1 Thessalonians 5 (TGNTATF3T)
1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι· 2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. 3 Ὅταν γὰρ λέγωσιν, «Εἰρήνη καὶ ἀσφάλεια,» τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. 4 Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ. 5 Πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτός, οὐδὲ σκότους. 6 Ἄρα οὖν, μὴ καθεύδωμεν, ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν· 7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· 8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας. 9 Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν ἀλλ᾿ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν ἵνα εἴτε γρηγοροῦμεν εἴτε καθεύδομεν ἅμα σὺν αὐτῷ ζήσωμεν. 11 Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. 12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς, 13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν ἑαυτοῖς. 14 Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί· νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. 15 Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. 16 Πάντοτε χαίρετε· 17 ἀδιαλείπτως προσεύχεσθε· 18 ἐν παντὶ εὐχαριστεῖτε, τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. 19 Τὸ Πνεῦμα μὴ σβέννυτε· 20 προφητείας μὴ ἐξουθενεῖτε, 21 πάντα δὲ δοκιμάζετε· τὸ καλὸν κατέχετε. 22 Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. 23 Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. 24 Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. 25 Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν. 26 Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. 27 Ὁρκίζω ὑμᾶς τὸν Κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἁγίοις ἀδελφοῖς. 28 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. Ἀμήν.,
In Other Versions
1 Thessalonians 5 in the ANGEFD
1 Thessalonians 5 in the ANTPNG2D
1 Thessalonians 5 in the BBPNG
1 Thessalonians 5 in the BBT1E
1 Thessalonians 5 in the BNTABOOT
1 Thessalonians 5 in the BNTLV
1 Thessalonians 5 in the BOATCB
1 Thessalonians 5 in the BOATCB2
1 Thessalonians 5 in the BOBCV
1 Thessalonians 5 in the BOCNT
1 Thessalonians 5 in the BOECS
1 Thessalonians 5 in the BOGWICC
1 Thessalonians 5 in the BOHCB
1 Thessalonians 5 in the BOHCV
1 Thessalonians 5 in the BOHLNT
1 Thessalonians 5 in the BOHNTLTAL
1 Thessalonians 5 in the BOICB
1 Thessalonians 5 in the BOILNTAP
1 Thessalonians 5 in the BOITCV
1 Thessalonians 5 in the BOKCV
1 Thessalonians 5 in the BOKCV2
1 Thessalonians 5 in the BOKHWOG
1 Thessalonians 5 in the BOKSSV
1 Thessalonians 5 in the BOLCB
1 Thessalonians 5 in the BOLCB2
1 Thessalonians 5 in the BOMCV
1 Thessalonians 5 in the BONAV
1 Thessalonians 5 in the BONCB
1 Thessalonians 5 in the BONLT
1 Thessalonians 5 in the BONUT2
1 Thessalonians 5 in the BOPLNT
1 Thessalonians 5 in the BOSCB
1 Thessalonians 5 in the BOSNC
1 Thessalonians 5 in the BOTLNT
1 Thessalonians 5 in the BOVCB
1 Thessalonians 5 in the BOYCB
1 Thessalonians 5 in the DGDNT
1 Thessalonians 5 in the GGMNT
1 Thessalonians 5 in the IRVM2
1 Thessalonians 5 in the IRVT2
1 Thessalonians 5 in the KBT1ETNIK
1 Thessalonians 5 in the MKNFD
1 Thessalonians 5 in the MRS1T
1 Thessalonians 5 in the NBVTP
1 Thessalonians 5 in the NIV11
1 Thessalonians 5 in the PDDPT
1 Thessalonians 5 in the SBIAS
1 Thessalonians 5 in the SBIBS
1 Thessalonians 5 in the SBIBS2
1 Thessalonians 5 in the SBICS
1 Thessalonians 5 in the SBIDS
1 Thessalonians 5 in the SBIGS
1 Thessalonians 5 in the SBIHS
1 Thessalonians 5 in the SBIIS
1 Thessalonians 5 in the SBIIS2
1 Thessalonians 5 in the SBIIS3
1 Thessalonians 5 in the SBIKS
1 Thessalonians 5 in the SBIKS2
1 Thessalonians 5 in the SBIMS
1 Thessalonians 5 in the SBIOS
1 Thessalonians 5 in the SBIPS
1 Thessalonians 5 in the SBISS
1 Thessalonians 5 in the SBITS
1 Thessalonians 5 in the SBITS2
1 Thessalonians 5 in the SBITS3
1 Thessalonians 5 in the SBITS4
1 Thessalonians 5 in the SBIUS
1 Thessalonians 5 in the SBIVS
1 Thessalonians 5 in the SBT1E
1 Thessalonians 5 in the SUSU2
1 Thessalonians 5 in the TBIAOTANT
1 Thessalonians 5 in the TBT1E
1 Thessalonians 5 in the TBT1E2
1 Thessalonians 5 in the TFTIP
1 Thessalonians 5 in the TNTIK
1 Thessalonians 5 in the TNTIL
1 Thessalonians 5 in the TNTIN
1 Thessalonians 5 in the TNTIP
1 Thessalonians 5 in the TNTIZ
1 Thessalonians 5 in the TTENT