John 12 (TGNTATF3T)

1 Ὁ οὖν Ἰησοῦς, πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος (ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν). 2 Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ—καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. 3 Ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου, πιστικῆς πολυτίμου, ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ. Ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 4 Λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης (ὁ μέλλων αὐτὸν παραδιδόναι), 5 «Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;» 6 (Εἶπεν δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾿ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον εἶχεν, καὶ τὰ βαλλόμενα ἐβάσταζεν.) 7 Εἶπεν οὖν ὁ Ἰησοῦς· «Ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. 8 Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.» 9 Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν· καὶ ἦλθον, οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ᾿ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. 10 Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, 11 ὅτι πολλοὶ δι᾿ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. 12 Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτῷ. Καὶ ἔκραζον· «Ὡσαννά.» «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» «Βασιλεὺς τοῦ Ἰσραήλ.» 14 Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ᾿ αὐτῷ· καθώς ἐστιν γεγραμμένον· 15 «Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδού, ὁ Βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου.» 16 (Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον· ἀλλ᾿ ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾿ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ.) 17 Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾿ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσεν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· «Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε, ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.» 20 Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. 21 Οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, «Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.» 22 Ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος λέγουσιν τῷ Ἰησοῦ. 23 Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· «Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Ἀνθρώπου. 24 Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου, πεσὼν εἰς τὴν γῆν, ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25 Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ, ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26 Ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Καί, ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ Πατήρ. 27 »Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω—‹Πάτερ, σῶσον με ἐκ τῆς ὥρας ταύτης›; Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην— 28 ‹Πάτερ, δόξασόν σου τὸ ὄνομα.› » Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, «Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.» 29 Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι. Ἄλλοι ἔλεγον, «Ἄγγελος αὐτῷ λελάληκεν.» 30 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν· «Οὐ δι᾿ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι᾿ ὑμᾶς. 31 Νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. 32 Κἀγώ, ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» 33 (Τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.) 34 Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· «Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, ‹Δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ Ἀνθρώπου›; Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ Ἀνθρώπου;» 35 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾿ ὑμῶν ἐστιν. Περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. 36 Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.» Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾿ αὐτῶν. 37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτόν· 38 ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπεν· «Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» 39 Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας· 40 «Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμούς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ἐπιστραφῶσιν, καὶ ἰάσωμαι αὐτούς.» 41 Ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησεν περὶ αὐτοῦ. 42 Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· 43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. 44 Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ᾿ εἰς τὸν πέμψαντά με. 45 Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. 46 Ἐγώ, φῶς, εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47 Καί, ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾿ ἵνα σώσω τὸν κόσμον. 48 Ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν—ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· 49 ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ᾿ ὁ πέμψας με Πατήρ, αὐτός μοι ἐντολὴν ἔδωκεν, τί εἴπω καὶ τί λαλήσω. 50 Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. Ἃ οὖν λαλῶ ἐγώ, καθὼς εἴρηκέν μοι ὁ Πατήρ, οὕτως λαλῶ.»

In Other Versions

John 12 in the ANGEFD

John 12 in the ANTPNG2D

John 12 in the AS21

John 12 in the BAGH

John 12 in the BBPNG

John 12 in the BBT1E

John 12 in the BDS

John 12 in the BEV

John 12 in the BHAD

John 12 in the BIB

John 12 in the BLPT

John 12 in the BNT

John 12 in the BNTABOOT

John 12 in the BNTLV

John 12 in the BOATCB

John 12 in the BOATCB2

John 12 in the BOBCV

John 12 in the BOCNT

John 12 in the BOECS

John 12 in the BOGWICC

John 12 in the BOHCB

John 12 in the BOHCV

John 12 in the BOHLNT

John 12 in the BOHNTLTAL

John 12 in the BOICB

John 12 in the BOILNTAP

John 12 in the BOITCV

John 12 in the BOKCV

John 12 in the BOKCV2

John 12 in the BOKHWOG

John 12 in the BOKSSV

John 12 in the BOLCB

John 12 in the BOLCB2

John 12 in the BOMCV

John 12 in the BONAV

John 12 in the BONCB

John 12 in the BONLT

John 12 in the BONUT2

John 12 in the BOPLNT

John 12 in the BOSCB

John 12 in the BOSNC

John 12 in the BOTLNT

John 12 in the BOVCB

John 12 in the BOYCB

John 12 in the BPBB

John 12 in the BPH

John 12 in the BSB

John 12 in the CCB

John 12 in the CUV

John 12 in the CUVS

John 12 in the DBT

John 12 in the DGDNT

John 12 in the DHNT

John 12 in the DNT

John 12 in the ELBE

John 12 in the EMTV

John 12 in the ESV

John 12 in the FBV

John 12 in the FEB

John 12 in the GGMNT

John 12 in the GNT

John 12 in the HARY

John 12 in the HNT

John 12 in the IRVA

John 12 in the IRVB

John 12 in the IRVG

John 12 in the IRVH

John 12 in the IRVK

John 12 in the IRVM

John 12 in the IRVM2

John 12 in the IRVO

John 12 in the IRVP

John 12 in the IRVT

John 12 in the IRVT2

John 12 in the IRVU

John 12 in the ISVN

John 12 in the JSNT

John 12 in the KAPI

John 12 in the KBT1ETNIK

John 12 in the KBV

John 12 in the KJV

John 12 in the KNFD

John 12 in the LBA

John 12 in the LBLA

John 12 in the LNT

John 12 in the LSV

John 12 in the MAAL

John 12 in the MBV

John 12 in the MBV2

John 12 in the MHNT

John 12 in the MKNFD

John 12 in the MNG

John 12 in the MNT

John 12 in the MNT2

John 12 in the MRS1T

John 12 in the NAA

John 12 in the NASB

John 12 in the NBLA

John 12 in the NBS

John 12 in the NBVTP

John 12 in the NET2

John 12 in the NIV11

John 12 in the NNT

John 12 in the NNT2

John 12 in the NNT3

John 12 in the PDDPT

John 12 in the PFNT

John 12 in the RMNT

John 12 in the SBIAS

John 12 in the SBIBS

John 12 in the SBIBS2

John 12 in the SBICS

John 12 in the SBIDS

John 12 in the SBIGS

John 12 in the SBIHS

John 12 in the SBIIS

John 12 in the SBIIS2

John 12 in the SBIIS3

John 12 in the SBIKS

John 12 in the SBIKS2

John 12 in the SBIMS

John 12 in the SBIOS

John 12 in the SBIPS

John 12 in the SBISS

John 12 in the SBITS

John 12 in the SBITS2

John 12 in the SBITS3

John 12 in the SBITS4

John 12 in the SBIUS

John 12 in the SBIVS

John 12 in the SBT

John 12 in the SBT1E

John 12 in the SCHL

John 12 in the SNT

John 12 in the SUSU

John 12 in the SUSU2

John 12 in the SYNO

John 12 in the TBIAOTANT

John 12 in the TBT1E

John 12 in the TBT1E2

John 12 in the TFTIP

John 12 in the TFTU

John 12 in the THAI

John 12 in the TNFD

John 12 in the TNT

John 12 in the TNTIK

John 12 in the TNTIL

John 12 in the TNTIN

John 12 in the TNTIP

John 12 in the TNTIZ

John 12 in the TOMA

John 12 in the TTENT

John 12 in the UBG

John 12 in the UGV

John 12 in the UGV2

John 12 in the UGV3

John 12 in the VBL

John 12 in the VDCC

John 12 in the YALU

John 12 in the YAPE

John 12 in the YBVTP

John 12 in the ZBP