Matthew 15 (TGNTATF3T)

1 Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες· 2 «Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν.» 3 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; 4 Ὁ γὰρ Θεὸς ἐνετείλατο, λέγων, ‹Τίμα τὸν πατέρα καὶ τὴν μητέρα,› καὶ ‹Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω.› 5 Ὑμεῖς δὲ λέγετε· ‹Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, «Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς»— 6 καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα.› Καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. 7 Ὑποκριταί, καλῶς προεφήτευσεν περὶ ὑμῶν Ἡσαΐας, λέγων· 8 ‹Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ. 9 Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.› » 10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· «Ἀκούετε καὶ συνίετε. 11 Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος—τοῦτο κοινοῖ τὸν ἄνθρωπον.» 12 Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ, «Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;» 13 Ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. 14 Ἄφετε αὐτούς. Ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται.» 15 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, «Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην.» 16 Ὁ δὲ Ἰησοῦς εἶπεν· «Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 17 Οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; 18 Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται· κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19 Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. 20 Ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.» 21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22 Καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ, λέγουσα· «Ἐλέησόν με, Κύριε, Υἱὲ Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.» 23 Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτόν, λέγοντες, «Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.» 24 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» 25 Ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα, «Κύριε, βοήθει μοι.» 26 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, «Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.» 27 Ἡ δὲ εἶπεν, «Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.» 28 Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· «Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Γενηθήτω σοι ὡς θέλεις.» Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης. 29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. 30 Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ᾿ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐθεράπευσεν αὐτούς· 31 ὥστε τοὺς ὄχλους θαυμάσαι—βλέποντας κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας—καὶ ἐδόξαζον τὸν Θεὸν Ἰσραήλ. 32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· «Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.» 33 Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, «Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον;» 34 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Πόσους ἄρτους ἔχετε;» Οἱ δὲ εἶπον, «Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.» 35 Καὶ ἐκέλευσεν τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν. 36 Καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασεν, καὶ ἔδωκεν τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τῷ ὄχλῳ. 37 Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν. Καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, ἑπτὰ σπυρίδας πλήρεις. 38 Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων. 39 Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.

In Other Versions

Matthew 15 in the ANGEFD

Matthew 15 in the ANTPNG2D

Matthew 15 in the AS21

Matthew 15 in the BAGH

Matthew 15 in the BBPNG

Matthew 15 in the BBT1E

Matthew 15 in the BDS

Matthew 15 in the BEV

Matthew 15 in the BHAD

Matthew 15 in the BIB

Matthew 15 in the BLPT

Matthew 15 in the BNT

Matthew 15 in the BNTABOOT

Matthew 15 in the BNTLV

Matthew 15 in the BOATCB

Matthew 15 in the BOATCB2

Matthew 15 in the BOBCV

Matthew 15 in the BOCNT

Matthew 15 in the BOECS

Matthew 15 in the BOGWICC

Matthew 15 in the BOHCB

Matthew 15 in the BOHCV

Matthew 15 in the BOHLNT

Matthew 15 in the BOHNTLTAL

Matthew 15 in the BOICB

Matthew 15 in the BOILNTAP

Matthew 15 in the BOITCV

Matthew 15 in the BOKCV

Matthew 15 in the BOKCV2

Matthew 15 in the BOKHWOG

Matthew 15 in the BOKSSV

Matthew 15 in the BOLCB

Matthew 15 in the BOLCB2

Matthew 15 in the BOMCV

Matthew 15 in the BONAV

Matthew 15 in the BONCB

Matthew 15 in the BONLT

Matthew 15 in the BONUT2

Matthew 15 in the BOPLNT

Matthew 15 in the BOSCB

Matthew 15 in the BOSNC

Matthew 15 in the BOTLNT

Matthew 15 in the BOVCB

Matthew 15 in the BOYCB

Matthew 15 in the BPBB

Matthew 15 in the BPH

Matthew 15 in the BSB

Matthew 15 in the CCB

Matthew 15 in the CUV

Matthew 15 in the CUVS

Matthew 15 in the DBT

Matthew 15 in the DGDNT

Matthew 15 in the DHNT

Matthew 15 in the DNT

Matthew 15 in the ELBE

Matthew 15 in the EMTV

Matthew 15 in the ESV

Matthew 15 in the FBV

Matthew 15 in the FEB

Matthew 15 in the GGMNT

Matthew 15 in the GNT

Matthew 15 in the HARY

Matthew 15 in the HNT

Matthew 15 in the IRVA

Matthew 15 in the IRVB

Matthew 15 in the IRVG

Matthew 15 in the IRVH

Matthew 15 in the IRVK

Matthew 15 in the IRVM

Matthew 15 in the IRVM2

Matthew 15 in the IRVO

Matthew 15 in the IRVP

Matthew 15 in the IRVT

Matthew 15 in the IRVT2

Matthew 15 in the IRVU

Matthew 15 in the ISVN

Matthew 15 in the JSNT

Matthew 15 in the KAPI

Matthew 15 in the KBT1ETNIK

Matthew 15 in the KBV

Matthew 15 in the KJV

Matthew 15 in the KNFD

Matthew 15 in the LBA

Matthew 15 in the LBLA

Matthew 15 in the LNT

Matthew 15 in the LSV

Matthew 15 in the MAAL

Matthew 15 in the MBV

Matthew 15 in the MBV2

Matthew 15 in the MHNT

Matthew 15 in the MKNFD

Matthew 15 in the MNG

Matthew 15 in the MNT

Matthew 15 in the MNT2

Matthew 15 in the MRS1T

Matthew 15 in the NAA

Matthew 15 in the NASB

Matthew 15 in the NBLA

Matthew 15 in the NBS

Matthew 15 in the NBVTP

Matthew 15 in the NET2

Matthew 15 in the NIV11

Matthew 15 in the NNT

Matthew 15 in the NNT2

Matthew 15 in the NNT3

Matthew 15 in the PDDPT

Matthew 15 in the PFNT

Matthew 15 in the RMNT

Matthew 15 in the SBIAS

Matthew 15 in the SBIBS

Matthew 15 in the SBIBS2

Matthew 15 in the SBICS

Matthew 15 in the SBIDS

Matthew 15 in the SBIGS

Matthew 15 in the SBIHS

Matthew 15 in the SBIIS

Matthew 15 in the SBIIS2

Matthew 15 in the SBIIS3

Matthew 15 in the SBIKS

Matthew 15 in the SBIKS2

Matthew 15 in the SBIMS

Matthew 15 in the SBIOS

Matthew 15 in the SBIPS

Matthew 15 in the SBISS

Matthew 15 in the SBITS

Matthew 15 in the SBITS2

Matthew 15 in the SBITS3

Matthew 15 in the SBITS4

Matthew 15 in the SBIUS

Matthew 15 in the SBIVS

Matthew 15 in the SBT

Matthew 15 in the SBT1E

Matthew 15 in the SCHL

Matthew 15 in the SNT

Matthew 15 in the SUSU

Matthew 15 in the SUSU2

Matthew 15 in the SYNO

Matthew 15 in the TBIAOTANT

Matthew 15 in the TBT1E

Matthew 15 in the TBT1E2

Matthew 15 in the TFTIP

Matthew 15 in the TFTU

Matthew 15 in the THAI

Matthew 15 in the TNFD

Matthew 15 in the TNT

Matthew 15 in the TNTIK

Matthew 15 in the TNTIL

Matthew 15 in the TNTIN

Matthew 15 in the TNTIP

Matthew 15 in the TNTIZ

Matthew 15 in the TOMA

Matthew 15 in the TTENT

Matthew 15 in the UBG

Matthew 15 in the UGV

Matthew 15 in the UGV2

Matthew 15 in the UGV3

Matthew 15 in the VBL

Matthew 15 in the VDCC

Matthew 15 in the YALU

Matthew 15 in the YAPE

Matthew 15 in the YBVTP

Matthew 15 in the ZBP