Acts 15 (TGNTATF3T)

1 Καὶ τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι «Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέος, οὐ δύνασθε σωθῆναι.» 2 Γενομένης οὖν στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν, καί τινας ἄλλους ἐξ αὐτῶν, πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. 3 Οἱ μὲν οὖν, προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας, διήρχοντο τὴν Φοινίκην καὶ Σαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς. 4 Παραγενόμενοι δὲ εἰς Ἱερουσαλήμ, ἀπεδέχθησαν ὑπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησεν μετ᾿ αὐτῶν. 5 Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι «Δεῖ περιτέμνειν αὐτούς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωσέως.» 6 Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. 7 Πολλῆς δὲ συζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· «Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾿ ἡμερῶν ἀρχαίων ὁ Θεὸς ἐν ὑμῖν ἐξελέξατο, διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι. 8 Καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καθὼς καὶ ἡμῖν· 9 καὶ οὐδὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. 10 Νῦν οὖν, τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; 11 Ἀλλά, διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι, καθ᾿ ὃν τρόπον κἀκεῖνοι.» 12 Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι᾿ αὐτῶν. 13 Μετὰ δὲ τὸ σιγῆσαι αὐτούς, ἀπεκρίθη Ἰάκωβος λέγων· 14 «Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν ἐπὶ τῷ ὀνόματι αὐτοῦ. 15 Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· 16 ‹Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυίδ, τὴν πεπτωκυῖαν· καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν· 17 ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον, καὶ πάντα τὰ ἔθνη—ἐφ᾿ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾿ αὐτούς—λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα.› 18 Γνωστὰ ἀπ᾿ αἰῶνός ἐστιν τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ. 19 Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν, 20 ἀλλ᾿ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος. 21 Μωσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.» 22 Τότε ἔδοξεν τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις, σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν Παύλῳ καὶ Βαρνάβᾳ· Ἰούδαν (τὸν ἐπικαλούμενον Βαρσαβᾶν) καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς· 23 γράψαντες διὰ χειρὸς αὐτῶν τάδε· «Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοί, τοῖς κατὰ Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν· Χαίρειν. 24 Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον—οἷς οὐ διεστειλάμεθα— 25 ἔδοξεν ἡμῖν, γενομένοις ὁμοθυμαδόν, ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, 26 ἀνθρώποις παραδεδωκόσιν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 27 Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. 28 Ἔδοξεν γὰρ τῷ Ἁγίῳ Πνεύματι, καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες τούτων· 29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. Ἔρρωσθε.» 30 Οἱ μὲν οὖν ἀπολυθέντες ἦλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν. 31 Ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. 32 Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν. 33 Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ᾿ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστόλους., 35 Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ Κυρίου. 36 Μετὰ δέ τινας ἡμέρας εἶπεν Παῦλος πρὸς Βαρνάβαν, «Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσιν.» 37 Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν καὶ Ἰωάννην (τὸν καλούμενον Μᾶρκον). 38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾿ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαβεῖν τοῦτον. 39 Ἐγένετο οὖν παροξυσμὸς ὥστε χωρισθῆναι αὐτοὺς ἀπ᾿ ἀλλήλων. Τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον· 40 Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθεν, παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. 41 Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν, ἐπιστηρίζων τὰς ἐκκλησίας.

In Other Versions

Acts 15 in the ANGEFD

Acts 15 in the ANTPNG2D

Acts 15 in the AS21

Acts 15 in the BAGH

Acts 15 in the BBPNG

Acts 15 in the BBT1E

Acts 15 in the BDS

Acts 15 in the BEV

Acts 15 in the BHAD

Acts 15 in the BIB

Acts 15 in the BLPT

Acts 15 in the BNT

Acts 15 in the BNTABOOT

Acts 15 in the BNTLV

Acts 15 in the BOATCB

Acts 15 in the BOATCB2

Acts 15 in the BOBCV

Acts 15 in the BOCNT

Acts 15 in the BOECS

Acts 15 in the BOGWICC

Acts 15 in the BOHCB

Acts 15 in the BOHCV

Acts 15 in the BOHLNT

Acts 15 in the BOHNTLTAL

Acts 15 in the BOICB

Acts 15 in the BOILNTAP

Acts 15 in the BOITCV

Acts 15 in the BOKCV

Acts 15 in the BOKCV2

Acts 15 in the BOKHWOG

Acts 15 in the BOKSSV

Acts 15 in the BOLCB

Acts 15 in the BOLCB2

Acts 15 in the BOMCV

Acts 15 in the BONAV

Acts 15 in the BONCB

Acts 15 in the BONLT

Acts 15 in the BONUT2

Acts 15 in the BOPLNT

Acts 15 in the BOSCB

Acts 15 in the BOSNC

Acts 15 in the BOTLNT

Acts 15 in the BOVCB

Acts 15 in the BOYCB

Acts 15 in the BPBB

Acts 15 in the BPH

Acts 15 in the BSB

Acts 15 in the CCB

Acts 15 in the CUV

Acts 15 in the CUVS

Acts 15 in the DBT

Acts 15 in the DGDNT

Acts 15 in the DHNT

Acts 15 in the DNT

Acts 15 in the ELBE

Acts 15 in the EMTV

Acts 15 in the ESV

Acts 15 in the FBV

Acts 15 in the FEB

Acts 15 in the GGMNT

Acts 15 in the GNT

Acts 15 in the HARY

Acts 15 in the HNT

Acts 15 in the IRVA

Acts 15 in the IRVB

Acts 15 in the IRVG

Acts 15 in the IRVH

Acts 15 in the IRVK

Acts 15 in the IRVM

Acts 15 in the IRVM2

Acts 15 in the IRVO

Acts 15 in the IRVP

Acts 15 in the IRVT

Acts 15 in the IRVT2

Acts 15 in the IRVU

Acts 15 in the ISVN

Acts 15 in the JSNT

Acts 15 in the KAPI

Acts 15 in the KBT1ETNIK

Acts 15 in the KBV

Acts 15 in the KJV

Acts 15 in the KNFD

Acts 15 in the LBA

Acts 15 in the LBLA

Acts 15 in the LNT

Acts 15 in the LSV

Acts 15 in the MAAL

Acts 15 in the MBV

Acts 15 in the MBV2

Acts 15 in the MHNT

Acts 15 in the MKNFD

Acts 15 in the MNG

Acts 15 in the MNT

Acts 15 in the MNT2

Acts 15 in the MRS1T

Acts 15 in the NAA

Acts 15 in the NASB

Acts 15 in the NBLA

Acts 15 in the NBS

Acts 15 in the NBVTP

Acts 15 in the NET2

Acts 15 in the NIV11

Acts 15 in the NNT

Acts 15 in the NNT2

Acts 15 in the NNT3

Acts 15 in the PDDPT

Acts 15 in the PFNT

Acts 15 in the RMNT

Acts 15 in the SBIAS

Acts 15 in the SBIBS

Acts 15 in the SBIBS2

Acts 15 in the SBICS

Acts 15 in the SBIDS

Acts 15 in the SBIGS

Acts 15 in the SBIHS

Acts 15 in the SBIIS

Acts 15 in the SBIIS2

Acts 15 in the SBIIS3

Acts 15 in the SBIKS

Acts 15 in the SBIKS2

Acts 15 in the SBIMS

Acts 15 in the SBIOS

Acts 15 in the SBIPS

Acts 15 in the SBISS

Acts 15 in the SBITS

Acts 15 in the SBITS2

Acts 15 in the SBITS3

Acts 15 in the SBITS4

Acts 15 in the SBIUS

Acts 15 in the SBIVS

Acts 15 in the SBT

Acts 15 in the SBT1E

Acts 15 in the SCHL

Acts 15 in the SNT

Acts 15 in the SUSU

Acts 15 in the SUSU2

Acts 15 in the SYNO

Acts 15 in the TBIAOTANT

Acts 15 in the TBT1E

Acts 15 in the TBT1E2

Acts 15 in the TFTIP

Acts 15 in the TFTU

Acts 15 in the THAI

Acts 15 in the TNFD

Acts 15 in the TNT

Acts 15 in the TNTIK

Acts 15 in the TNTIL

Acts 15 in the TNTIN

Acts 15 in the TNTIP

Acts 15 in the TNTIZ

Acts 15 in the TOMA

Acts 15 in the TTENT

Acts 15 in the UBG

Acts 15 in the UGV

Acts 15 in the UGV2

Acts 15 in the UGV3

Acts 15 in the VBL

Acts 15 in the VDCC

Acts 15 in the YALU

Acts 15 in the YAPE

Acts 15 in the YBVTP

Acts 15 in the ZBP