1 Timothy 6 (TGNTATF3T)

1 Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. 2 Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.Ταῦτα δίδασκε καὶ παρακάλει. 3 Εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις, τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ᾿ εὐσέβειαν διδασκαλίᾳ, 4 τετύφωται, μηδὲν ἐπιστάμενος· ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί, 5 διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. Ἀφίστασο ἀπὸ τῶν τοιούτων. 6 Ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. 7 Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. 8 Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα. 9 Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν· 10 ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία· ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς. 11 Σὺ δέ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. 12 Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς εἰς ἣν καὶ ἐκλήθης—καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. 13 Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, 14 τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 15 ἣν καιροῖς ἰδίοις δείξει—ὁ μακάριος καὶ μόνος Δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων· 16 ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν. 17 Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ᾿ ἐν τῷ Θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν· 18 ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι κοινωνικούς 19 —ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς. 20 Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως 21 —ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.Ἡ χάρις μετὰ σοῦ. Ἀμήν.,

In Other Versions

1 Timothy 6 in the ANGEFD

1 Timothy 6 in the ANTPNG2D

1 Timothy 6 in the AS21

1 Timothy 6 in the BAGH

1 Timothy 6 in the BBPNG

1 Timothy 6 in the BBT1E

1 Timothy 6 in the BDS

1 Timothy 6 in the BEV

1 Timothy 6 in the BHAD

1 Timothy 6 in the BIB

1 Timothy 6 in the BLPT

1 Timothy 6 in the BNT

1 Timothy 6 in the BNTABOOT

1 Timothy 6 in the BNTLV

1 Timothy 6 in the BOATCB

1 Timothy 6 in the BOATCB2

1 Timothy 6 in the BOBCV

1 Timothy 6 in the BOCNT

1 Timothy 6 in the BOECS

1 Timothy 6 in the BOGWICC

1 Timothy 6 in the BOHCB

1 Timothy 6 in the BOHCV

1 Timothy 6 in the BOHLNT

1 Timothy 6 in the BOHNTLTAL

1 Timothy 6 in the BOICB

1 Timothy 6 in the BOILNTAP

1 Timothy 6 in the BOITCV

1 Timothy 6 in the BOKCV

1 Timothy 6 in the BOKCV2

1 Timothy 6 in the BOKHWOG

1 Timothy 6 in the BOKSSV

1 Timothy 6 in the BOLCB

1 Timothy 6 in the BOLCB2

1 Timothy 6 in the BOMCV

1 Timothy 6 in the BONAV

1 Timothy 6 in the BONCB

1 Timothy 6 in the BONLT

1 Timothy 6 in the BONUT2

1 Timothy 6 in the BOPLNT

1 Timothy 6 in the BOSCB

1 Timothy 6 in the BOSNC

1 Timothy 6 in the BOTLNT

1 Timothy 6 in the BOVCB

1 Timothy 6 in the BOYCB

1 Timothy 6 in the BPBB

1 Timothy 6 in the BPH

1 Timothy 6 in the BSB

1 Timothy 6 in the CCB

1 Timothy 6 in the CUV

1 Timothy 6 in the CUVS

1 Timothy 6 in the DBT

1 Timothy 6 in the DGDNT

1 Timothy 6 in the DHNT

1 Timothy 6 in the DNT

1 Timothy 6 in the ELBE

1 Timothy 6 in the EMTV

1 Timothy 6 in the ESV

1 Timothy 6 in the FBV

1 Timothy 6 in the FEB

1 Timothy 6 in the GGMNT

1 Timothy 6 in the GNT

1 Timothy 6 in the HARY

1 Timothy 6 in the HNT

1 Timothy 6 in the IRVA

1 Timothy 6 in the IRVB

1 Timothy 6 in the IRVG

1 Timothy 6 in the IRVH

1 Timothy 6 in the IRVK

1 Timothy 6 in the IRVM

1 Timothy 6 in the IRVM2

1 Timothy 6 in the IRVO

1 Timothy 6 in the IRVP

1 Timothy 6 in the IRVT

1 Timothy 6 in the IRVT2

1 Timothy 6 in the IRVU

1 Timothy 6 in the ISVN

1 Timothy 6 in the JSNT

1 Timothy 6 in the KAPI

1 Timothy 6 in the KBT1ETNIK

1 Timothy 6 in the KBV

1 Timothy 6 in the KJV

1 Timothy 6 in the KNFD

1 Timothy 6 in the LBA

1 Timothy 6 in the LBLA

1 Timothy 6 in the LNT

1 Timothy 6 in the LSV

1 Timothy 6 in the MAAL

1 Timothy 6 in the MBV

1 Timothy 6 in the MBV2

1 Timothy 6 in the MHNT

1 Timothy 6 in the MKNFD

1 Timothy 6 in the MNG

1 Timothy 6 in the MNT

1 Timothy 6 in the MNT2

1 Timothy 6 in the MRS1T

1 Timothy 6 in the NAA

1 Timothy 6 in the NASB

1 Timothy 6 in the NBLA

1 Timothy 6 in the NBS

1 Timothy 6 in the NBVTP

1 Timothy 6 in the NET2

1 Timothy 6 in the NIV11

1 Timothy 6 in the NNT

1 Timothy 6 in the NNT2

1 Timothy 6 in the NNT3

1 Timothy 6 in the PDDPT

1 Timothy 6 in the PFNT

1 Timothy 6 in the RMNT

1 Timothy 6 in the SBIAS

1 Timothy 6 in the SBIBS

1 Timothy 6 in the SBIBS2

1 Timothy 6 in the SBICS

1 Timothy 6 in the SBIDS

1 Timothy 6 in the SBIGS

1 Timothy 6 in the SBIHS

1 Timothy 6 in the SBIIS

1 Timothy 6 in the SBIIS2

1 Timothy 6 in the SBIIS3

1 Timothy 6 in the SBIKS

1 Timothy 6 in the SBIKS2

1 Timothy 6 in the SBIMS

1 Timothy 6 in the SBIOS

1 Timothy 6 in the SBIPS

1 Timothy 6 in the SBISS

1 Timothy 6 in the SBITS

1 Timothy 6 in the SBITS2

1 Timothy 6 in the SBITS3

1 Timothy 6 in the SBITS4

1 Timothy 6 in the SBIUS

1 Timothy 6 in the SBIVS

1 Timothy 6 in the SBT

1 Timothy 6 in the SBT1E

1 Timothy 6 in the SCHL

1 Timothy 6 in the SNT

1 Timothy 6 in the SUSU

1 Timothy 6 in the SUSU2

1 Timothy 6 in the SYNO

1 Timothy 6 in the TBIAOTANT

1 Timothy 6 in the TBT1E

1 Timothy 6 in the TBT1E2

1 Timothy 6 in the TFTIP

1 Timothy 6 in the TFTU

1 Timothy 6 in the THAI

1 Timothy 6 in the TNFD

1 Timothy 6 in the TNT

1 Timothy 6 in the TNTIK

1 Timothy 6 in the TNTIL

1 Timothy 6 in the TNTIN

1 Timothy 6 in the TNTIP

1 Timothy 6 in the TNTIZ

1 Timothy 6 in the TOMA

1 Timothy 6 in the TTENT

1 Timothy 6 in the UBG

1 Timothy 6 in the UGV

1 Timothy 6 in the UGV2

1 Timothy 6 in the UGV3

1 Timothy 6 in the VBL

1 Timothy 6 in the VDCC

1 Timothy 6 in the YALU

1 Timothy 6 in the YAPE

1 Timothy 6 in the YBVTP

1 Timothy 6 in the ZBP