Luke 24 (TGNTATF3T)

1 Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος, ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. 2 Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου· 3 καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. 4 Καὶ ἐγένετο, ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδού, ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. 5 Ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· «Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 6 Οὐκ ἔστιν ὧδε, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7 λέγων ὅτι ‹Δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.› » 8 Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ. 9 Καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα, καὶ πᾶσιν τοῖς λοιποῖς. 10 Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ἡ Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. 12 (Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθεν πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.) 13 Καὶ ἰδού, δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. 14 Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15 Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς. 16 Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17 Εἶπεν δὲ πρὸς αὐτούς, «Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί ἐστε σκυθρωποί;» 18 Ἀποκριθεὶς δὲ ὁ εἷς ᾧ ὄνομα Κλεόπας, εἶπεν πρὸς αὐτόν, «Σὺ μόνος παροικεῖς Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;» 19 Καὶ εἶπεν αὐτοῖς, «Ποῖα;» Οἱ δὲ εἶπον αὐτῷ· «Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὡς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ, 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. 21 Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε σὺν πᾶσιν, τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο. 22 Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς—γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον, 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. 24 Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον.» 25 Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· «Ὦ ἀνόητοι, καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;» 27 Καὶ ἀρξάμενος ἀπὸ Μωσέως, καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ. 28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι. 29 Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες, «Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἡ ἡμέρα.» Καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. 30 Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησεν, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. 31 Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. 32 Καὶ εἶπον πρὸς ἀλλήλους, «Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς;» 33 Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα· καὶ τοὺς σὺν αὐτοῖς, 34 λέγοντας ὅτι «Ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι.» 35 Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. 36 Ταῦτα δὲ αὐτῶν λαλούντων, καὶ αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν, καὶ λέγει αὐτοῖς, «Εἰρήνη ὑμῖν.» 37 Πτοηθέντες δέ, καὶ ἔμφοβοι γενόμενοι, ἐδόκουν πνεῦμα θεωρεῖν. 38 Καὶ εἶπεν αὐτοῖς· «Τί τεταραγμένοι ἐστέ;» καὶ «Διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; 39 Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.» 40 Καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 Ἔτι δὲ ἀπιστούντων αὐτῶν, ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, «Ἔχετέ τι βρώσιμον ἐνθάδε;» 42 Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσείου κηρίου. 43 Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. 44 Εἶπεν δὲ αὐτοῖς, «Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ Νόμῳ Μωσέως καὶ Προφήταις καὶ Ψαλμοῖς περὶ ἐμοῦ.» 45 Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς Γραφάς. 46 Καὶ εἶπεν αὐτοῖς ὅτι «Οὕτως γέγραπται, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. 48 Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. 49 Καὶ ἰδού, ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.» 50 Ἐξήγαγεν δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. 52 Καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης· 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.,,

In Other Versions

Luke 24 in the ANGEFD

Luke 24 in the ANTPNG2D

Luke 24 in the AS21

Luke 24 in the BAGH

Luke 24 in the BBPNG

Luke 24 in the BBT1E

Luke 24 in the BDS

Luke 24 in the BEV

Luke 24 in the BHAD

Luke 24 in the BIB

Luke 24 in the BLPT

Luke 24 in the BNT

Luke 24 in the BNTABOOT

Luke 24 in the BNTLV

Luke 24 in the BOATCB

Luke 24 in the BOATCB2

Luke 24 in the BOBCV

Luke 24 in the BOCNT

Luke 24 in the BOECS

Luke 24 in the BOGWICC

Luke 24 in the BOHCB

Luke 24 in the BOHCV

Luke 24 in the BOHLNT

Luke 24 in the BOHNTLTAL

Luke 24 in the BOICB

Luke 24 in the BOILNTAP

Luke 24 in the BOITCV

Luke 24 in the BOKCV

Luke 24 in the BOKCV2

Luke 24 in the BOKHWOG

Luke 24 in the BOKSSV

Luke 24 in the BOLCB

Luke 24 in the BOLCB2

Luke 24 in the BOMCV

Luke 24 in the BONAV

Luke 24 in the BONCB

Luke 24 in the BONLT

Luke 24 in the BONUT2

Luke 24 in the BOPLNT

Luke 24 in the BOSCB

Luke 24 in the BOSNC

Luke 24 in the BOTLNT

Luke 24 in the BOVCB

Luke 24 in the BOYCB

Luke 24 in the BPBB

Luke 24 in the BPH

Luke 24 in the BSB

Luke 24 in the CCB

Luke 24 in the CUV

Luke 24 in the CUVS

Luke 24 in the DBT

Luke 24 in the DGDNT

Luke 24 in the DHNT

Luke 24 in the DNT

Luke 24 in the ELBE

Luke 24 in the EMTV

Luke 24 in the ESV

Luke 24 in the FBV

Luke 24 in the FEB

Luke 24 in the GGMNT

Luke 24 in the GNT

Luke 24 in the HARY

Luke 24 in the HNT

Luke 24 in the IRVA

Luke 24 in the IRVB

Luke 24 in the IRVG

Luke 24 in the IRVH

Luke 24 in the IRVK

Luke 24 in the IRVM

Luke 24 in the IRVM2

Luke 24 in the IRVO

Luke 24 in the IRVP

Luke 24 in the IRVT

Luke 24 in the IRVT2

Luke 24 in the IRVU

Luke 24 in the ISVN

Luke 24 in the JSNT

Luke 24 in the KAPI

Luke 24 in the KBT1ETNIK

Luke 24 in the KBV

Luke 24 in the KJV

Luke 24 in the KNFD

Luke 24 in the LBA

Luke 24 in the LBLA

Luke 24 in the LNT

Luke 24 in the LSV

Luke 24 in the MAAL

Luke 24 in the MBV

Luke 24 in the MBV2

Luke 24 in the MHNT

Luke 24 in the MKNFD

Luke 24 in the MNG

Luke 24 in the MNT

Luke 24 in the MNT2

Luke 24 in the MRS1T

Luke 24 in the NAA

Luke 24 in the NASB

Luke 24 in the NBLA

Luke 24 in the NBS

Luke 24 in the NBVTP

Luke 24 in the NET2

Luke 24 in the NIV11

Luke 24 in the NNT

Luke 24 in the NNT2

Luke 24 in the NNT3

Luke 24 in the PDDPT

Luke 24 in the PFNT

Luke 24 in the RMNT

Luke 24 in the SBIAS

Luke 24 in the SBIBS

Luke 24 in the SBIBS2

Luke 24 in the SBICS

Luke 24 in the SBIDS

Luke 24 in the SBIGS

Luke 24 in the SBIHS

Luke 24 in the SBIIS

Luke 24 in the SBIIS2

Luke 24 in the SBIIS3

Luke 24 in the SBIKS

Luke 24 in the SBIKS2

Luke 24 in the SBIMS

Luke 24 in the SBIOS

Luke 24 in the SBIPS

Luke 24 in the SBISS

Luke 24 in the SBITS

Luke 24 in the SBITS2

Luke 24 in the SBITS3

Luke 24 in the SBITS4

Luke 24 in the SBIUS

Luke 24 in the SBIVS

Luke 24 in the SBT

Luke 24 in the SBT1E

Luke 24 in the SCHL

Luke 24 in the SNT

Luke 24 in the SUSU

Luke 24 in the SUSU2

Luke 24 in the SYNO

Luke 24 in the TBIAOTANT

Luke 24 in the TBT1E

Luke 24 in the TBT1E2

Luke 24 in the TFTIP

Luke 24 in the TFTU

Luke 24 in the THAI

Luke 24 in the TNFD

Luke 24 in the TNT

Luke 24 in the TNTIK

Luke 24 in the TNTIL

Luke 24 in the TNTIN

Luke 24 in the TNTIP

Luke 24 in the TNTIZ

Luke 24 in the TOMA

Luke 24 in the TTENT

Luke 24 in the UBG

Luke 24 in the UGV

Luke 24 in the UGV2

Luke 24 in the UGV3

Luke 24 in the VBL

Luke 24 in the VDCC

Luke 24 in the YALU

Luke 24 in the YAPE

Luke 24 in the YBVTP

Luke 24 in the ZBP