Luke 8 (TGNTATF3T)

1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ· 2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν· Μαρία (ἡ καλουμένη Μαγδαληνή) ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει· 3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ, ἐπιτρόπου Ἡρῴδου· καὶ Σωσάννα, καὶ ἕτεραι πολλαί—αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς. 4 Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπεν διὰ παραβολῆς· 5 «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. 6 Καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα. 7 Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. 8 Καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα.» Ταῦτα λέγων ἐφώνει, «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.» 9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, «Τίς εἴη ἡ παραβολὴ αὕτη;» 10 Ὁ δὲ εἶπεν· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα ‹βλέποντες μὴ βλέπωσιν, καὶ ἀκούοντες μὴ συνιῶσιν.› 11 »Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ. 12 Οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούοντες· εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. 13 Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσιν, μετὰ χαρᾶς δέχονται τὸν λόγον· καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14 Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν· οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσιν. 15 Τὸ δὲ ἐν τῇ καλῇ γῇ· οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον, κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.» 16 Ταῦτα λέγων ἐφώνει· «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Οὐδεὶς δὲ λύχνον ἅψας, καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς. 17 Οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. 18 Βλέπετε οὖν πῶς ἀκούετε· Ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς ἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ.» 19 Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἐδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 20 Καὶ ἀπηγγέλη αὐτῷ λεγόντων, «Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες.» 21 Ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, «Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.» 22 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ εἶπεν πρὸς αὐτούς, «Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης.» Καὶ ἀνήχθησαν. 23 Πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. Καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. 24 Καὶ προσελθόντες διήγειραν αὐτὸν λέγοντες, «Ἐπιστάτα, Ἐπιστάτα, ἀπολλύμεθα.» Ὁ δὲ ἐγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος—καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. 25 Εἶπεν δὲ αὐτοῖς, «Ποῦ ἐστιν ἡ πίστις ὑμῶν;» Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· «Τίς ἄρα οὗτός ἐστιν; ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ.» 26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ἥτις ἐστὶν ἀντιπέραν τῆς Γαλιλαίας. 27 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχεν δαιμόνια ἐκ χρόνων ἱκανῶν—καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. 28 Ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπεν· «Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς.» 29 Παρήγγειλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου (πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος· καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους). 30 Ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων, «Τί σοί ἐστιν ὄνομα;» Ὁ δὲ εἶπεν, «Λεγεών» (ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν). 31 Καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν Ἄβυσσον ἀπελθεῖν. 32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν, καὶ ἐπέτρεψεν αὐτοῖς. 33 Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους—καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. 34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35 Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν· καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν. 36 Ἀπήγγειλαν δὲ αὐτοῖς καὶ οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 37 Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. Αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. 38 Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσεν δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων, 39 «Ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέν σοι ὁ Θεός.» Καὶ ἀπῆλθεν καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς. 40 Ἐγένετο δὲ ἐν τῷ ὑποστρέψαι τὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. 41 Καὶ ἰδού, ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ, ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν.Ἐν δὲ τῷ ὑπάγειν αὐτόν, οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 Καὶ γυνή—οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον, οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι— 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 Καὶ εἶπεν ὁ Ἰησοῦς, «Τίς ὁ ἁψάμενός μου;» Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ μετ᾿ αὐτοῦ· «Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν, καὶ λέγεις, ‹Τίς ὁ ἁψάμενός μου;› » 46 Ὁ δὲ Ἰησοῦς εἶπεν, «Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ.» 47 Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ, δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 Ὁ δὲ εἶπεν αὐτῇ· «Θάρσει θύγατερ, ἡ πίστις σου σέσωκέν σε. Πορεύου εἰς εἰρήνην.» 49 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων αὐτῷ ὅτι «Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον.» 50 Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων, «Μὴ φοβοῦ· μόνον πίστευε καὶ σωθήσεται.» 51 Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 Ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν· ὁ δὲ εἶπεν, «Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.» 53 Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησεν λέγων, «Ἡ παῖς, ἐγείρου.» 55 Καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

In Other Versions

Luke 8 in the ANGEFD

Luke 8 in the ANTPNG2D

Luke 8 in the AS21

Luke 8 in the BAGH

Luke 8 in the BBPNG

Luke 8 in the BBT1E

Luke 8 in the BDS

Luke 8 in the BEV

Luke 8 in the BHAD

Luke 8 in the BIB

Luke 8 in the BLPT

Luke 8 in the BNT

Luke 8 in the BNTABOOT

Luke 8 in the BNTLV

Luke 8 in the BOATCB

Luke 8 in the BOATCB2

Luke 8 in the BOBCV

Luke 8 in the BOCNT

Luke 8 in the BOECS

Luke 8 in the BOGWICC

Luke 8 in the BOHCB

Luke 8 in the BOHCV

Luke 8 in the BOHLNT

Luke 8 in the BOHNTLTAL

Luke 8 in the BOICB

Luke 8 in the BOILNTAP

Luke 8 in the BOITCV

Luke 8 in the BOKCV

Luke 8 in the BOKCV2

Luke 8 in the BOKHWOG

Luke 8 in the BOKSSV

Luke 8 in the BOLCB

Luke 8 in the BOLCB2

Luke 8 in the BOMCV

Luke 8 in the BONAV

Luke 8 in the BONCB

Luke 8 in the BONLT

Luke 8 in the BONUT2

Luke 8 in the BOPLNT

Luke 8 in the BOSCB

Luke 8 in the BOSNC

Luke 8 in the BOTLNT

Luke 8 in the BOVCB

Luke 8 in the BOYCB

Luke 8 in the BPBB

Luke 8 in the BPH

Luke 8 in the BSB

Luke 8 in the CCB

Luke 8 in the CUV

Luke 8 in the CUVS

Luke 8 in the DBT

Luke 8 in the DGDNT

Luke 8 in the DHNT

Luke 8 in the DNT

Luke 8 in the ELBE

Luke 8 in the EMTV

Luke 8 in the ESV

Luke 8 in the FBV

Luke 8 in the FEB

Luke 8 in the GGMNT

Luke 8 in the GNT

Luke 8 in the HARY

Luke 8 in the HNT

Luke 8 in the IRVA

Luke 8 in the IRVB

Luke 8 in the IRVG

Luke 8 in the IRVH

Luke 8 in the IRVK

Luke 8 in the IRVM

Luke 8 in the IRVM2

Luke 8 in the IRVO

Luke 8 in the IRVP

Luke 8 in the IRVT

Luke 8 in the IRVT2

Luke 8 in the IRVU

Luke 8 in the ISVN

Luke 8 in the JSNT

Luke 8 in the KAPI

Luke 8 in the KBT1ETNIK

Luke 8 in the KBV

Luke 8 in the KJV

Luke 8 in the KNFD

Luke 8 in the LBA

Luke 8 in the LBLA

Luke 8 in the LNT

Luke 8 in the LSV

Luke 8 in the MAAL

Luke 8 in the MBV

Luke 8 in the MBV2

Luke 8 in the MHNT

Luke 8 in the MKNFD

Luke 8 in the MNG

Luke 8 in the MNT

Luke 8 in the MNT2

Luke 8 in the MRS1T

Luke 8 in the NAA

Luke 8 in the NASB

Luke 8 in the NBLA

Luke 8 in the NBS

Luke 8 in the NBVTP

Luke 8 in the NET2

Luke 8 in the NIV11

Luke 8 in the NNT

Luke 8 in the NNT2

Luke 8 in the NNT3

Luke 8 in the PDDPT

Luke 8 in the PFNT

Luke 8 in the RMNT

Luke 8 in the SBIAS

Luke 8 in the SBIBS

Luke 8 in the SBIBS2

Luke 8 in the SBICS

Luke 8 in the SBIDS

Luke 8 in the SBIGS

Luke 8 in the SBIHS

Luke 8 in the SBIIS

Luke 8 in the SBIIS2

Luke 8 in the SBIIS3

Luke 8 in the SBIKS

Luke 8 in the SBIKS2

Luke 8 in the SBIMS

Luke 8 in the SBIOS

Luke 8 in the SBIPS

Luke 8 in the SBISS

Luke 8 in the SBITS

Luke 8 in the SBITS2

Luke 8 in the SBITS3

Luke 8 in the SBITS4

Luke 8 in the SBIUS

Luke 8 in the SBIVS

Luke 8 in the SBT

Luke 8 in the SBT1E

Luke 8 in the SCHL

Luke 8 in the SNT

Luke 8 in the SUSU

Luke 8 in the SUSU2

Luke 8 in the SYNO

Luke 8 in the TBIAOTANT

Luke 8 in the TBT1E

Luke 8 in the TBT1E2

Luke 8 in the TFTIP

Luke 8 in the TFTU

Luke 8 in the THAI

Luke 8 in the TNFD

Luke 8 in the TNT

Luke 8 in the TNTIK

Luke 8 in the TNTIL

Luke 8 in the TNTIN

Luke 8 in the TNTIP

Luke 8 in the TNTIZ

Luke 8 in the TOMA

Luke 8 in the TTENT

Luke 8 in the UBG

Luke 8 in the UGV

Luke 8 in the UGV2

Luke 8 in the UGV3

Luke 8 in the VBL

Luke 8 in the VDCC

Luke 8 in the YALU

Luke 8 in the YAPE

Luke 8 in the YBVTP

Luke 8 in the ZBP