Luke 2 (TGNTATF3T)

1 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. 2 Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. 3 Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. 4 Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρέτ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, 5 ἀπογράψασθαι σὺν Μαριάμ, τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ. 6 Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν· 7 καὶ ἔτεκεν τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. 8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ, ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. 9 Καὶ ἰδού, ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. 10 Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· «Μὴ φοβεῖσθε, ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστιν Χριστὸς Κύριος, ἐν πόλει Δαυίδ. 12 Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε Βρέφος ἐσπαργανωμένον, κείμενον ἐν φάτνῃ.» 13 Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων, 14 «Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» 15 Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι, οἱ ποιμένες, εἶπον πρὸς ἀλλήλους, «Διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.» 16 Καὶ ἦλθον σπεύσαντες καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ Βρέφος κείμενον ἐν τῇ φάτνῃ. 17 Ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. 18 Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς. 19 Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20 Καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς. 21 Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. 22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ 23 (καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι «Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται»), 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, «ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.» 25 Καὶ ἰδού, ἦν ἄνθρωπος ἐν Ἱερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ᾿ αὐτόν. 26 (Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου.) 27 Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησεν τὸν Θεὸν καὶ εἶπεν· 29 «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» 33 Καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 Καὶ εὐλόγησεν αὐτοὺς Συμεών, καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· «Ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον 35 (καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία), ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.» 36 Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ—αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς 37 καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων—ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν. 38 Καὶ αὕτη, αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ Κυρίῳ, καὶ ἐλάλει περὶ Αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ. 39 Καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν ἑαυτῶν, Ναζαρέτ. 40 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας· καί, χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτῷ. 41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα· 42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς. 43 Καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτούς, ὑπέμεινεν Ἰησοῦς ὁ Παῖς ἐν Ἱερουσαλήμ· καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ. 44 Νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσιν καὶ ἐν τοῖς γνωστοῖς. 45 Καὶ μὴ εὑρόντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν. 46 Καὶ ἐγένετο μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς. 47 (Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.) 48 Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν· «Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού, ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.» 49 Καὶ εἶπεν πρὸς αὐτούς· «Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με;» 50 Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. 51 Καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. 52 Καὶ Ἰησοῦς προέκοπτεν σοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.

In Other Versions

Luke 2 in the ANGEFD

Luke 2 in the ANTPNG2D

Luke 2 in the AS21

Luke 2 in the BAGH

Luke 2 in the BBPNG

Luke 2 in the BBT1E

Luke 2 in the BDS

Luke 2 in the BEV

Luke 2 in the BHAD

Luke 2 in the BIB

Luke 2 in the BLPT

Luke 2 in the BNT

Luke 2 in the BNTABOOT

Luke 2 in the BNTLV

Luke 2 in the BOATCB

Luke 2 in the BOATCB2

Luke 2 in the BOBCV

Luke 2 in the BOCNT

Luke 2 in the BOECS

Luke 2 in the BOGWICC

Luke 2 in the BOHCB

Luke 2 in the BOHCV

Luke 2 in the BOHLNT

Luke 2 in the BOHNTLTAL

Luke 2 in the BOICB

Luke 2 in the BOILNTAP

Luke 2 in the BOITCV

Luke 2 in the BOKCV

Luke 2 in the BOKCV2

Luke 2 in the BOKHWOG

Luke 2 in the BOKSSV

Luke 2 in the BOLCB

Luke 2 in the BOLCB2

Luke 2 in the BOMCV

Luke 2 in the BONAV

Luke 2 in the BONCB

Luke 2 in the BONLT

Luke 2 in the BONUT2

Luke 2 in the BOPLNT

Luke 2 in the BOSCB

Luke 2 in the BOSNC

Luke 2 in the BOTLNT

Luke 2 in the BOVCB

Luke 2 in the BOYCB

Luke 2 in the BPBB

Luke 2 in the BPH

Luke 2 in the BSB

Luke 2 in the CCB

Luke 2 in the CUV

Luke 2 in the CUVS

Luke 2 in the DBT

Luke 2 in the DGDNT

Luke 2 in the DHNT

Luke 2 in the DNT

Luke 2 in the ELBE

Luke 2 in the EMTV

Luke 2 in the ESV

Luke 2 in the FBV

Luke 2 in the FEB

Luke 2 in the GGMNT

Luke 2 in the GNT

Luke 2 in the HARY

Luke 2 in the HNT

Luke 2 in the IRVA

Luke 2 in the IRVB

Luke 2 in the IRVG

Luke 2 in the IRVH

Luke 2 in the IRVK

Luke 2 in the IRVM

Luke 2 in the IRVM2

Luke 2 in the IRVO

Luke 2 in the IRVP

Luke 2 in the IRVT

Luke 2 in the IRVT2

Luke 2 in the IRVU

Luke 2 in the ISVN

Luke 2 in the JSNT

Luke 2 in the KAPI

Luke 2 in the KBT1ETNIK

Luke 2 in the KBV

Luke 2 in the KJV

Luke 2 in the KNFD

Luke 2 in the LBA

Luke 2 in the LBLA

Luke 2 in the LNT

Luke 2 in the LSV

Luke 2 in the MAAL

Luke 2 in the MBV

Luke 2 in the MBV2

Luke 2 in the MHNT

Luke 2 in the MKNFD

Luke 2 in the MNG

Luke 2 in the MNT

Luke 2 in the MNT2

Luke 2 in the MRS1T

Luke 2 in the NAA

Luke 2 in the NASB

Luke 2 in the NBLA

Luke 2 in the NBS

Luke 2 in the NBVTP

Luke 2 in the NET2

Luke 2 in the NIV11

Luke 2 in the NNT

Luke 2 in the NNT2

Luke 2 in the NNT3

Luke 2 in the PDDPT

Luke 2 in the PFNT

Luke 2 in the RMNT

Luke 2 in the SBIAS

Luke 2 in the SBIBS

Luke 2 in the SBIBS2

Luke 2 in the SBICS

Luke 2 in the SBIDS

Luke 2 in the SBIGS

Luke 2 in the SBIHS

Luke 2 in the SBIIS

Luke 2 in the SBIIS2

Luke 2 in the SBIIS3

Luke 2 in the SBIKS

Luke 2 in the SBIKS2

Luke 2 in the SBIMS

Luke 2 in the SBIOS

Luke 2 in the SBIPS

Luke 2 in the SBISS

Luke 2 in the SBITS

Luke 2 in the SBITS2

Luke 2 in the SBITS3

Luke 2 in the SBITS4

Luke 2 in the SBIUS

Luke 2 in the SBIVS

Luke 2 in the SBT

Luke 2 in the SBT1E

Luke 2 in the SCHL

Luke 2 in the SNT

Luke 2 in the SUSU

Luke 2 in the SUSU2

Luke 2 in the SYNO

Luke 2 in the TBIAOTANT

Luke 2 in the TBT1E

Luke 2 in the TBT1E2

Luke 2 in the TFTIP

Luke 2 in the TFTU

Luke 2 in the THAI

Luke 2 in the TNFD

Luke 2 in the TNT

Luke 2 in the TNTIK

Luke 2 in the TNTIL

Luke 2 in the TNTIN

Luke 2 in the TNTIP

Luke 2 in the TNTIZ

Luke 2 in the TOMA

Luke 2 in the TTENT

Luke 2 in the UBG

Luke 2 in the UGV

Luke 2 in the UGV2

Luke 2 in the UGV3

Luke 2 in the VBL

Luke 2 in the VDCC

Luke 2 in the YALU

Luke 2 in the YAPE

Luke 2 in the YBVTP

Luke 2 in the ZBP