John 7 (TGNTATF3T)

1 Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. 2 Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία. 3 Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· «Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσιν τὰ ἔργα ἃ ποιεῖς· 4 οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.» 5 Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. 6 Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. 7 Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. 8 Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην. Ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται.» 9 Ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. 10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ᾿ ὡς ἐν κρυπτῷ. 11 Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον, «Ποῦ ἐστιν ἐκεῖνος;» 12 Καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι «Ἀγαθός ἐστιν,» ἄλλοι ἔλεγον, «Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.» 13 Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. 14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. 15 Καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες, «Πῶς οὗτος γράμματα οἶδεν, μὴ μεμαθηκώς;» 16 Ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· «Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με. 17 Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾿ ἐμαυτοῦ λαλῶ. 18 Ὁ ἀφ᾿ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. 19 »Οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν νόμον; Καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. Τί με ζητεῖτε ἀποκτεῖναι;» 20 Ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπεν, «Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;» 21 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· «Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. 22 Διὰ τοῦτο· Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν (οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστίν, ἀλλ᾿ ἐκ τῶν πατέρων), καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23 Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; 24 Μὴ κρίνετε κατ᾿ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.» 25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· «Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26 Καὶ ἴδε, παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; 27 Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.» 28 Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· «Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾿ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾿ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. 29 Ἐγὼ οἶδα αὐτὸν ὅτι παρ᾿ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.» 30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὴν χεῖρα ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 31 Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον ὅτι «Ὁ Χριστὸς ὅταν ἔλθῃ, μήτι πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν;» 32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἵνα πιάσωσιν αὐτόν. 33 Εἶπεν οὖν ὁ Ἰησοῦς· «Ἔτι μικρὸν χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 Ζητήσετέ με καὶ οὐχ εὑρήσετε· καί, ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.» 35 Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· «Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; 36 Τίς ἐστιν οὗτος ὁ λόγος ὃν εἶπεν, ‹Ζητήσετέ με καὶ οὐχ εὑρήσετε· καί, ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν›;» 37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς, εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν, λέγων· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38 Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» 39 (Τοῦτο δὲ εἶπεν περὶ τοῦ Πνεύματος, ὃ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν, οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.) 40 Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον, «Οὗτός ἐστιν ἀληθῶς ὁ Προφήτης.» 41 Ἄλλοι ἔλεγον, «Οὗτός ἐστιν ὁ Χριστός.» Ἄλλοι ἔλεγον· «Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 42 Οὐχὶ ἡ Γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν Δαυίδ, ὁ Χριστὸς ἔρχεται;» 43 Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾿ αὐτόν. 44 Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾿ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας. 45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, «Διὰ τί οὐκ ἠγάγετε αὐτόν;» 46 Ἀπεκρίθησαν οἱ ὑπηρέται, «Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος ὡς οὗτος ὁ ἄνθρωπος.» 47 Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· «Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48 Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 49 Ἀλλ᾿ ὁ ὄχλος οὗτος, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσιν.» 50 Λέγει Νικόδημος πρὸς αὐτούς (ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν,,εἷς ὢν ἐξ αὐτῶν), 51 «Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ παρ᾿ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;» 52 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· «Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον καὶ ἴδε, ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.», 53 Καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.

In Other Versions

John 7 in the ANGEFD

John 7 in the ANTPNG2D

John 7 in the AS21

John 7 in the BAGH

John 7 in the BBPNG

John 7 in the BBT1E

John 7 in the BDS

John 7 in the BEV

John 7 in the BHAD

John 7 in the BIB

John 7 in the BLPT

John 7 in the BNT

John 7 in the BNTABOOT

John 7 in the BNTLV

John 7 in the BOATCB

John 7 in the BOATCB2

John 7 in the BOBCV

John 7 in the BOCNT

John 7 in the BOECS

John 7 in the BOGWICC

John 7 in the BOHCB

John 7 in the BOHCV

John 7 in the BOHLNT

John 7 in the BOHNTLTAL

John 7 in the BOICB

John 7 in the BOILNTAP

John 7 in the BOITCV

John 7 in the BOKCV

John 7 in the BOKCV2

John 7 in the BOKHWOG

John 7 in the BOKSSV

John 7 in the BOLCB

John 7 in the BOLCB2

John 7 in the BOMCV

John 7 in the BONAV

John 7 in the BONCB

John 7 in the BONLT

John 7 in the BONUT2

John 7 in the BOPLNT

John 7 in the BOSCB

John 7 in the BOSNC

John 7 in the BOTLNT

John 7 in the BOVCB

John 7 in the BOYCB

John 7 in the BPBB

John 7 in the BPH

John 7 in the BSB

John 7 in the CCB

John 7 in the CUV

John 7 in the CUVS

John 7 in the DBT

John 7 in the DGDNT

John 7 in the DHNT

John 7 in the DNT

John 7 in the ELBE

John 7 in the EMTV

John 7 in the ESV

John 7 in the FBV

John 7 in the FEB

John 7 in the GGMNT

John 7 in the GNT

John 7 in the HARY

John 7 in the HNT

John 7 in the IRVA

John 7 in the IRVB

John 7 in the IRVG

John 7 in the IRVH

John 7 in the IRVK

John 7 in the IRVM

John 7 in the IRVM2

John 7 in the IRVO

John 7 in the IRVP

John 7 in the IRVT

John 7 in the IRVT2

John 7 in the IRVU

John 7 in the ISVN

John 7 in the JSNT

John 7 in the KAPI

John 7 in the KBT1ETNIK

John 7 in the KBV

John 7 in the KJV

John 7 in the KNFD

John 7 in the LBA

John 7 in the LBLA

John 7 in the LNT

John 7 in the LSV

John 7 in the MAAL

John 7 in the MBV

John 7 in the MBV2

John 7 in the MHNT

John 7 in the MKNFD

John 7 in the MNG

John 7 in the MNT

John 7 in the MNT2

John 7 in the MRS1T

John 7 in the NAA

John 7 in the NASB

John 7 in the NBLA

John 7 in the NBS

John 7 in the NBVTP

John 7 in the NET2

John 7 in the NIV11

John 7 in the NNT

John 7 in the NNT2

John 7 in the NNT3

John 7 in the PDDPT

John 7 in the PFNT

John 7 in the RMNT

John 7 in the SBIAS

John 7 in the SBIBS

John 7 in the SBIBS2

John 7 in the SBICS

John 7 in the SBIDS

John 7 in the SBIGS

John 7 in the SBIHS

John 7 in the SBIIS

John 7 in the SBIIS2

John 7 in the SBIIS3

John 7 in the SBIKS

John 7 in the SBIKS2

John 7 in the SBIMS

John 7 in the SBIOS

John 7 in the SBIPS

John 7 in the SBISS

John 7 in the SBITS

John 7 in the SBITS2

John 7 in the SBITS3

John 7 in the SBITS4

John 7 in the SBIUS

John 7 in the SBIVS

John 7 in the SBT

John 7 in the SBT1E

John 7 in the SCHL

John 7 in the SNT

John 7 in the SUSU

John 7 in the SUSU2

John 7 in the SYNO

John 7 in the TBIAOTANT

John 7 in the TBT1E

John 7 in the TBT1E2

John 7 in the TFTIP

John 7 in the TFTU

John 7 in the THAI

John 7 in the TNFD

John 7 in the TNT

John 7 in the TNTIK

John 7 in the TNTIL

John 7 in the TNTIN

John 7 in the TNTIP

John 7 in the TNTIZ

John 7 in the TOMA

John 7 in the TTENT

John 7 in the UBG

John 7 in the UGV

John 7 in the UGV2

John 7 in the UGV3

John 7 in the VBL

John 7 in the VDCC

John 7 in the YALU

John 7 in the YAPE

John 7 in the YBVTP

John 7 in the ZBP