Romans 1 (TGNTATF3T)

1 Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ, 2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς Ἁγίαις· 3 περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, 4 τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει (κατὰ Πνεῦμα ἁγιωσύνης) ἐξ ἀναστάσεως νεκρῶν—Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν— 5 δι᾿ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ 6 (ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ)· 7 πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 8 Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. 9 Μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι, πάντοτε ἐπὶ τῶν προσευχῶν μου 10 δεόμενος εἴ πως ἤδη, ποτέ, εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. 11 Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν, εἰς τὸ στηριχθῆναι ὑμᾶς— 12 τοῦτο δέ ἐστιν, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑμῶν τε καὶ ἐμοῦ. 13 Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς (καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο), ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. 14 Ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί. 15 Οὕτως, τὸ κατ᾿ ἐμέ, πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. 16 Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι (Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι)· 17 δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται, ἐκ πίστεως εἰς πίστιν· καθὼς γέγραπται· «Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.» 18 Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, 19 διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσεν. 20 Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασιν νοούμενα, καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· 21 διότι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν· ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. 22 Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν, 23 καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου—καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. 24 Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεός, ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς 25 —οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. 26 Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· 27 ὁμοίως καὶ οἱ ἄρρενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. 28 Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα· 29 πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· 30 ψιθυριστάς, καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, 31 ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας· 32 οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.

In Other Versions

Romans 1 in the ANGEFD

Romans 1 in the ANTPNG2D

Romans 1 in the AS21

Romans 1 in the BAGH

Romans 1 in the BBPNG

Romans 1 in the BBT1E

Romans 1 in the BDS

Romans 1 in the BEV

Romans 1 in the BHAD

Romans 1 in the BIB

Romans 1 in the BLPT

Romans 1 in the BNT

Romans 1 in the BNTABOOT

Romans 1 in the BNTLV

Romans 1 in the BOATCB

Romans 1 in the BOATCB2

Romans 1 in the BOBCV

Romans 1 in the BOCNT

Romans 1 in the BOECS

Romans 1 in the BOGWICC

Romans 1 in the BOHCB

Romans 1 in the BOHCV

Romans 1 in the BOHLNT

Romans 1 in the BOHNTLTAL

Romans 1 in the BOICB

Romans 1 in the BOILNTAP

Romans 1 in the BOITCV

Romans 1 in the BOKCV

Romans 1 in the BOKCV2

Romans 1 in the BOKHWOG

Romans 1 in the BOKSSV

Romans 1 in the BOLCB

Romans 1 in the BOLCB2

Romans 1 in the BOMCV

Romans 1 in the BONAV

Romans 1 in the BONCB

Romans 1 in the BONLT

Romans 1 in the BONUT2

Romans 1 in the BOPLNT

Romans 1 in the BOSCB

Romans 1 in the BOSNC

Romans 1 in the BOTLNT

Romans 1 in the BOVCB

Romans 1 in the BOYCB

Romans 1 in the BPBB

Romans 1 in the BPH

Romans 1 in the BSB

Romans 1 in the CCB

Romans 1 in the CUV

Romans 1 in the CUVS

Romans 1 in the DBT

Romans 1 in the DGDNT

Romans 1 in the DHNT

Romans 1 in the DNT

Romans 1 in the ELBE

Romans 1 in the EMTV

Romans 1 in the ESV

Romans 1 in the FBV

Romans 1 in the FEB

Romans 1 in the GGMNT

Romans 1 in the GNT

Romans 1 in the HARY

Romans 1 in the HNT

Romans 1 in the IRVA

Romans 1 in the IRVB

Romans 1 in the IRVG

Romans 1 in the IRVH

Romans 1 in the IRVK

Romans 1 in the IRVM

Romans 1 in the IRVM2

Romans 1 in the IRVO

Romans 1 in the IRVP

Romans 1 in the IRVT

Romans 1 in the IRVT2

Romans 1 in the IRVU

Romans 1 in the ISVN

Romans 1 in the JSNT

Romans 1 in the KAPI

Romans 1 in the KBT1ETNIK

Romans 1 in the KBV

Romans 1 in the KJV

Romans 1 in the KNFD

Romans 1 in the LBA

Romans 1 in the LBLA

Romans 1 in the LNT

Romans 1 in the LSV

Romans 1 in the MAAL

Romans 1 in the MBV

Romans 1 in the MBV2

Romans 1 in the MHNT

Romans 1 in the MKNFD

Romans 1 in the MNG

Romans 1 in the MNT

Romans 1 in the MNT2

Romans 1 in the MRS1T

Romans 1 in the NAA

Romans 1 in the NASB

Romans 1 in the NBLA

Romans 1 in the NBS

Romans 1 in the NBVTP

Romans 1 in the NET2

Romans 1 in the NIV11

Romans 1 in the NNT

Romans 1 in the NNT2

Romans 1 in the NNT3

Romans 1 in the PDDPT

Romans 1 in the PFNT

Romans 1 in the RMNT

Romans 1 in the SBIAS

Romans 1 in the SBIBS

Romans 1 in the SBIBS2

Romans 1 in the SBICS

Romans 1 in the SBIDS

Romans 1 in the SBIGS

Romans 1 in the SBIHS

Romans 1 in the SBIIS

Romans 1 in the SBIIS2

Romans 1 in the SBIIS3

Romans 1 in the SBIKS

Romans 1 in the SBIKS2

Romans 1 in the SBIMS

Romans 1 in the SBIOS

Romans 1 in the SBIPS

Romans 1 in the SBISS

Romans 1 in the SBITS

Romans 1 in the SBITS2

Romans 1 in the SBITS3

Romans 1 in the SBITS4

Romans 1 in the SBIUS

Romans 1 in the SBIVS

Romans 1 in the SBT

Romans 1 in the SBT1E

Romans 1 in the SCHL

Romans 1 in the SNT

Romans 1 in the SUSU

Romans 1 in the SUSU2

Romans 1 in the SYNO

Romans 1 in the TBIAOTANT

Romans 1 in the TBT1E

Romans 1 in the TBT1E2

Romans 1 in the TFTIP

Romans 1 in the TFTU

Romans 1 in the THAI

Romans 1 in the TNFD

Romans 1 in the TNT

Romans 1 in the TNTIK

Romans 1 in the TNTIL

Romans 1 in the TNTIN

Romans 1 in the TNTIP

Romans 1 in the TNTIZ

Romans 1 in the TOMA

Romans 1 in the TTENT

Romans 1 in the UBG

Romans 1 in the UGV

Romans 1 in the UGV2

Romans 1 in the UGV3

Romans 1 in the VBL

Romans 1 in the VDCC

Romans 1 in the YALU

Romans 1 in the YAPE

Romans 1 in the YBVTP

Romans 1 in the ZBP