Matthew 11 (TGNTATF3T)

1 Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν. 2 Ὁ δὲ Ἰωάννης, ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ 3 εἶπεν αὐτῷ, «Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;» 4 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· 5 τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται. 6 Καί, μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.» 7 Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· «Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι, κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 8 Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν, ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλείων εἰσίν. 9 Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν, προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 10 Οὗτος γάρ ἐστιν περὶ οὗ γέγραπται· ‹Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.› 11 Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. 12 Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. 13 Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν· 14 καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. 15 Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 16 »Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶν παιδίοις ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν τοῖς ἑταίροις αὐτῶν 17 καὶ λέγουσιν, ‹Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε.› 18 Ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν, ‹Δαιμόνιον ἔχει›· 19 ἦλθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, ‹Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.› Καί, ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.» 20 Τότε ἤρξατο ὁ Ἰησοῦς ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν. 21 «Οὐαί σοι, Χωραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. 22 Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. 23 Καὶ σύ, Καπερναούμ, ἣ ‹ἕως τοῦ οὐρανοῦ ὑψωθῇς,› ἕως ᾍδου καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἂν μέχρι τῆς σήμερον. 24 Πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.» 25 Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. 26 Ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. 27 »Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. 28 Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 29 Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· 30 ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.»

In Other Versions

Matthew 11 in the ANGEFD

Matthew 11 in the ANTPNG2D

Matthew 11 in the AS21

Matthew 11 in the BAGH

Matthew 11 in the BBPNG

Matthew 11 in the BBT1E

Matthew 11 in the BDS

Matthew 11 in the BEV

Matthew 11 in the BHAD

Matthew 11 in the BIB

Matthew 11 in the BLPT

Matthew 11 in the BNT

Matthew 11 in the BNTABOOT

Matthew 11 in the BNTLV

Matthew 11 in the BOATCB

Matthew 11 in the BOATCB2

Matthew 11 in the BOBCV

Matthew 11 in the BOCNT

Matthew 11 in the BOECS

Matthew 11 in the BOGWICC

Matthew 11 in the BOHCB

Matthew 11 in the BOHCV

Matthew 11 in the BOHLNT

Matthew 11 in the BOHNTLTAL

Matthew 11 in the BOICB

Matthew 11 in the BOILNTAP

Matthew 11 in the BOITCV

Matthew 11 in the BOKCV

Matthew 11 in the BOKCV2

Matthew 11 in the BOKHWOG

Matthew 11 in the BOKSSV

Matthew 11 in the BOLCB

Matthew 11 in the BOLCB2

Matthew 11 in the BOMCV

Matthew 11 in the BONAV

Matthew 11 in the BONCB

Matthew 11 in the BONLT

Matthew 11 in the BONUT2

Matthew 11 in the BOPLNT

Matthew 11 in the BOSCB

Matthew 11 in the BOSNC

Matthew 11 in the BOTLNT

Matthew 11 in the BOVCB

Matthew 11 in the BOYCB

Matthew 11 in the BPBB

Matthew 11 in the BPH

Matthew 11 in the BSB

Matthew 11 in the CCB

Matthew 11 in the CUV

Matthew 11 in the CUVS

Matthew 11 in the DBT

Matthew 11 in the DGDNT

Matthew 11 in the DHNT

Matthew 11 in the DNT

Matthew 11 in the ELBE

Matthew 11 in the EMTV

Matthew 11 in the ESV

Matthew 11 in the FBV

Matthew 11 in the FEB

Matthew 11 in the GGMNT

Matthew 11 in the GNT

Matthew 11 in the HARY

Matthew 11 in the HNT

Matthew 11 in the IRVA

Matthew 11 in the IRVB

Matthew 11 in the IRVG

Matthew 11 in the IRVH

Matthew 11 in the IRVK

Matthew 11 in the IRVM

Matthew 11 in the IRVM2

Matthew 11 in the IRVO

Matthew 11 in the IRVP

Matthew 11 in the IRVT

Matthew 11 in the IRVT2

Matthew 11 in the IRVU

Matthew 11 in the ISVN

Matthew 11 in the JSNT

Matthew 11 in the KAPI

Matthew 11 in the KBT1ETNIK

Matthew 11 in the KBV

Matthew 11 in the KJV

Matthew 11 in the KNFD

Matthew 11 in the LBA

Matthew 11 in the LBLA

Matthew 11 in the LNT

Matthew 11 in the LSV

Matthew 11 in the MAAL

Matthew 11 in the MBV

Matthew 11 in the MBV2

Matthew 11 in the MHNT

Matthew 11 in the MKNFD

Matthew 11 in the MNG

Matthew 11 in the MNT

Matthew 11 in the MNT2

Matthew 11 in the MRS1T

Matthew 11 in the NAA

Matthew 11 in the NASB

Matthew 11 in the NBLA

Matthew 11 in the NBS

Matthew 11 in the NBVTP

Matthew 11 in the NET2

Matthew 11 in the NIV11

Matthew 11 in the NNT

Matthew 11 in the NNT2

Matthew 11 in the NNT3

Matthew 11 in the PDDPT

Matthew 11 in the PFNT

Matthew 11 in the RMNT

Matthew 11 in the SBIAS

Matthew 11 in the SBIBS

Matthew 11 in the SBIBS2

Matthew 11 in the SBICS

Matthew 11 in the SBIDS

Matthew 11 in the SBIGS

Matthew 11 in the SBIHS

Matthew 11 in the SBIIS

Matthew 11 in the SBIIS2

Matthew 11 in the SBIIS3

Matthew 11 in the SBIKS

Matthew 11 in the SBIKS2

Matthew 11 in the SBIMS

Matthew 11 in the SBIOS

Matthew 11 in the SBIPS

Matthew 11 in the SBISS

Matthew 11 in the SBITS

Matthew 11 in the SBITS2

Matthew 11 in the SBITS3

Matthew 11 in the SBITS4

Matthew 11 in the SBIUS

Matthew 11 in the SBIVS

Matthew 11 in the SBT

Matthew 11 in the SBT1E

Matthew 11 in the SCHL

Matthew 11 in the SNT

Matthew 11 in the SUSU

Matthew 11 in the SUSU2

Matthew 11 in the SYNO

Matthew 11 in the TBIAOTANT

Matthew 11 in the TBT1E

Matthew 11 in the TBT1E2

Matthew 11 in the TFTIP

Matthew 11 in the TFTU

Matthew 11 in the THAI

Matthew 11 in the TNFD

Matthew 11 in the TNT

Matthew 11 in the TNTIK

Matthew 11 in the TNTIL

Matthew 11 in the TNTIN

Matthew 11 in the TNTIP

Matthew 11 in the TNTIZ

Matthew 11 in the TOMA

Matthew 11 in the TTENT

Matthew 11 in the UBG

Matthew 11 in the UGV

Matthew 11 in the UGV2

Matthew 11 in the UGV3

Matthew 11 in the VBL

Matthew 11 in the VDCC

Matthew 11 in the YALU

Matthew 11 in the YAPE

Matthew 11 in the YBVTP

Matthew 11 in the ZBP