Acts 22 (TGNTATF3T)

1 «Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.» 2 Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Καί φησιν· 3 «Ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον· 4 ὃς ταύτην τὴν Ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, 5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾿ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλήμ, ἵνα τιμωρηθῶσιν. 6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ, περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ. 7 Ἔπεσόν τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι, ‹Σαούλ, Σαούλ, τί με διώκεις;› 8 Ἐγὼ δὲ ἀπεκρίθην, ‹Τίς εἶ, Κύριε;› Εἶπέν τε πρός με, ‹Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις.› 9 Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο· τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. 10 Εἶπον δέ, ‹Τί ποιήσω, Κύριε;› Ὁ δὲ Κύριος εἶπεν πρός με, ‹Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.› 11 Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν. 12 Ἀνανίας δέ τις, ἀνὴρ εὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων ἐν Δαμασκῷ Ἰουδαίων, 13 ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέν μοι, ‹Σαοὺλ ἀδελφέ, ἀνάβλεψον.› Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. 14 Ὁ δὲ εἶπεν· ‹Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν Δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ. 15 Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16 Καὶ νῦν τί μέλλεις; Ἀναστάς, βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου.› 17 »Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει 18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, ‹Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ, διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ.› 19 Κἀγὼ εἶπον· ‹Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δαίρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας εἰς σέ· 20 καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.› 21 Καὶ εἶπεν πρός με, ‹Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.› » 22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, «Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.» 23 Κραυγαζόντων δὲ αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, 24 ἐκέλευσεν ὁ χιλίαρχος ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾿ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. 25 Ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, «Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;» 26 Ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων, «Ὅρα τί μέλλεις ποιεῖν, ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.» 27 Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, «Λέγε μοι, εἰ σὺ Ῥωμαῖος εἶ;» Ὁ δὲ ἔφη, «Ναί.» 28 Ἀπεκρίθη τε ὁ χιλίαρχος, «Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην.» Ὁ δὲ Παῦλος ἔφη, «Ἐγὼ δὲ καὶ γεγέννημαι.» 29 Εὐθέως οὖν ἀπέστησαν ἀπ᾿ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι ἦν αὐτὸν δεδεκώς. 30 Τῇ δὲ ἐπαύριον, βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν καὶ ἐκέλευσεν ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

In Other Versions

Acts 22 in the ANGEFD

Acts 22 in the ANTPNG2D

Acts 22 in the AS21

Acts 22 in the BAGH

Acts 22 in the BBPNG

Acts 22 in the BBT1E

Acts 22 in the BDS

Acts 22 in the BEV

Acts 22 in the BHAD

Acts 22 in the BIB

Acts 22 in the BLPT

Acts 22 in the BNT

Acts 22 in the BNTABOOT

Acts 22 in the BNTLV

Acts 22 in the BOATCB

Acts 22 in the BOATCB2

Acts 22 in the BOBCV

Acts 22 in the BOCNT

Acts 22 in the BOECS

Acts 22 in the BOGWICC

Acts 22 in the BOHCB

Acts 22 in the BOHCV

Acts 22 in the BOHLNT

Acts 22 in the BOHNTLTAL

Acts 22 in the BOICB

Acts 22 in the BOILNTAP

Acts 22 in the BOITCV

Acts 22 in the BOKCV

Acts 22 in the BOKCV2

Acts 22 in the BOKHWOG

Acts 22 in the BOKSSV

Acts 22 in the BOLCB

Acts 22 in the BOLCB2

Acts 22 in the BOMCV

Acts 22 in the BONAV

Acts 22 in the BONCB

Acts 22 in the BONLT

Acts 22 in the BONUT2

Acts 22 in the BOPLNT

Acts 22 in the BOSCB

Acts 22 in the BOSNC

Acts 22 in the BOTLNT

Acts 22 in the BOVCB

Acts 22 in the BOYCB

Acts 22 in the BPBB

Acts 22 in the BPH

Acts 22 in the BSB

Acts 22 in the CCB

Acts 22 in the CUV

Acts 22 in the CUVS

Acts 22 in the DBT

Acts 22 in the DGDNT

Acts 22 in the DHNT

Acts 22 in the DNT

Acts 22 in the ELBE

Acts 22 in the EMTV

Acts 22 in the ESV

Acts 22 in the FBV

Acts 22 in the FEB

Acts 22 in the GGMNT

Acts 22 in the GNT

Acts 22 in the HARY

Acts 22 in the HNT

Acts 22 in the IRVA

Acts 22 in the IRVB

Acts 22 in the IRVG

Acts 22 in the IRVH

Acts 22 in the IRVK

Acts 22 in the IRVM

Acts 22 in the IRVM2

Acts 22 in the IRVO

Acts 22 in the IRVP

Acts 22 in the IRVT

Acts 22 in the IRVT2

Acts 22 in the IRVU

Acts 22 in the ISVN

Acts 22 in the JSNT

Acts 22 in the KAPI

Acts 22 in the KBT1ETNIK

Acts 22 in the KBV

Acts 22 in the KJV

Acts 22 in the KNFD

Acts 22 in the LBA

Acts 22 in the LBLA

Acts 22 in the LNT

Acts 22 in the LSV

Acts 22 in the MAAL

Acts 22 in the MBV

Acts 22 in the MBV2

Acts 22 in the MHNT

Acts 22 in the MKNFD

Acts 22 in the MNG

Acts 22 in the MNT

Acts 22 in the MNT2

Acts 22 in the MRS1T

Acts 22 in the NAA

Acts 22 in the NASB

Acts 22 in the NBLA

Acts 22 in the NBS

Acts 22 in the NBVTP

Acts 22 in the NET2

Acts 22 in the NIV11

Acts 22 in the NNT

Acts 22 in the NNT2

Acts 22 in the NNT3

Acts 22 in the PDDPT

Acts 22 in the PFNT

Acts 22 in the RMNT

Acts 22 in the SBIAS

Acts 22 in the SBIBS

Acts 22 in the SBIBS2

Acts 22 in the SBICS

Acts 22 in the SBIDS

Acts 22 in the SBIGS

Acts 22 in the SBIHS

Acts 22 in the SBIIS

Acts 22 in the SBIIS2

Acts 22 in the SBIIS3

Acts 22 in the SBIKS

Acts 22 in the SBIKS2

Acts 22 in the SBIMS

Acts 22 in the SBIOS

Acts 22 in the SBIPS

Acts 22 in the SBISS

Acts 22 in the SBITS

Acts 22 in the SBITS2

Acts 22 in the SBITS3

Acts 22 in the SBITS4

Acts 22 in the SBIUS

Acts 22 in the SBIVS

Acts 22 in the SBT

Acts 22 in the SBT1E

Acts 22 in the SCHL

Acts 22 in the SNT

Acts 22 in the SUSU

Acts 22 in the SUSU2

Acts 22 in the SYNO

Acts 22 in the TBIAOTANT

Acts 22 in the TBT1E

Acts 22 in the TBT1E2

Acts 22 in the TFTIP

Acts 22 in the TFTU

Acts 22 in the THAI

Acts 22 in the TNFD

Acts 22 in the TNT

Acts 22 in the TNTIK

Acts 22 in the TNTIL

Acts 22 in the TNTIN

Acts 22 in the TNTIP

Acts 22 in the TNTIZ

Acts 22 in the TOMA

Acts 22 in the TTENT

Acts 22 in the UBG

Acts 22 in the UGV

Acts 22 in the UGV2

Acts 22 in the UGV3

Acts 22 in the VBL

Acts 22 in the VDCC

Acts 22 in the YALU

Acts 22 in the YAPE

Acts 22 in the YBVTP

Acts 22 in the ZBP