John 18 (TGNTATF3T)

1 Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κέδρων, ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. 2 ᾜδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, τὸν τόπον· ὅτι πολλάκις συνήχθη ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. 3 Ὁ οὖν Ἰούδας, λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. 4 Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾿ αὐτόν, ἐξελθὼν εἶπεν αὐτοῖς, «Τίνα ζητεῖτε;» 5 Ἀπεκρίθησαν αὐτῷ, «Ἰησοῦν τὸν Ναζωραῖον.» Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Ἐγώ εἰμι.» (Εἱστήκει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, μετ᾿ αὐτῶν.) 6 Ὡς οὖν εἶπεν αὐτοῖς ὅτι «Ἐγώ εἰμι,» ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί. 7 Πάλιν οὖν αὐτοὺς ἐπηρώτησεν, «Τίνα ζητεῖτε;» Οἱ δὲ εἶπον, «Ἰησοῦν τὸν Ναζωραῖον.» 8 Ἀπεκρίθη Ἰησοῦς· «Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν» 9 (ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι «Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα»). 10 Σίμων οὖν Πέτρος, ἔχων μάχαιραν, εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν. (Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.) 11 Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· «Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ Πατήρ, οὐ μὴ πίω αὐτό;» 12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτόν. 13 Καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον, ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου. 14 (Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.) 15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος, καὶ ὁ ἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως. 16 Ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος, ὃς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπεν τῇ θυρωρῷ, καὶ εἰσήγαγεν τὸν Πέτρον. 17 Λέγει οὖν ἡ παιδίσκη, ἡ θυρωρός, τῷ Πέτρῳ, «Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου;» Λέγει ἐκεῖνος, «Οὐκ εἰμί.» 18 Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο. Ἦν δὲ μετ᾿ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος. 19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. 20 Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· «Ἐγὼ παρρησίᾳ ἐλάλησα τῷ κόσμῳ. Ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. 21 Τί με ἐπερωτᾷς; Ἐπερώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς. Ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.» 22 Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ, εἰπών, «Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;» 23 Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, «Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δαίρεις;» 24 (Ἀπέστειλεν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.) 25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. Εἶπον οὖν αὐτῷ, «Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;» Ἠρνήσατο οὖν ἐκεῖνος καὶ εἶπεν, «Οὐκ εἰμί.» 26 Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, «Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾿ αὐτοῦ;» 27 Πάλιν οὖν ἠρνήσατο ὁ Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. 28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον, ἦν δὲ πρωΐ. Καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ᾿ ἵνα φάγωσιν τὸ Πάσχα. 29 Ἐξῆλθεν οὖν ὁ Πιλᾶτος πρὸς αὐτοὺς καὶ εἶπεν, «Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;» 30 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, «Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.» 31 Εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος, «Λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν.» Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι, «Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα» 32 (ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπεν, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνήσκειν). 33 Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ, «Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων;» 34 Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, «Ἀφ᾿ ἑαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ;» 35 Ἀπεκρίθη ὁ Πιλᾶτος· «Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σόν, καὶ οἱ ἀρχιερεῖς, παρέδωκάν σε ἐμοί. Τί ἐποίησας;» 36 Ἀπεκρίθη Ἰησοῦς· «Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.» 37 Εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος, «Οὐκοῦν βασιλεὺς εἶ σύ;» Ἀπεκρίθη Ἰησοῦς· «Σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγώ· ἐγὼ εἰς τοῦτο γεγέννημαι. Καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ Ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς Ἀληθείας ἀκούει μου τῆς φωνῆς.» 38 Λέγει αὐτῷ ὁ Πιλᾶτος, «Τί ἐστιν ἀλήθεια;»Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς· «Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. 39 Ἔστιν δὲ συνήθεια ἡμῖν ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ Πάσχα. Βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν Βασιλέα τῶν Ἰουδαίων;» 40 Ἐκραύγασαν οὖν πάντες, λέγοντες, «Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν.» Ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

In Other Versions

John 18 in the ANGEFD

John 18 in the ANTPNG2D

John 18 in the AS21

John 18 in the BAGH

John 18 in the BBPNG

John 18 in the BBT1E

John 18 in the BDS

John 18 in the BEV

John 18 in the BHAD

John 18 in the BIB

John 18 in the BLPT

John 18 in the BNT

John 18 in the BNTABOOT

John 18 in the BNTLV

John 18 in the BOATCB

John 18 in the BOATCB2

John 18 in the BOBCV

John 18 in the BOCNT

John 18 in the BOECS

John 18 in the BOGWICC

John 18 in the BOHCB

John 18 in the BOHCV

John 18 in the BOHLNT

John 18 in the BOHNTLTAL

John 18 in the BOICB

John 18 in the BOILNTAP

John 18 in the BOITCV

John 18 in the BOKCV

John 18 in the BOKCV2

John 18 in the BOKHWOG

John 18 in the BOKSSV

John 18 in the BOLCB

John 18 in the BOLCB2

John 18 in the BOMCV

John 18 in the BONAV

John 18 in the BONCB

John 18 in the BONLT

John 18 in the BONUT2

John 18 in the BOPLNT

John 18 in the BOSCB

John 18 in the BOSNC

John 18 in the BOTLNT

John 18 in the BOVCB

John 18 in the BOYCB

John 18 in the BPBB

John 18 in the BPH

John 18 in the BSB

John 18 in the CCB

John 18 in the CUV

John 18 in the CUVS

John 18 in the DBT

John 18 in the DGDNT

John 18 in the DHNT

John 18 in the DNT

John 18 in the ELBE

John 18 in the EMTV

John 18 in the ESV

John 18 in the FBV

John 18 in the FEB

John 18 in the GGMNT

John 18 in the GNT

John 18 in the HARY

John 18 in the HNT

John 18 in the IRVA

John 18 in the IRVB

John 18 in the IRVG

John 18 in the IRVH

John 18 in the IRVK

John 18 in the IRVM

John 18 in the IRVM2

John 18 in the IRVO

John 18 in the IRVP

John 18 in the IRVT

John 18 in the IRVT2

John 18 in the IRVU

John 18 in the ISVN

John 18 in the JSNT

John 18 in the KAPI

John 18 in the KBT1ETNIK

John 18 in the KBV

John 18 in the KJV

John 18 in the KNFD

John 18 in the LBA

John 18 in the LBLA

John 18 in the LNT

John 18 in the LSV

John 18 in the MAAL

John 18 in the MBV

John 18 in the MBV2

John 18 in the MHNT

John 18 in the MKNFD

John 18 in the MNG

John 18 in the MNT

John 18 in the MNT2

John 18 in the MRS1T

John 18 in the NAA

John 18 in the NASB

John 18 in the NBLA

John 18 in the NBS

John 18 in the NBVTP

John 18 in the NET2

John 18 in the NIV11

John 18 in the NNT

John 18 in the NNT2

John 18 in the NNT3

John 18 in the PDDPT

John 18 in the PFNT

John 18 in the RMNT

John 18 in the SBIAS

John 18 in the SBIBS

John 18 in the SBIBS2

John 18 in the SBICS

John 18 in the SBIDS

John 18 in the SBIGS

John 18 in the SBIHS

John 18 in the SBIIS

John 18 in the SBIIS2

John 18 in the SBIIS3

John 18 in the SBIKS

John 18 in the SBIKS2

John 18 in the SBIMS

John 18 in the SBIOS

John 18 in the SBIPS

John 18 in the SBISS

John 18 in the SBITS

John 18 in the SBITS2

John 18 in the SBITS3

John 18 in the SBITS4

John 18 in the SBIUS

John 18 in the SBIVS

John 18 in the SBT

John 18 in the SBT1E

John 18 in the SCHL

John 18 in the SNT

John 18 in the SUSU

John 18 in the SUSU2

John 18 in the SYNO

John 18 in the TBIAOTANT

John 18 in the TBT1E

John 18 in the TBT1E2

John 18 in the TFTIP

John 18 in the TFTU

John 18 in the THAI

John 18 in the TNFD

John 18 in the TNT

John 18 in the TNTIK

John 18 in the TNTIL

John 18 in the TNTIN

John 18 in the TNTIP

John 18 in the TNTIZ

John 18 in the TOMA

John 18 in the TTENT

John 18 in the UBG

John 18 in the UGV

John 18 in the UGV2

John 18 in the UGV3

John 18 in the VBL

John 18 in the VDCC

John 18 in the YALU

John 18 in the YAPE

John 18 in the YBVTP

John 18 in the ZBP