Luke 18 (TGNTATF3T)

1 Ἔλεγεν δὲ καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν, 2 λέγων· «Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. 3 Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτόν, λέγουσα, ‹Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.› 4 Καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ, ‹Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, 5 διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.› » 6 Εἶπεν δὲ ὁ Κύριος· «Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει. 7 Ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ᾿ αὐτοῖς; 8 Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Πλὴν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐλθών, ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» 9 Εἶπεν δὲ πρός τινας τοὺς πεποιθότας ἐφ᾿ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· 10 «Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. 11 Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ‹Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων—ἅρπαγες, ἄδικοι, μοιχοί—ἢ καὶ ὡς οὗτος ὁ τελώνης. 12 Νηστεύω δὶς τοῦ σαββάτου· ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.› 13 Καὶ ὁ τελώνης, μακρόθεν ἑστώς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων, ‹Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.› 14 Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.» 15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταί, ἐπετίμησαν αὐτοῖς. 16 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν· «Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 17 Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.» 18 Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων, «Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» 19 Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. 20 Τὰς ἐντολὰς οἶδας· ‹Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.› » 21 Ὁ δὲ εἶπεν, «Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.» 22 Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ, «Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι.» 23 Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο, ἦν γὰρ πλούσιος σφόδρα. 24 Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπεν· «Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 25 Εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.» 26 Εἶπον δὲ οἱ ἀκούσαντες, «Καὶ τίς δύναται σωθῆναι;» 27 Ὁ δὲ εἶπεν, «Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ ἐστιν παρὰ τῷ Θεῷ.» 28 Εἶπεν δὲ Πέτρος, «Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.» 29 Ὁ δὲ εἶπεν αὐτοῖς, «Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα, ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ, 30 ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.» 31 Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· «Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ Ἀνθρώπου· 32 Παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν, καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, 33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν. Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.» 34 Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾿ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα. 35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 36 Ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴη τοῦτο. 37 Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 Καὶ ἐβόησεν λέγων, «Ἰησοῦ, Υἱὲ Δαυίδ, ἐλέησόν με.» 39 Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, «Υἱὲ Δαυίδ, ἐλέησόν με.» 40 Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων, 41 «Τί σοι θέλεις ποιήσω;» Ὁ δὲ εἶπεν, «Κύριε, ἵνα ἀναβλέψω.» 42 Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· «Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.» 43 Καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν. Καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.

In Other Versions

Luke 18 in the ANGEFD

Luke 18 in the ANTPNG2D

Luke 18 in the AS21

Luke 18 in the BAGH

Luke 18 in the BBPNG

Luke 18 in the BBT1E

Luke 18 in the BDS

Luke 18 in the BEV

Luke 18 in the BHAD

Luke 18 in the BIB

Luke 18 in the BLPT

Luke 18 in the BNT

Luke 18 in the BNTABOOT

Luke 18 in the BNTLV

Luke 18 in the BOATCB

Luke 18 in the BOATCB2

Luke 18 in the BOBCV

Luke 18 in the BOCNT

Luke 18 in the BOECS

Luke 18 in the BOGWICC

Luke 18 in the BOHCB

Luke 18 in the BOHCV

Luke 18 in the BOHLNT

Luke 18 in the BOHNTLTAL

Luke 18 in the BOICB

Luke 18 in the BOILNTAP

Luke 18 in the BOITCV

Luke 18 in the BOKCV

Luke 18 in the BOKCV2

Luke 18 in the BOKHWOG

Luke 18 in the BOKSSV

Luke 18 in the BOLCB

Luke 18 in the BOLCB2

Luke 18 in the BOMCV

Luke 18 in the BONAV

Luke 18 in the BONCB

Luke 18 in the BONLT

Luke 18 in the BONUT2

Luke 18 in the BOPLNT

Luke 18 in the BOSCB

Luke 18 in the BOSNC

Luke 18 in the BOTLNT

Luke 18 in the BOVCB

Luke 18 in the BOYCB

Luke 18 in the BPBB

Luke 18 in the BPH

Luke 18 in the BSB

Luke 18 in the CCB

Luke 18 in the CUV

Luke 18 in the CUVS

Luke 18 in the DBT

Luke 18 in the DGDNT

Luke 18 in the DHNT

Luke 18 in the DNT

Luke 18 in the ELBE

Luke 18 in the EMTV

Luke 18 in the ESV

Luke 18 in the FBV

Luke 18 in the FEB

Luke 18 in the GGMNT

Luke 18 in the GNT

Luke 18 in the HARY

Luke 18 in the HNT

Luke 18 in the IRVA

Luke 18 in the IRVB

Luke 18 in the IRVG

Luke 18 in the IRVH

Luke 18 in the IRVK

Luke 18 in the IRVM

Luke 18 in the IRVM2

Luke 18 in the IRVO

Luke 18 in the IRVP

Luke 18 in the IRVT

Luke 18 in the IRVT2

Luke 18 in the IRVU

Luke 18 in the ISVN

Luke 18 in the JSNT

Luke 18 in the KAPI

Luke 18 in the KBT1ETNIK

Luke 18 in the KBV

Luke 18 in the KJV

Luke 18 in the KNFD

Luke 18 in the LBA

Luke 18 in the LBLA

Luke 18 in the LNT

Luke 18 in the LSV

Luke 18 in the MAAL

Luke 18 in the MBV

Luke 18 in the MBV2

Luke 18 in the MHNT

Luke 18 in the MKNFD

Luke 18 in the MNG

Luke 18 in the MNT

Luke 18 in the MNT2

Luke 18 in the MRS1T

Luke 18 in the NAA

Luke 18 in the NASB

Luke 18 in the NBLA

Luke 18 in the NBS

Luke 18 in the NBVTP

Luke 18 in the NET2

Luke 18 in the NIV11

Luke 18 in the NNT

Luke 18 in the NNT2

Luke 18 in the NNT3

Luke 18 in the PDDPT

Luke 18 in the PFNT

Luke 18 in the RMNT

Luke 18 in the SBIAS

Luke 18 in the SBIBS

Luke 18 in the SBIBS2

Luke 18 in the SBICS

Luke 18 in the SBIDS

Luke 18 in the SBIGS

Luke 18 in the SBIHS

Luke 18 in the SBIIS

Luke 18 in the SBIIS2

Luke 18 in the SBIIS3

Luke 18 in the SBIKS

Luke 18 in the SBIKS2

Luke 18 in the SBIMS

Luke 18 in the SBIOS

Luke 18 in the SBIPS

Luke 18 in the SBISS

Luke 18 in the SBITS

Luke 18 in the SBITS2

Luke 18 in the SBITS3

Luke 18 in the SBITS4

Luke 18 in the SBIUS

Luke 18 in the SBIVS

Luke 18 in the SBT

Luke 18 in the SBT1E

Luke 18 in the SCHL

Luke 18 in the SNT

Luke 18 in the SUSU

Luke 18 in the SUSU2

Luke 18 in the SYNO

Luke 18 in the TBIAOTANT

Luke 18 in the TBT1E

Luke 18 in the TBT1E2

Luke 18 in the TFTIP

Luke 18 in the TFTU

Luke 18 in the THAI

Luke 18 in the TNFD

Luke 18 in the TNT

Luke 18 in the TNTIK

Luke 18 in the TNTIL

Luke 18 in the TNTIN

Luke 18 in the TNTIP

Luke 18 in the TNTIZ

Luke 18 in the TOMA

Luke 18 in the TTENT

Luke 18 in the UBG

Luke 18 in the UGV

Luke 18 in the UGV2

Luke 18 in the UGV3

Luke 18 in the VBL

Luke 18 in the VDCC

Luke 18 in the YALU

Luke 18 in the YAPE

Luke 18 in the YBVTP

Luke 18 in the ZBP