Acts 28 (TGNTATF3T)

1 Καὶ διασωθέντες, τότε ἐπέγνωσαν ὅτι Μελίτη ἡ νῆσος καλεῖται. 2 Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ἀνάψαντες γὰρ πυράν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. 3 Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἐκ τῆς θέρμης ἐξελθοῦσα καθήψατο τῆς χειρὸς αὐτοῦ. 4 Ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ἔλεγον πρὸς ἀλλήλους, «Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ Δίκη ζῆν οὐκ εἴασεν.» 5 Ὁ μὲν οὖν, ἀποτιναξάμενος τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν. 6 Οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι, ἢ καταπίπτειν ἄφνω νεκρόν· ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλλόμενοι ἔλεγον θεὸν αὐτὸν εἶναι. 7 Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. 8 Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν. 9 Τούτου οὖν γενομένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ προσήρχοντο καὶ ἐθεραπεύοντο· 10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν. 11 Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις. 12 Καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς· 13 ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥήγιον. Καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους, 14 οὗ εὑρόντες ἀδελφούς, παρεκλήθημεν ἐπ᾿ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά—καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν. 15 Κἀκεῖθεν οἱ ἀδελφοί, ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον εἰς ἀπάντησιν ἡμῖν ἄχρις Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβεν θάρσος. 16 Ὅτε δὲ ἤλθομεν εἰς Ῥώμην, ὁ ἑκατόνταρχος παρέδωκεν τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ᾿ ἑαυτόν, σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. 17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν, ἔλεγεν πρὸς αὐτούς· «Ἄνδρες ἀδελφοί, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσιν τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων, 18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί. 19 Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα· οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι. 20 Διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.» 21 Οἱ δὲ πρὸς αὐτὸν εἶπον· «Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι πονηρὸν περὶ σοῦ. 22 Ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης, γνωστόν ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.» 23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ Νόμου Μωϋσέος καὶ τῶν Προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. 24 Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν. 25 Ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι «Καλῶς τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησεν διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡμῶν, 26 λέγον· ‹Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἶπον, «Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε»· 27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσωμαι αὐτούς.› 28 Γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τὸ σωτήριον τοῦ Θεοῦ· αὐτοὶ καὶ ἀκούσονται.» 29 Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν., 30 Ἔμεινεν δὲ ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, 31 κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μετὰ πάσης παρρησίας, ἀκωλύτως.

In Other Versions

Acts 28 in the ANGEFD

Acts 28 in the ANTPNG2D

Acts 28 in the AS21

Acts 28 in the BAGH

Acts 28 in the BBPNG

Acts 28 in the BBT1E

Acts 28 in the BDS

Acts 28 in the BEV

Acts 28 in the BHAD

Acts 28 in the BIB

Acts 28 in the BLPT

Acts 28 in the BNT

Acts 28 in the BNTABOOT

Acts 28 in the BNTLV

Acts 28 in the BOATCB

Acts 28 in the BOATCB2

Acts 28 in the BOBCV

Acts 28 in the BOCNT

Acts 28 in the BOECS

Acts 28 in the BOGWICC

Acts 28 in the BOHCB

Acts 28 in the BOHCV

Acts 28 in the BOHLNT

Acts 28 in the BOHNTLTAL

Acts 28 in the BOICB

Acts 28 in the BOILNTAP

Acts 28 in the BOITCV

Acts 28 in the BOKCV

Acts 28 in the BOKCV2

Acts 28 in the BOKHWOG

Acts 28 in the BOKSSV

Acts 28 in the BOLCB

Acts 28 in the BOLCB2

Acts 28 in the BOMCV

Acts 28 in the BONAV

Acts 28 in the BONCB

Acts 28 in the BONLT

Acts 28 in the BONUT2

Acts 28 in the BOPLNT

Acts 28 in the BOSCB

Acts 28 in the BOSNC

Acts 28 in the BOTLNT

Acts 28 in the BOVCB

Acts 28 in the BOYCB

Acts 28 in the BPBB

Acts 28 in the BPH

Acts 28 in the BSB

Acts 28 in the CCB

Acts 28 in the CUV

Acts 28 in the CUVS

Acts 28 in the DBT

Acts 28 in the DGDNT

Acts 28 in the DHNT

Acts 28 in the DNT

Acts 28 in the ELBE

Acts 28 in the EMTV

Acts 28 in the ESV

Acts 28 in the FBV

Acts 28 in the FEB

Acts 28 in the GGMNT

Acts 28 in the GNT

Acts 28 in the HARY

Acts 28 in the HNT

Acts 28 in the IRVA

Acts 28 in the IRVB

Acts 28 in the IRVG

Acts 28 in the IRVH

Acts 28 in the IRVK

Acts 28 in the IRVM

Acts 28 in the IRVM2

Acts 28 in the IRVO

Acts 28 in the IRVP

Acts 28 in the IRVT

Acts 28 in the IRVT2

Acts 28 in the IRVU

Acts 28 in the ISVN

Acts 28 in the JSNT

Acts 28 in the KAPI

Acts 28 in the KBT1ETNIK

Acts 28 in the KBV

Acts 28 in the KJV

Acts 28 in the KNFD

Acts 28 in the LBA

Acts 28 in the LBLA

Acts 28 in the LNT

Acts 28 in the LSV

Acts 28 in the MAAL

Acts 28 in the MBV

Acts 28 in the MBV2

Acts 28 in the MHNT

Acts 28 in the MKNFD

Acts 28 in the MNG

Acts 28 in the MNT

Acts 28 in the MNT2

Acts 28 in the MRS1T

Acts 28 in the NAA

Acts 28 in the NASB

Acts 28 in the NBLA

Acts 28 in the NBS

Acts 28 in the NBVTP

Acts 28 in the NET2

Acts 28 in the NIV11

Acts 28 in the NNT

Acts 28 in the NNT2

Acts 28 in the NNT3

Acts 28 in the PDDPT

Acts 28 in the PFNT

Acts 28 in the RMNT

Acts 28 in the SBIAS

Acts 28 in the SBIBS

Acts 28 in the SBIBS2

Acts 28 in the SBICS

Acts 28 in the SBIDS

Acts 28 in the SBIGS

Acts 28 in the SBIHS

Acts 28 in the SBIIS

Acts 28 in the SBIIS2

Acts 28 in the SBIIS3

Acts 28 in the SBIKS

Acts 28 in the SBIKS2

Acts 28 in the SBIMS

Acts 28 in the SBIOS

Acts 28 in the SBIPS

Acts 28 in the SBISS

Acts 28 in the SBITS

Acts 28 in the SBITS2

Acts 28 in the SBITS3

Acts 28 in the SBITS4

Acts 28 in the SBIUS

Acts 28 in the SBIVS

Acts 28 in the SBT

Acts 28 in the SBT1E

Acts 28 in the SCHL

Acts 28 in the SNT

Acts 28 in the SUSU

Acts 28 in the SUSU2

Acts 28 in the SYNO

Acts 28 in the TBIAOTANT

Acts 28 in the TBT1E

Acts 28 in the TBT1E2

Acts 28 in the TFTIP

Acts 28 in the TFTU

Acts 28 in the THAI

Acts 28 in the TNFD

Acts 28 in the TNT

Acts 28 in the TNTIK

Acts 28 in the TNTIL

Acts 28 in the TNTIN

Acts 28 in the TNTIP

Acts 28 in the TNTIZ

Acts 28 in the TOMA

Acts 28 in the TTENT

Acts 28 in the UBG

Acts 28 in the UGV

Acts 28 in the UGV2

Acts 28 in the UGV3

Acts 28 in the VBL

Acts 28 in the VDCC

Acts 28 in the YALU

Acts 28 in the YAPE

Acts 28 in the YBVTP

Acts 28 in the ZBP