Matthew 23 (TGNTATF3T)

1 Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ, 2 λέγων· «Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· 3 πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. 4 Δεσμεύουσιν γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων· τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. 5 »Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. Πλατύνουσιν δὲ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν· 6 φιλοῦσιν τε τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, 7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ‹Ῥαββί, Ῥαββί.› 8 »Ὑμεῖς δὲ μὴ κληθῆτε ‹Ῥαββί›· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, ὁ Χριστός, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. 9 Καὶ ‹πατέρα› μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. 10 Μηδὲ κληθῆτε καθηγηταί· εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής, ὁ Χριστός. 11 Ὁ δὲ μείζων ὑμῶν ἔστω ὑμῶν διάκονος. 12 Ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. 13 »Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι. Διὰ τοῦτο λήψεσθε περισσότερον κρῖμα. 14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. 15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν Γεέννης διπλότερον ὑμῶν. 16 »Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, ‹Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.› 17 Μωροὶ καὶ τυφλοί· τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν; 18 Καί, ‹Ὃς ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.› 19 Μωροὶ καὶ τυφλοί· τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; 20 Ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ, ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσιν τοῖς ἐπάνω αὐτοῦ. 21 Καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ, ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν. 22 Καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ, ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ. 23 »Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου· τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν. Ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. 24 Ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες. 25 »Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας. 26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν. 27 »Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. 28 Οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας. 29 »Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων· 30 καὶ λέγετε, ‹Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.› 31 Ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. 32 Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33 »Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς Γεέννης; 34 Διὰ τοῦτο, ἰδού· ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε· καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν 35 —ὅπως ἔλθῃ ἐφ᾿ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 Ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει πάντα ταῦτα ἐπὶ τὴν γενεὰν ταύτην. 37 »Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 38 Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. 39 Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾿ ἄρτι ἕως ἂν εἴπητε, ‹Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.› »

In Other Versions

Matthew 23 in the ANGEFD

Matthew 23 in the ANTPNG2D

Matthew 23 in the AS21

Matthew 23 in the BAGH

Matthew 23 in the BBPNG

Matthew 23 in the BBT1E

Matthew 23 in the BDS

Matthew 23 in the BEV

Matthew 23 in the BHAD

Matthew 23 in the BIB

Matthew 23 in the BLPT

Matthew 23 in the BNT

Matthew 23 in the BNTABOOT

Matthew 23 in the BNTLV

Matthew 23 in the BOATCB

Matthew 23 in the BOATCB2

Matthew 23 in the BOBCV

Matthew 23 in the BOCNT

Matthew 23 in the BOECS

Matthew 23 in the BOGWICC

Matthew 23 in the BOHCB

Matthew 23 in the BOHCV

Matthew 23 in the BOHLNT

Matthew 23 in the BOHNTLTAL

Matthew 23 in the BOICB

Matthew 23 in the BOILNTAP

Matthew 23 in the BOITCV

Matthew 23 in the BOKCV

Matthew 23 in the BOKCV2

Matthew 23 in the BOKHWOG

Matthew 23 in the BOKSSV

Matthew 23 in the BOLCB

Matthew 23 in the BOLCB2

Matthew 23 in the BOMCV

Matthew 23 in the BONAV

Matthew 23 in the BONCB

Matthew 23 in the BONLT

Matthew 23 in the BONUT2

Matthew 23 in the BOPLNT

Matthew 23 in the BOSCB

Matthew 23 in the BOSNC

Matthew 23 in the BOTLNT

Matthew 23 in the BOVCB

Matthew 23 in the BOYCB

Matthew 23 in the BPBB

Matthew 23 in the BPH

Matthew 23 in the BSB

Matthew 23 in the CCB

Matthew 23 in the CUV

Matthew 23 in the CUVS

Matthew 23 in the DBT

Matthew 23 in the DGDNT

Matthew 23 in the DHNT

Matthew 23 in the DNT

Matthew 23 in the ELBE

Matthew 23 in the EMTV

Matthew 23 in the ESV

Matthew 23 in the FBV

Matthew 23 in the FEB

Matthew 23 in the GGMNT

Matthew 23 in the GNT

Matthew 23 in the HARY

Matthew 23 in the HNT

Matthew 23 in the IRVA

Matthew 23 in the IRVB

Matthew 23 in the IRVG

Matthew 23 in the IRVH

Matthew 23 in the IRVK

Matthew 23 in the IRVM

Matthew 23 in the IRVM2

Matthew 23 in the IRVO

Matthew 23 in the IRVP

Matthew 23 in the IRVT

Matthew 23 in the IRVT2

Matthew 23 in the IRVU

Matthew 23 in the ISVN

Matthew 23 in the JSNT

Matthew 23 in the KAPI

Matthew 23 in the KBT1ETNIK

Matthew 23 in the KBV

Matthew 23 in the KJV

Matthew 23 in the KNFD

Matthew 23 in the LBA

Matthew 23 in the LBLA

Matthew 23 in the LNT

Matthew 23 in the LSV

Matthew 23 in the MAAL

Matthew 23 in the MBV

Matthew 23 in the MBV2

Matthew 23 in the MHNT

Matthew 23 in the MKNFD

Matthew 23 in the MNG

Matthew 23 in the MNT

Matthew 23 in the MNT2

Matthew 23 in the MRS1T

Matthew 23 in the NAA

Matthew 23 in the NASB

Matthew 23 in the NBLA

Matthew 23 in the NBS

Matthew 23 in the NBVTP

Matthew 23 in the NET2

Matthew 23 in the NIV11

Matthew 23 in the NNT

Matthew 23 in the NNT2

Matthew 23 in the NNT3

Matthew 23 in the PDDPT

Matthew 23 in the PFNT

Matthew 23 in the RMNT

Matthew 23 in the SBIAS

Matthew 23 in the SBIBS

Matthew 23 in the SBIBS2

Matthew 23 in the SBICS

Matthew 23 in the SBIDS

Matthew 23 in the SBIGS

Matthew 23 in the SBIHS

Matthew 23 in the SBIIS

Matthew 23 in the SBIIS2

Matthew 23 in the SBIIS3

Matthew 23 in the SBIKS

Matthew 23 in the SBIKS2

Matthew 23 in the SBIMS

Matthew 23 in the SBIOS

Matthew 23 in the SBIPS

Matthew 23 in the SBISS

Matthew 23 in the SBITS

Matthew 23 in the SBITS2

Matthew 23 in the SBITS3

Matthew 23 in the SBITS4

Matthew 23 in the SBIUS

Matthew 23 in the SBIVS

Matthew 23 in the SBT

Matthew 23 in the SBT1E

Matthew 23 in the SCHL

Matthew 23 in the SNT

Matthew 23 in the SUSU

Matthew 23 in the SUSU2

Matthew 23 in the SYNO

Matthew 23 in the TBIAOTANT

Matthew 23 in the TBT1E

Matthew 23 in the TBT1E2

Matthew 23 in the TFTIP

Matthew 23 in the TFTU

Matthew 23 in the THAI

Matthew 23 in the TNFD

Matthew 23 in the TNT

Matthew 23 in the TNTIK

Matthew 23 in the TNTIL

Matthew 23 in the TNTIN

Matthew 23 in the TNTIP

Matthew 23 in the TNTIZ

Matthew 23 in the TOMA

Matthew 23 in the TTENT

Matthew 23 in the UBG

Matthew 23 in the UGV

Matthew 23 in the UGV2

Matthew 23 in the UGV3

Matthew 23 in the VBL

Matthew 23 in the VDCC

Matthew 23 in the YALU

Matthew 23 in the YAPE

Matthew 23 in the YBVTP

Matthew 23 in the ZBP