Philippians 1 (TGNTATF3T)
1 Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις· 2 Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 3 Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν· 4 πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος, 5 ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν, 6 πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ· 7 καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας. 8 Μάρτυς γάρ μού ἐστιν ὁ Θεὸς ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. 9 Καὶ τοῦτο προσεύχομαι· ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, 10 εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἱλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, 11 πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. 12 Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ᾿ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου, ἐλήλυθεν· 13 ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς πᾶσιν· 14 καί, τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν, ἀφόβως τὸν λόγον λαλεῖν. 15 Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾿ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· 16 οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου, 17 οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. 18 Τί γάρ; Πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω—ἀλλὰ καὶ χαρήσομαι. 19 Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν (διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ) 20 κατὰ τὴν καραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι ἀλλ᾿ ἐν πάσῃ παρρησίᾳ, ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου 21 —ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. 22 Εἰ δὲ τὸ ζῆν ἐν σαρκὶ τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω. 23 Συνέχομαι δὲ ἐκ τῶν δύο· τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι (πολλῷ μᾶλλον κρεῖσσον) 24 τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον, δι᾿ ὑμᾶς. 25 Καὶ τοῦτο πεποιθώς, οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, 26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοί, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. 27 Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούσω τὰ περὶ ὑμῶν ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, 28 καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ. 29 Ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, 30 τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.
In Other Versions
Philippians 1 in the ANGEFD
Philippians 1 in the ANTPNG2D
Philippians 1 in the AS21
Philippians 1 in the BAGH
Philippians 1 in the BBPNG
Philippians 1 in the BBT1E
Philippians 1 in the BDS
Philippians 1 in the BEV
Philippians 1 in the BHAD
Philippians 1 in the BIB
Philippians 1 in the BLPT
Philippians 1 in the BNT
Philippians 1 in the BNTABOOT
Philippians 1 in the BNTLV
Philippians 1 in the BOATCB
Philippians 1 in the BOATCB2
Philippians 1 in the BOBCV
Philippians 1 in the BOCNT
Philippians 1 in the BOECS
Philippians 1 in the BOGWICC
Philippians 1 in the BOHCB
Philippians 1 in the BOHCV
Philippians 1 in the BOHLNT
Philippians 1 in the BOHNTLTAL
Philippians 1 in the BOICB
Philippians 1 in the BOILNTAP
Philippians 1 in the BOITCV
Philippians 1 in the BOKCV
Philippians 1 in the BOKCV2
Philippians 1 in the BOKHWOG
Philippians 1 in the BOKSSV
Philippians 1 in the BOLCB
Philippians 1 in the BOLCB2
Philippians 1 in the BOMCV
Philippians 1 in the BONAV
Philippians 1 in the BONCB
Philippians 1 in the BONLT
Philippians 1 in the BONUT2
Philippians 1 in the BOPLNT
Philippians 1 in the BOSCB
Philippians 1 in the BOSNC
Philippians 1 in the BOTLNT
Philippians 1 in the BOVCB
Philippians 1 in the BOYCB
Philippians 1 in the BPBB
Philippians 1 in the BPH
Philippians 1 in the BSB
Philippians 1 in the CCB
Philippians 1 in the CUV
Philippians 1 in the CUVS
Philippians 1 in the DBT
Philippians 1 in the DGDNT
Philippians 1 in the DHNT
Philippians 1 in the DNT
Philippians 1 in the ELBE
Philippians 1 in the EMTV
Philippians 1 in the ESV
Philippians 1 in the FBV
Philippians 1 in the FEB
Philippians 1 in the GGMNT
Philippians 1 in the GNT
Philippians 1 in the HARY
Philippians 1 in the HNT
Philippians 1 in the IRVA
Philippians 1 in the IRVB
Philippians 1 in the IRVG
Philippians 1 in the IRVH
Philippians 1 in the IRVK
Philippians 1 in the IRVM
Philippians 1 in the IRVM2
Philippians 1 in the IRVO
Philippians 1 in the IRVP
Philippians 1 in the IRVT
Philippians 1 in the IRVT2
Philippians 1 in the IRVU
Philippians 1 in the ISVN
Philippians 1 in the JSNT
Philippians 1 in the KAPI
Philippians 1 in the KBT1ETNIK
Philippians 1 in the KBV
Philippians 1 in the KJV
Philippians 1 in the KNFD
Philippians 1 in the LBA
Philippians 1 in the LBLA
Philippians 1 in the LNT
Philippians 1 in the LSV
Philippians 1 in the MAAL
Philippians 1 in the MBV
Philippians 1 in the MBV2
Philippians 1 in the MHNT
Philippians 1 in the MKNFD
Philippians 1 in the MNG
Philippians 1 in the MNT
Philippians 1 in the MNT2
Philippians 1 in the MRS1T
Philippians 1 in the NAA
Philippians 1 in the NASB
Philippians 1 in the NBLA
Philippians 1 in the NBS
Philippians 1 in the NBVTP
Philippians 1 in the NET2
Philippians 1 in the NIV11
Philippians 1 in the NNT
Philippians 1 in the NNT2
Philippians 1 in the NNT3
Philippians 1 in the PDDPT
Philippians 1 in the PFNT
Philippians 1 in the RMNT
Philippians 1 in the SBIAS
Philippians 1 in the SBIBS
Philippians 1 in the SBIBS2
Philippians 1 in the SBICS
Philippians 1 in the SBIDS
Philippians 1 in the SBIGS
Philippians 1 in the SBIHS
Philippians 1 in the SBIIS
Philippians 1 in the SBIIS2
Philippians 1 in the SBIIS3
Philippians 1 in the SBIKS
Philippians 1 in the SBIKS2
Philippians 1 in the SBIMS
Philippians 1 in the SBIOS
Philippians 1 in the SBIPS
Philippians 1 in the SBISS
Philippians 1 in the SBITS
Philippians 1 in the SBITS2
Philippians 1 in the SBITS3
Philippians 1 in the SBITS4
Philippians 1 in the SBIUS
Philippians 1 in the SBIVS
Philippians 1 in the SBT
Philippians 1 in the SBT1E
Philippians 1 in the SCHL
Philippians 1 in the SNT
Philippians 1 in the SUSU
Philippians 1 in the SUSU2
Philippians 1 in the SYNO
Philippians 1 in the TBIAOTANT
Philippians 1 in the TBT1E
Philippians 1 in the TBT1E2
Philippians 1 in the TFTIP
Philippians 1 in the TFTU
Philippians 1 in the THAI
Philippians 1 in the TNFD
Philippians 1 in the TNT
Philippians 1 in the TNTIK
Philippians 1 in the TNTIL
Philippians 1 in the TNTIN
Philippians 1 in the TNTIP
Philippians 1 in the TNTIZ
Philippians 1 in the TOMA
Philippians 1 in the TTENT
Philippians 1 in the UBG
Philippians 1 in the UGV
Philippians 1 in the UGV2
Philippians 1 in the UGV3
Philippians 1 in the VBL
Philippians 1 in the VDCC
Philippians 1 in the YALU
Philippians 1 in the YAPE
Philippians 1 in the YBVTP
Philippians 1 in the ZBP