Mark 14 (TGNTATF3T)

1 Ἦν δὲ τὸ Πάσχα καὶ τὰ Ἄζυμα μετὰ δύο ἡμέρας. Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. 2 Ἔλεγον δέ, «Μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.» 3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς. Καὶ συντρίψασα τὸ ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς. 4 Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς καὶ λέγοντες· «Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 5 Ἠδύνατο γὰρ τοῦτο πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς.» Καὶ ἐνεβριμῶντο αὐτῇ. 6 Ὁ δὲ Ἰησοῦς εἶπεν· «Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί. 7 Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 8 Ὃ ἔσχεν αὕτη ἐποίησεν. Προέλαβεν μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. 9 Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.» 10 Καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς. 11 Οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι. Καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ. 12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, «Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσομεν, ἵνα φάγῃς τὸ Πάσχα;» 13 Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· «Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ. 14 Καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ‹Ὁ διδάσκαλος λέγει, «Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;» › 15 Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεων μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν.» 16 Καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς· καὶ ἡτοίμασαν τὸ Πάσχα. 17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18 Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, εἶπεν ὁ Ἰησοῦς, «Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾿ ἐμοῦ.» 19 Οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾿ εἷς, «Μήτι ἐγώ;» Καὶ ἄλλος, «Μήτι ἐγώ;» 20 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον. 21 Ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.» 22 Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον καὶ εὐλογήσας, ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν, «Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.» 23 Καὶ λαβὼν τὸ ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24 Καὶ εἶπεν αὐτοῖς· «Τοῦτό ἐστιν τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον. 25 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.» 26 Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. 27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι «Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, ὅτι γέγραπται· ‹Πατάξω τὸν Ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα.› 28 Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.» 29 Ὁ δὲ Πέτρος ἔφη αὐτῷ, «Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾿ οὐκ ἐγώ.» 30 Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, «Ἀμὴν λέγω σοι, ὅτι σύ, σήμερον, ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» 31 Ὁ δὲ ἐκ περισσοῦ ἔλεγεν μᾶλλον, «Ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσωμαι.» Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον. 32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ· καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, «Καθίσατε ὧδε ἕως προσεύξομαι.» 33 Καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ᾿ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. 34 Καὶ λέγει αὐτοῖς· «Περίλυπός ἐστιν ἡ ψυχή μου, ἕως θανάτου. Μείνατε ὧδε καὶ γρηγορεῖτε.» 35 Καὶ προελθὼν μικρόν, ἔπεσεν ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστιν, παρέλθῃ ἀπ᾿ αὐτοῦ ἡ ὥρα. 36 Καὶ ἔλεγεν· «Ἀββᾶ, ὁ Πατήρ, πάντα δυνατά σοι. Παρένεγκαι τὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο· ἀλλ᾿ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.» 37 Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· «Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.» 39 Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών. 40 Καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας, ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι· καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσιν. 41 Καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· «Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδού, παραδίδοται ὁ Υἱὸς τοῦ Ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42 Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, ὁ παραδιδούς με ἤγγικεν.» 43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας, εἷς ὢν τῶν δώδεκα, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, «Ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς.» 45 Καὶ ἐλθών, εὐθέως προσελθὼν αὐτῷ λέγει αὐτῷ, «Ῥαββί, ῥαββί»· καὶ κατεφίλησεν αὐτόν. 46 Οἱ δὲ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν. 47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 48 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με. 49 Καθ᾿ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ, διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. Ἀλλ᾿ ἵνα πληρωθῶσιν αἱ Γραφαί.» 50 Καὶ ἀφέντες αὐτὸν πάντες ἔφυγον. 51 Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι, 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾿ αὐτῶν. 53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ, ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον. 56 Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, λέγοντες 58 ὅτι «Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι ‹Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.› » 59 Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60 Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν, λέγων· «Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν;» 61 Ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ, «Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Εὐλογητοῦ;» 62 Ὁ δὲ Ἰησοῦς εἶπεν· «Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς Δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.» 63 Ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· «Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 Ἠκούσατε τῆς βλασφημίας. Τί ὑμῖν φαίνεται;» Οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου. 65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ, «Προφήτευσον.» Καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον. 66 Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως. 67 Καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, «Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα.» 68 Ὁ δὲ ἠρνήσατο, λέγων, «Οὐκ οἶδα οὔτε ἐπίσταμαι τί σὺ λέγεις.» Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησεν. 69 Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι «Οὗτος ἐξ αὐτῶν ἐστιν.» 70 Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρόν, πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, «Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, καὶ ἡ λαλιά σου ὁμοιάζει.» 71 Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.» 72 Καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. Καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι «Πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς.» Καὶ ἐπιβαλὼν ἔκλαιεν.

In Other Versions

Mark 14 in the ANGEFD

Mark 14 in the ANTPNG2D

Mark 14 in the AS21

Mark 14 in the BAGH

Mark 14 in the BBPNG

Mark 14 in the BBT1E

Mark 14 in the BDS

Mark 14 in the BEV

Mark 14 in the BHAD

Mark 14 in the BIB

Mark 14 in the BLPT

Mark 14 in the BNT

Mark 14 in the BNTABOOT

Mark 14 in the BNTLV

Mark 14 in the BOATCB

Mark 14 in the BOATCB2

Mark 14 in the BOBCV

Mark 14 in the BOCNT

Mark 14 in the BOECS

Mark 14 in the BOGWICC

Mark 14 in the BOHCB

Mark 14 in the BOHCV

Mark 14 in the BOHLNT

Mark 14 in the BOHNTLTAL

Mark 14 in the BOICB

Mark 14 in the BOILNTAP

Mark 14 in the BOITCV

Mark 14 in the BOKCV

Mark 14 in the BOKCV2

Mark 14 in the BOKHWOG

Mark 14 in the BOKSSV

Mark 14 in the BOLCB

Mark 14 in the BOLCB2

Mark 14 in the BOMCV

Mark 14 in the BONAV

Mark 14 in the BONCB

Mark 14 in the BONLT

Mark 14 in the BONUT2

Mark 14 in the BOPLNT

Mark 14 in the BOSCB

Mark 14 in the BOSNC

Mark 14 in the BOTLNT

Mark 14 in the BOVCB

Mark 14 in the BOYCB

Mark 14 in the BPBB

Mark 14 in the BPH

Mark 14 in the BSB

Mark 14 in the CCB

Mark 14 in the CUV

Mark 14 in the CUVS

Mark 14 in the DBT

Mark 14 in the DGDNT

Mark 14 in the DHNT

Mark 14 in the DNT

Mark 14 in the ELBE

Mark 14 in the EMTV

Mark 14 in the ESV

Mark 14 in the FBV

Mark 14 in the FEB

Mark 14 in the GGMNT

Mark 14 in the GNT

Mark 14 in the HARY

Mark 14 in the HNT

Mark 14 in the IRVA

Mark 14 in the IRVB

Mark 14 in the IRVG

Mark 14 in the IRVH

Mark 14 in the IRVK

Mark 14 in the IRVM

Mark 14 in the IRVM2

Mark 14 in the IRVO

Mark 14 in the IRVP

Mark 14 in the IRVT

Mark 14 in the IRVT2

Mark 14 in the IRVU

Mark 14 in the ISVN

Mark 14 in the JSNT

Mark 14 in the KAPI

Mark 14 in the KBT1ETNIK

Mark 14 in the KBV

Mark 14 in the KJV

Mark 14 in the KNFD

Mark 14 in the LBA

Mark 14 in the LBLA

Mark 14 in the LNT

Mark 14 in the LSV

Mark 14 in the MAAL

Mark 14 in the MBV

Mark 14 in the MBV2

Mark 14 in the MHNT

Mark 14 in the MKNFD

Mark 14 in the MNG

Mark 14 in the MNT

Mark 14 in the MNT2

Mark 14 in the MRS1T

Mark 14 in the NAA

Mark 14 in the NASB

Mark 14 in the NBLA

Mark 14 in the NBS

Mark 14 in the NBVTP

Mark 14 in the NET2

Mark 14 in the NIV11

Mark 14 in the NNT

Mark 14 in the NNT2

Mark 14 in the NNT3

Mark 14 in the PDDPT

Mark 14 in the PFNT

Mark 14 in the RMNT

Mark 14 in the SBIAS

Mark 14 in the SBIBS

Mark 14 in the SBIBS2

Mark 14 in the SBICS

Mark 14 in the SBIDS

Mark 14 in the SBIGS

Mark 14 in the SBIHS

Mark 14 in the SBIIS

Mark 14 in the SBIIS2

Mark 14 in the SBIIS3

Mark 14 in the SBIKS

Mark 14 in the SBIKS2

Mark 14 in the SBIMS

Mark 14 in the SBIOS

Mark 14 in the SBIPS

Mark 14 in the SBISS

Mark 14 in the SBITS

Mark 14 in the SBITS2

Mark 14 in the SBITS3

Mark 14 in the SBITS4

Mark 14 in the SBIUS

Mark 14 in the SBIVS

Mark 14 in the SBT

Mark 14 in the SBT1E

Mark 14 in the SCHL

Mark 14 in the SNT

Mark 14 in the SUSU

Mark 14 in the SUSU2

Mark 14 in the SYNO

Mark 14 in the TBIAOTANT

Mark 14 in the TBT1E

Mark 14 in the TBT1E2

Mark 14 in the TFTIP

Mark 14 in the TFTU

Mark 14 in the THAI

Mark 14 in the TNFD

Mark 14 in the TNT

Mark 14 in the TNTIK

Mark 14 in the TNTIL

Mark 14 in the TNTIN

Mark 14 in the TNTIP

Mark 14 in the TNTIZ

Mark 14 in the TOMA

Mark 14 in the TTENT

Mark 14 in the UBG

Mark 14 in the UGV

Mark 14 in the UGV2

Mark 14 in the UGV3

Mark 14 in the VBL

Mark 14 in the VDCC

Mark 14 in the YALU

Mark 14 in the YAPE

Mark 14 in the YBVTP

Mark 14 in the ZBP