Acts 4 (TGNTATF3T)

1 Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, 2 διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν. 3 Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη. 4 (Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε.) 5 Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας, καὶ πρεσβυτέρους καὶ γραμματεῖς, ἐν Ἱερουσαλήμ, 6 καὶ Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. 7 Καὶ στήσαντες αὐτοὺς ἐν μέσῳ ἐπυνθάνοντο· «Ἐν ποίᾳ δυνάμει, ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;» 8 Τότε Πέτρος, πλησθεὶς Πνεύματος Ἁγίου, εἶπεν πρὸς αὐτούς· «Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ· 9 Εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, 10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν, καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. 11 Οὗτός ἐστιν ‹ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾿ ὑμῶν, τῶν οἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.› 12 Καί, οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, οὐδὲ γὰρ ὄνομα ἕτερόν ἐστιν ὑπὸ τὸν οὐρανόν, τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.» 13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον· ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. 14 Τὸν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. 15 Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους 16 λέγοντες· «Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι᾿ αὐτῶν, πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι. 17 Ἀλλ᾿ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλῇ ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπῳ.» 18 Καὶ καλέσαντες αὐτούς, παρήγγειλαν αὐτοῖς τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. 19 Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες πρὸς αὐτοὺς εἶπον· «Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. 20 Οὐ δυνάμεθα γὰρ ἡμεῖς, ἃ εἴδομεν καὶ ἃ ἠκούσαμεν, μὴ λαλεῖν.» 21 Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσονται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι· 22 ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾿ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως. 23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀνήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. 24 Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπον· «Δέσποτα, σὺ ὁ Θεός, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· 25 ὁ διὰ στόματος Δαυὶδ παιδός σου εἰπών· ‹Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; 26 Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.› 27 Συνήχθησαν γὰρ ἐπ᾿ ἀληθείας ἐπὶ τὸν ἅγιον Παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ, 28 ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισεν γενέσθαι. 29 Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, 30 ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου Παιδός σου Ἰησοῦ.» 31 Καὶ δεηθέντων αὐτῶν, ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας. 32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾿ ἦν αὐτοῖς ἅπαντα κοινά. 33 (Καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν οἱ ἀπόστολοι τὸ μαρτύριον τῆς ἀναστάσεως τοῦ Κυρίου Ἰησοῦ.) Χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς, 34 οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς—ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων 35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. 36 Ἰωσῆς δέ, ὁ ἐπικληθεὶς Βαρνάβας ἀπὸ τῶν ἀποστόλων (ὅ ἐστιν, μεθερμηνευόμενον, ‹Υἱὸς παρακλήσεως›), Λευΐτης, Κύπριος τῷ γένει, 37 ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.

In Other Versions

Acts 4 in the ANGEFD

Acts 4 in the ANTPNG2D

Acts 4 in the AS21

Acts 4 in the BAGH

Acts 4 in the BBPNG

Acts 4 in the BBT1E

Acts 4 in the BDS

Acts 4 in the BEV

Acts 4 in the BHAD

Acts 4 in the BIB

Acts 4 in the BLPT

Acts 4 in the BNT

Acts 4 in the BNTABOOT

Acts 4 in the BNTLV

Acts 4 in the BOATCB

Acts 4 in the BOATCB2

Acts 4 in the BOBCV

Acts 4 in the BOCNT

Acts 4 in the BOECS

Acts 4 in the BOGWICC

Acts 4 in the BOHCB

Acts 4 in the BOHCV

Acts 4 in the BOHLNT

Acts 4 in the BOHNTLTAL

Acts 4 in the BOICB

Acts 4 in the BOILNTAP

Acts 4 in the BOITCV

Acts 4 in the BOKCV

Acts 4 in the BOKCV2

Acts 4 in the BOKHWOG

Acts 4 in the BOKSSV

Acts 4 in the BOLCB

Acts 4 in the BOLCB2

Acts 4 in the BOMCV

Acts 4 in the BONAV

Acts 4 in the BONCB

Acts 4 in the BONLT

Acts 4 in the BONUT2

Acts 4 in the BOPLNT

Acts 4 in the BOSCB

Acts 4 in the BOSNC

Acts 4 in the BOTLNT

Acts 4 in the BOVCB

Acts 4 in the BOYCB

Acts 4 in the BPBB

Acts 4 in the BPH

Acts 4 in the BSB

Acts 4 in the CCB

Acts 4 in the CUV

Acts 4 in the CUVS

Acts 4 in the DBT

Acts 4 in the DGDNT

Acts 4 in the DHNT

Acts 4 in the DNT

Acts 4 in the ELBE

Acts 4 in the EMTV

Acts 4 in the ESV

Acts 4 in the FBV

Acts 4 in the FEB

Acts 4 in the GGMNT

Acts 4 in the GNT

Acts 4 in the HARY

Acts 4 in the HNT

Acts 4 in the IRVA

Acts 4 in the IRVB

Acts 4 in the IRVG

Acts 4 in the IRVH

Acts 4 in the IRVK

Acts 4 in the IRVM

Acts 4 in the IRVM2

Acts 4 in the IRVO

Acts 4 in the IRVP

Acts 4 in the IRVT

Acts 4 in the IRVT2

Acts 4 in the IRVU

Acts 4 in the ISVN

Acts 4 in the JSNT

Acts 4 in the KAPI

Acts 4 in the KBT1ETNIK

Acts 4 in the KBV

Acts 4 in the KJV

Acts 4 in the KNFD

Acts 4 in the LBA

Acts 4 in the LBLA

Acts 4 in the LNT

Acts 4 in the LSV

Acts 4 in the MAAL

Acts 4 in the MBV

Acts 4 in the MBV2

Acts 4 in the MHNT

Acts 4 in the MKNFD

Acts 4 in the MNG

Acts 4 in the MNT

Acts 4 in the MNT2

Acts 4 in the MRS1T

Acts 4 in the NAA

Acts 4 in the NASB

Acts 4 in the NBLA

Acts 4 in the NBS

Acts 4 in the NBVTP

Acts 4 in the NET2

Acts 4 in the NIV11

Acts 4 in the NNT

Acts 4 in the NNT2

Acts 4 in the NNT3

Acts 4 in the PDDPT

Acts 4 in the PFNT

Acts 4 in the RMNT

Acts 4 in the SBIAS

Acts 4 in the SBIBS

Acts 4 in the SBIBS2

Acts 4 in the SBICS

Acts 4 in the SBIDS

Acts 4 in the SBIGS

Acts 4 in the SBIHS

Acts 4 in the SBIIS

Acts 4 in the SBIIS2

Acts 4 in the SBIIS3

Acts 4 in the SBIKS

Acts 4 in the SBIKS2

Acts 4 in the SBIMS

Acts 4 in the SBIOS

Acts 4 in the SBIPS

Acts 4 in the SBISS

Acts 4 in the SBITS

Acts 4 in the SBITS2

Acts 4 in the SBITS3

Acts 4 in the SBITS4

Acts 4 in the SBIUS

Acts 4 in the SBIVS

Acts 4 in the SBT

Acts 4 in the SBT1E

Acts 4 in the SCHL

Acts 4 in the SNT

Acts 4 in the SUSU

Acts 4 in the SUSU2

Acts 4 in the SYNO

Acts 4 in the TBIAOTANT

Acts 4 in the TBT1E

Acts 4 in the TBT1E2

Acts 4 in the TFTIP

Acts 4 in the TFTU

Acts 4 in the THAI

Acts 4 in the TNFD

Acts 4 in the TNT

Acts 4 in the TNTIK

Acts 4 in the TNTIL

Acts 4 in the TNTIN

Acts 4 in the TNTIP

Acts 4 in the TNTIZ

Acts 4 in the TOMA

Acts 4 in the TTENT

Acts 4 in the UBG

Acts 4 in the UGV

Acts 4 in the UGV2

Acts 4 in the UGV3

Acts 4 in the VBL

Acts 4 in the VDCC

Acts 4 in the YALU

Acts 4 in the YAPE

Acts 4 in the YBVTP

Acts 4 in the ZBP