Matthew 13 (TGNTATF3T)

1 Ἐν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν. 2 Καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. 3 Καὶ ἐλάλησεν αὐτοῖς ἐν παραβολαῖς πολλὰ λέγων· «Ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. 4 Καὶ ἐν τῷ σπείρειν αὐτόν, ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν· καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά. 5 Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχεν γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς. 6 Ἡλίου δὲ ἀνατείλαντος, ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7 Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά. 8 Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν· ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. 9 Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.» 10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ, «Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;» 11 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. 12 Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. 13 Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνιοῦσιν. 14 Καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἡσαΐου ἡ λέγουσα· ‹Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. 15 Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν· καὶ ἰάσωμαι αὐτούς.› 16 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούει· 17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν. 18 »Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείροντος· 19 Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ—οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. 20 Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς—οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν· 21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν. Γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται. 22 Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς—οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 23 Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς—οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιῶν, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ· ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.» 24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· 25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. 26 Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια. 27 Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, ‹Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; Πόθεν οὖν ἔχει ζιζάνια;› 28 Ὁ δὲ ἔφη αὐτοῖς, ‹Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν.› Οἱ δὲ δοῦλοι εἶπον αὐτῷ, ‹Θέλεις οὖν ἀπελθόντες συλλέξομεν αὐτά;› 29 Ὁ δὲ ἔφη· ‹Οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. 30 Ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, «Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.» › » 31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· 32 ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον πάντων τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.» 33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.» 34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, 35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος· «Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.» 36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν ὁ Ἰησοῦς. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, «Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.» 37 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ Υἱὸς τοῦ Ἀνθρώπου. 38 Ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ. 39 Ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40 Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. 41 Ἀποστελεῖ ὁ Υἱὸς τοῦ Ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν· 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 44 »Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. 45 »Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας, 46 ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν. 47 »Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ, 48 ἣν ὅτε ἐπληρώθη, ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλόν· καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49 Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. Ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.» 51 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Συνήκατε ταῦτα πάντα;» Λέγουσιν αὐτῷ, «Ναί, Κύριε.» 52 Ὁ δὲ εἶπεν αὐτοῖς, «Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.» 53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. 54 Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· «Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; 55 Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας; 56 Καὶ αἱ ἀδελφαὶ αὐτοῦ, οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; Πόθεν οὖν τούτῳ ταῦτα πάντα;» 57 Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, «Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.» 58 Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.

In Other Versions

Matthew 13 in the ANGEFD

Matthew 13 in the ANTPNG2D

Matthew 13 in the AS21

Matthew 13 in the BAGH

Matthew 13 in the BBPNG

Matthew 13 in the BBT1E

Matthew 13 in the BDS

Matthew 13 in the BEV

Matthew 13 in the BHAD

Matthew 13 in the BIB

Matthew 13 in the BLPT

Matthew 13 in the BNT

Matthew 13 in the BNTABOOT

Matthew 13 in the BNTLV

Matthew 13 in the BOATCB

Matthew 13 in the BOATCB2

Matthew 13 in the BOBCV

Matthew 13 in the BOCNT

Matthew 13 in the BOECS

Matthew 13 in the BOGWICC

Matthew 13 in the BOHCB

Matthew 13 in the BOHCV

Matthew 13 in the BOHLNT

Matthew 13 in the BOHNTLTAL

Matthew 13 in the BOICB

Matthew 13 in the BOILNTAP

Matthew 13 in the BOITCV

Matthew 13 in the BOKCV

Matthew 13 in the BOKCV2

Matthew 13 in the BOKHWOG

Matthew 13 in the BOKSSV

Matthew 13 in the BOLCB

Matthew 13 in the BOLCB2

Matthew 13 in the BOMCV

Matthew 13 in the BONAV

Matthew 13 in the BONCB

Matthew 13 in the BONLT

Matthew 13 in the BONUT2

Matthew 13 in the BOPLNT

Matthew 13 in the BOSCB

Matthew 13 in the BOSNC

Matthew 13 in the BOTLNT

Matthew 13 in the BOVCB

Matthew 13 in the BOYCB

Matthew 13 in the BPBB

Matthew 13 in the BPH

Matthew 13 in the BSB

Matthew 13 in the CCB

Matthew 13 in the CUV

Matthew 13 in the CUVS

Matthew 13 in the DBT

Matthew 13 in the DGDNT

Matthew 13 in the DHNT

Matthew 13 in the DNT

Matthew 13 in the ELBE

Matthew 13 in the EMTV

Matthew 13 in the ESV

Matthew 13 in the FBV

Matthew 13 in the FEB

Matthew 13 in the GGMNT

Matthew 13 in the GNT

Matthew 13 in the HARY

Matthew 13 in the HNT

Matthew 13 in the IRVA

Matthew 13 in the IRVB

Matthew 13 in the IRVG

Matthew 13 in the IRVH

Matthew 13 in the IRVK

Matthew 13 in the IRVM

Matthew 13 in the IRVM2

Matthew 13 in the IRVO

Matthew 13 in the IRVP

Matthew 13 in the IRVT

Matthew 13 in the IRVT2

Matthew 13 in the IRVU

Matthew 13 in the ISVN

Matthew 13 in the JSNT

Matthew 13 in the KAPI

Matthew 13 in the KBT1ETNIK

Matthew 13 in the KBV

Matthew 13 in the KJV

Matthew 13 in the KNFD

Matthew 13 in the LBA

Matthew 13 in the LBLA

Matthew 13 in the LNT

Matthew 13 in the LSV

Matthew 13 in the MAAL

Matthew 13 in the MBV

Matthew 13 in the MBV2

Matthew 13 in the MHNT

Matthew 13 in the MKNFD

Matthew 13 in the MNG

Matthew 13 in the MNT

Matthew 13 in the MNT2

Matthew 13 in the MRS1T

Matthew 13 in the NAA

Matthew 13 in the NASB

Matthew 13 in the NBLA

Matthew 13 in the NBS

Matthew 13 in the NBVTP

Matthew 13 in the NET2

Matthew 13 in the NIV11

Matthew 13 in the NNT

Matthew 13 in the NNT2

Matthew 13 in the NNT3

Matthew 13 in the PDDPT

Matthew 13 in the PFNT

Matthew 13 in the RMNT

Matthew 13 in the SBIAS

Matthew 13 in the SBIBS

Matthew 13 in the SBIBS2

Matthew 13 in the SBICS

Matthew 13 in the SBIDS

Matthew 13 in the SBIGS

Matthew 13 in the SBIHS

Matthew 13 in the SBIIS

Matthew 13 in the SBIIS2

Matthew 13 in the SBIIS3

Matthew 13 in the SBIKS

Matthew 13 in the SBIKS2

Matthew 13 in the SBIMS

Matthew 13 in the SBIOS

Matthew 13 in the SBIPS

Matthew 13 in the SBISS

Matthew 13 in the SBITS

Matthew 13 in the SBITS2

Matthew 13 in the SBITS3

Matthew 13 in the SBITS4

Matthew 13 in the SBIUS

Matthew 13 in the SBIVS

Matthew 13 in the SBT

Matthew 13 in the SBT1E

Matthew 13 in the SCHL

Matthew 13 in the SNT

Matthew 13 in the SUSU

Matthew 13 in the SUSU2

Matthew 13 in the SYNO

Matthew 13 in the TBIAOTANT

Matthew 13 in the TBT1E

Matthew 13 in the TBT1E2

Matthew 13 in the TFTIP

Matthew 13 in the TFTU

Matthew 13 in the THAI

Matthew 13 in the TNFD

Matthew 13 in the TNT

Matthew 13 in the TNTIK

Matthew 13 in the TNTIL

Matthew 13 in the TNTIN

Matthew 13 in the TNTIP

Matthew 13 in the TNTIZ

Matthew 13 in the TOMA

Matthew 13 in the TTENT

Matthew 13 in the UBG

Matthew 13 in the UGV

Matthew 13 in the UGV2

Matthew 13 in the UGV3

Matthew 13 in the VBL

Matthew 13 in the VDCC

Matthew 13 in the YALU

Matthew 13 in the YAPE

Matthew 13 in the YBVTP

Matthew 13 in the ZBP