

Luke 12 in the SBICS

Luke 12 in the SBIDS

Luke 12 in the SBIGS

Luke 12 in the SBIHS

Luke 12 in the SBIIS

Luke 12 in the SBIIS2

Luke 12 in the SBIIS3

Luke 12 in the SBIKS

Luke 12 in the SBIKS2

Luke 12 in the SBIMS

Luke 12 in the SBIOS

Luke 12 in the SBIPS

Luke 12 in the SBISS

Luke 12 in the SBITS

Luke 12 in the SBITS2

Luke 12 in the SBITS3

Luke 12 in the SBITS4

Luke 12 in the SBIUS

Luke 12 in the SBIVS

Luke 12 in the SBT

Luke 12 in the SBT1E

Luke 12 in the SCHL

Luke 12 in the SNT

Luke 12 in the SUSU

Luke 12 in the SUSU2

Luke 12 in the SYNO

Luke 12 in the TBIAOTANT

Luke 12 in the TBT1E

Luke 12 in the TBT1E2

Luke 12 in the TFTIP

Luke 12 in the TFTU

Luke 12 in the THAI

Luke 12 in the TNFD

Luke 12 in the TNT

Luke 12 in the TNTIK

Luke 12 in the TNTIL

Luke 12 in the TNTIN

Luke 12 in the TNTIP

Luke 12 in the TNTIZ

Luke 12 in the TOMA

Luke 12 in the TTENT

Luke 12 in the UBG

Luke 12 in the UGV

Luke 12 in the UGV2

Luke 12 in the UGV3

Luke 12 in the VBL

Luke 12 in the VDCC

Luke 12 in the YALU

Luke 12 in the YAPE

Luke 12 in the YBVTP

Luke 12 in the ZBP