Mark 2 (TGNTATF3T)

1 Καὶ εἰσῆλθεν πάλιν εἰς Καπερναοὺμ δι᾿ ἡμερῶν, καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστιν. 2 Καὶ εὐθέως συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν, μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3 Καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων. 4 Καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν· καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον ἐφ᾿ ᾧ ὁ παραλυτικὸς κατέκειτο. 5 Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, «Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» 6 Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· 7 «Τί οὗτος οὕτως λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ Θεός;» 8 Καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς εἶπεν αὐτοῖς· «Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9 Τί ἐστιν εὐκοπώτερον· εἰπεῖν τῷ παραλυτικῷ, ‹Ἀφέωνταί σου αἱ ἁμαρτίαι,› ἢ εἰπεῖν, ‹Ἔγειραι καὶ ἆρον τὸν κράββατόν σου καὶ περιπάτει›; 10 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας»—λέγει τῷ παραλυτικῷ· 11 «Σοὶ λέγω, ἔγειραι καὶ ἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.» 12 Καὶ ἠγέρθη εὐθέως καὶ ἄρας τὸν κράββατον ἐξῆλθεν ἐναντίον πάντων· ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεόν, λέγοντας ὅτι «Οὐδέποτε οὕτως εἴδομεν.» 13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14 Καὶ παράγων, εἶδεν Λευὶν τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, «Ἀκολούθει μοι.» Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 15 Καὶ ἐγένετο, ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθησαν αὐτῷ. 16 Καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, «Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει;» 17 Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς· «Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.» 18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, «Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;» 19 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστιν, νηστεύειν; Ὅσον χρόνον μεθ᾿ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον οὐ δύνανται νηστεύειν. 20 Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν, ἐν ἐκείναις ταῖς ἡμέραις. 21 »Καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ, εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς, εἰ δὲ μή, ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.» 23 Καὶ ἐγένετο παραπορεύεσθαι αὐτόν, ἐν τοῖς σάββασιν, διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν, τίλλοντες τοὺς στάχυας. 24 Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, «Ἴδε, τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;» 25 Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· «Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν, αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; 26 Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ (ἐπὶ Ἀβιάθαρ ἀρχιερέως) καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσιν, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;» 27 Καὶ ἔλεγεν αὐτοῖς· «Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον. 28 Ὥστε Κύριός ἐστιν ὁ Υἱὸς τοῦ Ἀνθρώπου καὶ τοῦ σαββάτου.»

In Other Versions

Mark 2 in the ANGEFD

Mark 2 in the ANTPNG2D

Mark 2 in the AS21

Mark 2 in the BAGH

Mark 2 in the BBPNG

Mark 2 in the BBT1E

Mark 2 in the BDS

Mark 2 in the BEV

Mark 2 in the BHAD

Mark 2 in the BIB

Mark 2 in the BLPT

Mark 2 in the BNT

Mark 2 in the BNTABOOT

Mark 2 in the BNTLV

Mark 2 in the BOATCB

Mark 2 in the BOATCB2

Mark 2 in the BOBCV

Mark 2 in the BOCNT

Mark 2 in the BOECS

Mark 2 in the BOGWICC

Mark 2 in the BOHCB

Mark 2 in the BOHCV

Mark 2 in the BOHLNT

Mark 2 in the BOHNTLTAL

Mark 2 in the BOICB

Mark 2 in the BOILNTAP

Mark 2 in the BOITCV

Mark 2 in the BOKCV

Mark 2 in the BOKCV2

Mark 2 in the BOKHWOG

Mark 2 in the BOKSSV

Mark 2 in the BOLCB

Mark 2 in the BOLCB2

Mark 2 in the BOMCV

Mark 2 in the BONAV

Mark 2 in the BONCB

Mark 2 in the BONLT

Mark 2 in the BONUT2

Mark 2 in the BOPLNT

Mark 2 in the BOSCB

Mark 2 in the BOSNC

Mark 2 in the BOTLNT

Mark 2 in the BOVCB

Mark 2 in the BOYCB

Mark 2 in the BPBB

Mark 2 in the BPH

Mark 2 in the BSB

Mark 2 in the CCB

Mark 2 in the CUV

Mark 2 in the CUVS

Mark 2 in the DBT

Mark 2 in the DGDNT

Mark 2 in the DHNT

Mark 2 in the DNT

Mark 2 in the ELBE

Mark 2 in the EMTV

Mark 2 in the ESV

Mark 2 in the FBV

Mark 2 in the FEB

Mark 2 in the GGMNT

Mark 2 in the GNT

Mark 2 in the HARY

Mark 2 in the HNT

Mark 2 in the IRVA

Mark 2 in the IRVB

Mark 2 in the IRVG

Mark 2 in the IRVH

Mark 2 in the IRVK

Mark 2 in the IRVM

Mark 2 in the IRVM2

Mark 2 in the IRVO

Mark 2 in the IRVP

Mark 2 in the IRVT

Mark 2 in the IRVT2

Mark 2 in the IRVU

Mark 2 in the ISVN

Mark 2 in the JSNT

Mark 2 in the KAPI

Mark 2 in the KBT1ETNIK

Mark 2 in the KBV

Mark 2 in the KJV

Mark 2 in the KNFD

Mark 2 in the LBA

Mark 2 in the LBLA

Mark 2 in the LNT

Mark 2 in the LSV

Mark 2 in the MAAL

Mark 2 in the MBV

Mark 2 in the MBV2

Mark 2 in the MHNT

Mark 2 in the MKNFD

Mark 2 in the MNG

Mark 2 in the MNT

Mark 2 in the MNT2

Mark 2 in the MRS1T

Mark 2 in the NAA

Mark 2 in the NASB

Mark 2 in the NBLA

Mark 2 in the NBS

Mark 2 in the NBVTP

Mark 2 in the NET2

Mark 2 in the NIV11

Mark 2 in the NNT

Mark 2 in the NNT2

Mark 2 in the NNT3

Mark 2 in the PDDPT

Mark 2 in the PFNT

Mark 2 in the RMNT

Mark 2 in the SBIAS

Mark 2 in the SBIBS

Mark 2 in the SBIBS2

Mark 2 in the SBICS

Mark 2 in the SBIDS

Mark 2 in the SBIGS

Mark 2 in the SBIHS

Mark 2 in the SBIIS

Mark 2 in the SBIIS2

Mark 2 in the SBIIS3

Mark 2 in the SBIKS

Mark 2 in the SBIKS2

Mark 2 in the SBIMS

Mark 2 in the SBIOS

Mark 2 in the SBIPS

Mark 2 in the SBISS

Mark 2 in the SBITS

Mark 2 in the SBITS2

Mark 2 in the SBITS3

Mark 2 in the SBITS4

Mark 2 in the SBIUS

Mark 2 in the SBIVS

Mark 2 in the SBT

Mark 2 in the SBT1E

Mark 2 in the SCHL

Mark 2 in the SNT

Mark 2 in the SUSU

Mark 2 in the SUSU2

Mark 2 in the SYNO

Mark 2 in the TBIAOTANT

Mark 2 in the TBT1E

Mark 2 in the TBT1E2

Mark 2 in the TFTIP

Mark 2 in the TFTU

Mark 2 in the THAI

Mark 2 in the TNFD

Mark 2 in the TNT

Mark 2 in the TNTIK

Mark 2 in the TNTIL

Mark 2 in the TNTIN

Mark 2 in the TNTIP

Mark 2 in the TNTIZ

Mark 2 in the TOMA

Mark 2 in the TTENT

Mark 2 in the UBG

Mark 2 in the UGV

Mark 2 in the UGV2

Mark 2 in the UGV3

Mark 2 in the VBL

Mark 2 in the VDCC

Mark 2 in the YALU

Mark 2 in the YAPE

Mark 2 in the YBVTP

Mark 2 in the ZBP