Mark 7 (TGNTATF3T)

1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων. 2 Καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσίν—τοῦτ᾿ ἔστιν, ἀνίπτοις—ἐσθίοντας ἄρτους, ἐμέμψαντο. 3 (Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων. 4 Καὶ ἀπὸ ἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσιν. Καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν—βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκείων καὶ κλινῶν.) 5 Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, «Διὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσιν κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσιν τὸν ἄρτον;» 6 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι «Καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται· ‹Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ. 7 Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.› 8 Ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων—βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.» 9 Καὶ ἔλεγεν αὐτοῖς· «Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε. 10 Μωσῆς γὰρ εἶπεν, ‹Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου› καί, ‹Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.› 11 Ὑμεῖς δὲ λέγετε ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, ‹Κορβᾶν› (ὅ ἐστιν, δῶρον) ‹ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,› 12 καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ, 13 ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε. Καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.» 14 Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον ἔλεγεν αὐτοῖς· «Ἀκούετέ μου πάντες, καὶ συνίετε· 15 Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ ἐκπορευόμενα ἀπ᾿ αὐτοῦ, ἐκεῖνά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον. 16 Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.» 17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς. 18 Καὶ λέγει αὐτοῖς· «Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾿ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζον πάντα τὰ βρώματα;» 20 Ἔλεγεν δὲ ὅτι «Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 21 Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων, οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται—μοιχεῖαι, πορνεῖαι, φόνοι, 22 κλοπαί, πλεονεξίαι, πονηρίαι· δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη— 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.» 24 Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν. 25 Ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ. 26 Ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, Συρα-Φοινίκισσα τῷ γένει, καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ, «Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ καλόν ἐστιν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.» 28 Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, «Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων.» 29 Καὶ εἶπεν αὐτῇ, «Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθεν τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.» 30 Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ δαιμόνιον ἐξεληλυθὸς καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης. 31 Καὶ πάλιν, ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 Καὶ φέρουσιν αὐτῷ κωφὸν μογγιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ· καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ. 34 Καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ, «Ἐφφαθά,» ὅ ἐστιν, «Διανοίχθητι.» 35 Καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. 36 Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. 37 Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες· «Καλῶς πάντα πεποίηκεν. Καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.»

In Other Versions

Mark 7 in the ANGEFD

Mark 7 in the ANTPNG2D

Mark 7 in the AS21

Mark 7 in the BAGH

Mark 7 in the BBPNG

Mark 7 in the BBT1E

Mark 7 in the BDS

Mark 7 in the BEV

Mark 7 in the BHAD

Mark 7 in the BIB

Mark 7 in the BLPT

Mark 7 in the BNT

Mark 7 in the BNTABOOT

Mark 7 in the BNTLV

Mark 7 in the BOATCB

Mark 7 in the BOATCB2

Mark 7 in the BOBCV

Mark 7 in the BOCNT

Mark 7 in the BOECS

Mark 7 in the BOGWICC

Mark 7 in the BOHCB

Mark 7 in the BOHCV

Mark 7 in the BOHLNT

Mark 7 in the BOHNTLTAL

Mark 7 in the BOICB

Mark 7 in the BOILNTAP

Mark 7 in the BOITCV

Mark 7 in the BOKCV

Mark 7 in the BOKCV2

Mark 7 in the BOKHWOG

Mark 7 in the BOKSSV

Mark 7 in the BOLCB

Mark 7 in the BOLCB2

Mark 7 in the BOMCV

Mark 7 in the BONAV

Mark 7 in the BONCB

Mark 7 in the BONLT

Mark 7 in the BONUT2

Mark 7 in the BOPLNT

Mark 7 in the BOSCB

Mark 7 in the BOSNC

Mark 7 in the BOTLNT

Mark 7 in the BOVCB

Mark 7 in the BOYCB

Mark 7 in the BPBB

Mark 7 in the BPH

Mark 7 in the BSB

Mark 7 in the CCB

Mark 7 in the CUV

Mark 7 in the CUVS

Mark 7 in the DBT

Mark 7 in the DGDNT

Mark 7 in the DHNT

Mark 7 in the DNT

Mark 7 in the ELBE

Mark 7 in the EMTV

Mark 7 in the ESV

Mark 7 in the FBV

Mark 7 in the FEB

Mark 7 in the GGMNT

Mark 7 in the GNT

Mark 7 in the HARY

Mark 7 in the HNT

Mark 7 in the IRVA

Mark 7 in the IRVB

Mark 7 in the IRVG

Mark 7 in the IRVH

Mark 7 in the IRVK

Mark 7 in the IRVM

Mark 7 in the IRVM2

Mark 7 in the IRVO

Mark 7 in the IRVP

Mark 7 in the IRVT

Mark 7 in the IRVT2

Mark 7 in the IRVU

Mark 7 in the ISVN

Mark 7 in the JSNT

Mark 7 in the KAPI

Mark 7 in the KBT1ETNIK

Mark 7 in the KBV

Mark 7 in the KJV

Mark 7 in the KNFD

Mark 7 in the LBA

Mark 7 in the LBLA

Mark 7 in the LNT

Mark 7 in the LSV

Mark 7 in the MAAL

Mark 7 in the MBV

Mark 7 in the MBV2

Mark 7 in the MHNT

Mark 7 in the MKNFD

Mark 7 in the MNG

Mark 7 in the MNT

Mark 7 in the MNT2

Mark 7 in the MRS1T

Mark 7 in the NAA

Mark 7 in the NASB

Mark 7 in the NBLA

Mark 7 in the NBS

Mark 7 in the NBVTP

Mark 7 in the NET2

Mark 7 in the NIV11

Mark 7 in the NNT

Mark 7 in the NNT2

Mark 7 in the NNT3

Mark 7 in the PDDPT

Mark 7 in the PFNT

Mark 7 in the RMNT

Mark 7 in the SBIAS

Mark 7 in the SBIBS

Mark 7 in the SBIBS2

Mark 7 in the SBICS

Mark 7 in the SBIDS

Mark 7 in the SBIGS

Mark 7 in the SBIHS

Mark 7 in the SBIIS

Mark 7 in the SBIIS2

Mark 7 in the SBIIS3

Mark 7 in the SBIKS

Mark 7 in the SBIKS2

Mark 7 in the SBIMS

Mark 7 in the SBIOS

Mark 7 in the SBIPS

Mark 7 in the SBISS

Mark 7 in the SBITS

Mark 7 in the SBITS2

Mark 7 in the SBITS3

Mark 7 in the SBITS4

Mark 7 in the SBIUS

Mark 7 in the SBIVS

Mark 7 in the SBT

Mark 7 in the SBT1E

Mark 7 in the SCHL

Mark 7 in the SNT

Mark 7 in the SUSU

Mark 7 in the SUSU2

Mark 7 in the SYNO

Mark 7 in the TBIAOTANT

Mark 7 in the TBT1E

Mark 7 in the TBT1E2

Mark 7 in the TFTIP

Mark 7 in the TFTU

Mark 7 in the THAI

Mark 7 in the TNFD

Mark 7 in the TNT

Mark 7 in the TNTIK

Mark 7 in the TNTIL

Mark 7 in the TNTIN

Mark 7 in the TNTIP

Mark 7 in the TNTIZ

Mark 7 in the TOMA

Mark 7 in the TTENT

Mark 7 in the UBG

Mark 7 in the UGV

Mark 7 in the UGV2

Mark 7 in the UGV3

Mark 7 in the VBL

Mark 7 in the VDCC

Mark 7 in the YALU

Mark 7 in the YAPE

Mark 7 in the YBVTP

Mark 7 in the ZBP