Mark 13 (TGNTATF3T)

1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· «Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.» 2 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· «Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθῳ, ὃς οὐ μὴ καταλυθῇ.» 3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· 4 «Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι;» 5 Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν· «Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 6 Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι ‹Ἐγώ εἰμι,› καὶ πολλοὺς πλανήσουσιν. 7 Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος. 8 Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί. Ἀρχαὶ ὠδίνων ταῦτα. 9 »Βλέπετε δὲ ὑμεῖς ἑαυτούς, παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. 10 Καί, εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. 11 Ὅταν δὲ ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσετε μηδὲ μελετᾶτε. Ἀλλ᾿ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον. 12 »Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. 13 Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 14 »Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ὅπου οὐ δεῖ»—ὁ ἀναγινώσκων νοείτω—«τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη. 15 Ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν, μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ. 16 Καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18 Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος· 19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ᾿ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται. 20 Καὶ εἰ μὴ Κύριος ἐκολόβωσεν τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσεν τὰς ἡμέρας. 21 »Τότε ἐάν τις ὑμῖν εἴπῃ, ‹Ἰδού, ὧδε ὁ Χριστός,› ‹Ἰδού, ἐκεῖ,› μὴ πιστεύσητε. 22 Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. 23 Ὑμεῖς δὲ βλέπετε· ἰδού, προείρηκα ὑμῖν πάντα. 24 »Ἀλλ᾿ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην, ‹ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς· 25 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.› 26 Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. 27 Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾿ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ. 28 »Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκεται ὅτι ἐγγὺς τὸ θέρος ἐστίν. 29 Οὕτως καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν—ἐπὶ θύραις. 30 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ πάντα ταῦτα γένηται. 31 Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. 32 »Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν τῷ οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ. 33 Βλέπετε, ἀγρυπνεῖτε, προσεύχεσθε. Οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. 34 Ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ· καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 Γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται—ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ— 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. 37 Ἃ δὲ ὑμῖν λέγω, πᾶσιν λέγω· Γρηγορεῖτε.»

In Other Versions

Mark 13 in the ANGEFD

Mark 13 in the ANTPNG2D

Mark 13 in the AS21

Mark 13 in the BAGH

Mark 13 in the BBPNG

Mark 13 in the BBT1E

Mark 13 in the BDS

Mark 13 in the BEV

Mark 13 in the BHAD

Mark 13 in the BIB

Mark 13 in the BLPT

Mark 13 in the BNT

Mark 13 in the BNTABOOT

Mark 13 in the BNTLV

Mark 13 in the BOATCB

Mark 13 in the BOATCB2

Mark 13 in the BOBCV

Mark 13 in the BOCNT

Mark 13 in the BOECS

Mark 13 in the BOGWICC

Mark 13 in the BOHCB

Mark 13 in the BOHCV

Mark 13 in the BOHLNT

Mark 13 in the BOHNTLTAL

Mark 13 in the BOICB

Mark 13 in the BOILNTAP

Mark 13 in the BOITCV

Mark 13 in the BOKCV

Mark 13 in the BOKCV2

Mark 13 in the BOKHWOG

Mark 13 in the BOKSSV

Mark 13 in the BOLCB

Mark 13 in the BOLCB2

Mark 13 in the BOMCV

Mark 13 in the BONAV

Mark 13 in the BONCB

Mark 13 in the BONLT

Mark 13 in the BONUT2

Mark 13 in the BOPLNT

Mark 13 in the BOSCB

Mark 13 in the BOSNC

Mark 13 in the BOTLNT

Mark 13 in the BOVCB

Mark 13 in the BOYCB

Mark 13 in the BPBB

Mark 13 in the BPH

Mark 13 in the BSB

Mark 13 in the CCB

Mark 13 in the CUV

Mark 13 in the CUVS

Mark 13 in the DBT

Mark 13 in the DGDNT

Mark 13 in the DHNT

Mark 13 in the DNT

Mark 13 in the ELBE

Mark 13 in the EMTV

Mark 13 in the ESV

Mark 13 in the FBV

Mark 13 in the FEB

Mark 13 in the GGMNT

Mark 13 in the GNT

Mark 13 in the HARY

Mark 13 in the HNT

Mark 13 in the IRVA

Mark 13 in the IRVB

Mark 13 in the IRVG

Mark 13 in the IRVH

Mark 13 in the IRVK

Mark 13 in the IRVM

Mark 13 in the IRVM2

Mark 13 in the IRVO

Mark 13 in the IRVP

Mark 13 in the IRVT

Mark 13 in the IRVT2

Mark 13 in the IRVU

Mark 13 in the ISVN

Mark 13 in the JSNT

Mark 13 in the KAPI

Mark 13 in the KBT1ETNIK

Mark 13 in the KBV

Mark 13 in the KJV

Mark 13 in the KNFD

Mark 13 in the LBA

Mark 13 in the LBLA

Mark 13 in the LNT

Mark 13 in the LSV

Mark 13 in the MAAL

Mark 13 in the MBV

Mark 13 in the MBV2

Mark 13 in the MHNT

Mark 13 in the MKNFD

Mark 13 in the MNG

Mark 13 in the MNT

Mark 13 in the MNT2

Mark 13 in the MRS1T

Mark 13 in the NAA

Mark 13 in the NASB

Mark 13 in the NBLA

Mark 13 in the NBS

Mark 13 in the NBVTP

Mark 13 in the NET2

Mark 13 in the NIV11

Mark 13 in the NNT

Mark 13 in the NNT2

Mark 13 in the NNT3

Mark 13 in the PDDPT

Mark 13 in the PFNT

Mark 13 in the RMNT

Mark 13 in the SBIAS

Mark 13 in the SBIBS

Mark 13 in the SBIBS2

Mark 13 in the SBICS

Mark 13 in the SBIDS

Mark 13 in the SBIGS

Mark 13 in the SBIHS

Mark 13 in the SBIIS

Mark 13 in the SBIIS2

Mark 13 in the SBIIS3

Mark 13 in the SBIKS

Mark 13 in the SBIKS2

Mark 13 in the SBIMS

Mark 13 in the SBIOS

Mark 13 in the SBIPS

Mark 13 in the SBISS

Mark 13 in the SBITS

Mark 13 in the SBITS2

Mark 13 in the SBITS3

Mark 13 in the SBITS4

Mark 13 in the SBIUS

Mark 13 in the SBIVS

Mark 13 in the SBT

Mark 13 in the SBT1E

Mark 13 in the SCHL

Mark 13 in the SNT

Mark 13 in the SUSU

Mark 13 in the SUSU2

Mark 13 in the SYNO

Mark 13 in the TBIAOTANT

Mark 13 in the TBT1E

Mark 13 in the TBT1E2

Mark 13 in the TFTIP

Mark 13 in the TFTU

Mark 13 in the THAI

Mark 13 in the TNFD

Mark 13 in the TNT

Mark 13 in the TNTIK

Mark 13 in the TNTIL

Mark 13 in the TNTIN

Mark 13 in the TNTIP

Mark 13 in the TNTIZ

Mark 13 in the TOMA

Mark 13 in the TTENT

Mark 13 in the UBG

Mark 13 in the UGV

Mark 13 in the UGV2

Mark 13 in the UGV3

Mark 13 in the VBL

Mark 13 in the VDCC

Mark 13 in the YALU

Mark 13 in the YAPE

Mark 13 in the YBVTP

Mark 13 in the ZBP