Mark 9 (TGNTATF3T)

1 Καὶ ἔλεγεν αὐτοῖς, «Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.» 2 Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν μόνους. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν· 3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα, λευκὰ λίαν, ὡς χιών, οἷα κναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι. 4 Καὶ ὤφθη αὐτοῖς Ἠλίας, σὺν Μωϋσῇ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. 5 Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, «Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς· σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.» 6 (Οὐ γὰρ ᾔδει τί λαλήσει, ἦσαν γὰρ ἔκφοβοι.) 7 Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἦλθεν Φωνὴ ἐκ τῆς νεφέλης· «Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός. Αὐτοῦ ἀκούετε.» 8 Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾿ ἑαυτῶν. 9 Καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10 Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς, συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. 11 Καὶ ἐπηρώτων αὐτόν, λέγοντες, «Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;» 12 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ. 13 Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ ‹Ἠλίας› ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν» (καθὼς γέγραπται ἐπ᾿ αὐτόν). 14 Καὶ ἐλθὼν πρὸς τοὺς μαθητάς, εἶδεν ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς. 15 Καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδὼν αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16 Καὶ ἐπηρώτησεν τοὺς γραμματεῖς, «Τί συζητεῖτε πρὸς αὐτούς;» 17 Καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπεν· «Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον. 18 Καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται. Καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.» 19 Ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· «Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι, ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με.» 20 Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. Καὶ ἰδὸν αὐτόν, εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο, ἀφρίζων. 21 Καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, «Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ;» Ὁ δὲ εἶπεν· «Παιδιόθεν. 22 Καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν. Ἀλλ᾿ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς.» 23 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Τὸ εἰ δύνασαι πιστεῦσαι· πάντα δυνατὰ τῷ πιστεύοντι.» 24 Καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου, μετὰ δακρύων, ἔλεγεν, «Πιστεύω, Κύριε· βοήθει μου τῇ ἀπιστίᾳ.» 25 Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὁ ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, «Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.» 26 Καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτὸν ἐξῆλθεν. Καὶ ἐγένετο ὡσεὶ νεκρός· ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27 Ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28 Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν, «Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;» 29 Καὶ εἶπεν αὐτοῖς, «Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.» 30 Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· 31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι, «Ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.» 32 Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι. 33 Καὶ ἦλθεν εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, «Τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε;» 34 Οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. 35 Καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, «Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.» 36 Καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς, 37 «Ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.» 38 Ἀπεκρίθη δὲ αὐτῷ ὁ Ἰωάννης, λέγων, «Διδάσκαλε, εἴδομέν τινα τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν· καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν.» 39 Ὁ δὲ Ἰησοῦς εἶπεν· «Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. 40 Ὃς γὰρ οὐκ ἔστιν καθ᾿ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν. 41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματί μου, ὅτι Χριστοῦ ἐστέ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. 42 »Καὶ ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. 43 Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν σοί ἐστιν κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν Γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον 44 —ὅπου ‹ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.› 45 Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σοι εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν Γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον 46 —ὅπου ‹ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.› 47 Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σοί ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν Γέενναν τοῦ πυρός 48 —ὅπου ‹ὁ σκώληξ οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.› 49 »Πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται. 50 Καλὸν τὸ ἅλας, ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς ἅλας, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.»

In Other Versions

Mark 9 in the ANGEFD

Mark 9 in the ANTPNG2D

Mark 9 in the AS21

Mark 9 in the BAGH

Mark 9 in the BBPNG

Mark 9 in the BBT1E

Mark 9 in the BDS

Mark 9 in the BEV

Mark 9 in the BHAD

Mark 9 in the BIB

Mark 9 in the BLPT

Mark 9 in the BNT

Mark 9 in the BNTABOOT

Mark 9 in the BNTLV

Mark 9 in the BOATCB

Mark 9 in the BOATCB2

Mark 9 in the BOBCV

Mark 9 in the BOCNT

Mark 9 in the BOECS

Mark 9 in the BOGWICC

Mark 9 in the BOHCB

Mark 9 in the BOHCV

Mark 9 in the BOHLNT

Mark 9 in the BOHNTLTAL

Mark 9 in the BOICB

Mark 9 in the BOILNTAP

Mark 9 in the BOITCV

Mark 9 in the BOKCV

Mark 9 in the BOKCV2

Mark 9 in the BOKHWOG

Mark 9 in the BOKSSV

Mark 9 in the BOLCB

Mark 9 in the BOLCB2

Mark 9 in the BOMCV

Mark 9 in the BONAV

Mark 9 in the BONCB

Mark 9 in the BONLT

Mark 9 in the BONUT2

Mark 9 in the BOPLNT

Mark 9 in the BOSCB

Mark 9 in the BOSNC

Mark 9 in the BOTLNT

Mark 9 in the BOVCB

Mark 9 in the BOYCB

Mark 9 in the BPBB

Mark 9 in the BPH

Mark 9 in the BSB

Mark 9 in the CCB

Mark 9 in the CUV

Mark 9 in the CUVS

Mark 9 in the DBT

Mark 9 in the DGDNT

Mark 9 in the DHNT

Mark 9 in the DNT

Mark 9 in the ELBE

Mark 9 in the EMTV

Mark 9 in the ESV

Mark 9 in the FBV

Mark 9 in the FEB

Mark 9 in the GGMNT

Mark 9 in the GNT

Mark 9 in the HARY

Mark 9 in the HNT

Mark 9 in the IRVA

Mark 9 in the IRVB

Mark 9 in the IRVG

Mark 9 in the IRVH

Mark 9 in the IRVK

Mark 9 in the IRVM

Mark 9 in the IRVM2

Mark 9 in the IRVO

Mark 9 in the IRVP

Mark 9 in the IRVT

Mark 9 in the IRVT2

Mark 9 in the IRVU

Mark 9 in the ISVN

Mark 9 in the JSNT

Mark 9 in the KAPI

Mark 9 in the KBT1ETNIK

Mark 9 in the KBV

Mark 9 in the KJV

Mark 9 in the KNFD

Mark 9 in the LBA

Mark 9 in the LBLA

Mark 9 in the LNT

Mark 9 in the LSV

Mark 9 in the MAAL

Mark 9 in the MBV

Mark 9 in the MBV2

Mark 9 in the MHNT

Mark 9 in the MKNFD

Mark 9 in the MNG

Mark 9 in the MNT

Mark 9 in the MNT2

Mark 9 in the MRS1T

Mark 9 in the NAA

Mark 9 in the NASB

Mark 9 in the NBLA

Mark 9 in the NBS

Mark 9 in the NBVTP

Mark 9 in the NET2

Mark 9 in the NIV11

Mark 9 in the NNT

Mark 9 in the NNT2

Mark 9 in the NNT3

Mark 9 in the PDDPT

Mark 9 in the PFNT

Mark 9 in the RMNT

Mark 9 in the SBIAS

Mark 9 in the SBIBS

Mark 9 in the SBIBS2

Mark 9 in the SBICS

Mark 9 in the SBIDS

Mark 9 in the SBIGS

Mark 9 in the SBIHS

Mark 9 in the SBIIS

Mark 9 in the SBIIS2

Mark 9 in the SBIIS3

Mark 9 in the SBIKS

Mark 9 in the SBIKS2

Mark 9 in the SBIMS

Mark 9 in the SBIOS

Mark 9 in the SBIPS

Mark 9 in the SBISS

Mark 9 in the SBITS

Mark 9 in the SBITS2

Mark 9 in the SBITS3

Mark 9 in the SBITS4

Mark 9 in the SBIUS

Mark 9 in the SBIVS

Mark 9 in the SBT

Mark 9 in the SBT1E

Mark 9 in the SCHL

Mark 9 in the SNT

Mark 9 in the SUSU

Mark 9 in the SUSU2

Mark 9 in the SYNO

Mark 9 in the TBIAOTANT

Mark 9 in the TBT1E

Mark 9 in the TBT1E2

Mark 9 in the TFTIP

Mark 9 in the TFTU

Mark 9 in the THAI

Mark 9 in the TNFD

Mark 9 in the TNT

Mark 9 in the TNTIK

Mark 9 in the TNTIL

Mark 9 in the TNTIN

Mark 9 in the TNTIP

Mark 9 in the TNTIZ

Mark 9 in the TOMA

Mark 9 in the TTENT

Mark 9 in the UBG

Mark 9 in the UGV

Mark 9 in the UGV2

Mark 9 in the UGV3

Mark 9 in the VBL

Mark 9 in the VDCC

Mark 9 in the YALU

Mark 9 in the YAPE

Mark 9 in the YBVTP

Mark 9 in the ZBP