Matthew 19 (TGNTATF3T)
1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. 2 Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ. 3 Καὶ προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες αὐτῷ, «Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;» 4 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπ᾿ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; 5 Καὶ εἶπεν, ‹Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.› 6 Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» 7 Λέγουσιν αὐτῷ, «Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν;» 8 Λέγει αὐτοῖς ὅτι «Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. 9 Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.» 10 Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, «Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.» 11 Ὁ δὲ εἶπεν αὐτοῖς· «Οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον, ἀλλ᾿ οἷς δέδοται. 12 Εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν χωρείτω.» 13 Τότε προσηνέχθη αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14 Ὁ δὲ Ἰησοῦς εἶπεν, «Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» 15 Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας ἐπορεύθη ἐκεῖθεν. 16 Καὶ ἰδού, εἷς τις προσελθὼν εἶπεν αὐτῷ, «Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον;» 17 Ὁ δὲ εἶπεν αὐτῷ· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς.» 18 Λέγει αὐτῷ, «Ποίας;» Ὁ δὲ Ἰησοῦς εἶπεν· «Τὸ ‹Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, 19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα,› καὶ ‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.› » 20 Λέγει αὐτῷ ὁ νεανίσκος· «Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου. Τί ἔτι ὑστερῶ;» 21 Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο ἀκολούθει μοι.» 22 Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά. 23 Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· «Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 24 Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.» 25 Ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα, λέγοντες, «Τίς ἄρα δύναται σωθῆναι;» 26 Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, «Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ Θεῷ πάντα δυνατά.» 27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· «Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Τί ἄρα ἔσται ἡμῖν;» 28 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς, οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ Παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 Καί, πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
In Other Versions
Matthew 19 in the ANGEFD
Matthew 19 in the ANTPNG2D
Matthew 19 in the AS21
Matthew 19 in the BAGH
Matthew 19 in the BBPNG
Matthew 19 in the BBT1E
Matthew 19 in the BDS
Matthew 19 in the BEV
Matthew 19 in the BHAD
Matthew 19 in the BIB
Matthew 19 in the BLPT
Matthew 19 in the BNT
Matthew 19 in the BNTABOOT
Matthew 19 in the BNTLV
Matthew 19 in the BOATCB
Matthew 19 in the BOATCB2
Matthew 19 in the BOBCV
Matthew 19 in the BOCNT
Matthew 19 in the BOECS
Matthew 19 in the BOGWICC
Matthew 19 in the BOHCB
Matthew 19 in the BOHCV
Matthew 19 in the BOHLNT
Matthew 19 in the BOHNTLTAL
Matthew 19 in the BOICB
Matthew 19 in the BOILNTAP
Matthew 19 in the BOITCV
Matthew 19 in the BOKCV
Matthew 19 in the BOKCV2
Matthew 19 in the BOKHWOG
Matthew 19 in the BOKSSV
Matthew 19 in the BOLCB
Matthew 19 in the BOLCB2
Matthew 19 in the BOMCV
Matthew 19 in the BONAV
Matthew 19 in the BONCB
Matthew 19 in the BONLT
Matthew 19 in the BONUT2
Matthew 19 in the BOPLNT
Matthew 19 in the BOSCB
Matthew 19 in the BOSNC
Matthew 19 in the BOTLNT
Matthew 19 in the BOVCB
Matthew 19 in the BOYCB
Matthew 19 in the BPBB
Matthew 19 in the BPH
Matthew 19 in the BSB
Matthew 19 in the CCB
Matthew 19 in the CUV
Matthew 19 in the CUVS
Matthew 19 in the DBT
Matthew 19 in the DGDNT
Matthew 19 in the DHNT
Matthew 19 in the DNT
Matthew 19 in the ELBE
Matthew 19 in the EMTV
Matthew 19 in the ESV
Matthew 19 in the FBV
Matthew 19 in the FEB
Matthew 19 in the GGMNT
Matthew 19 in the GNT
Matthew 19 in the HARY
Matthew 19 in the HNT
Matthew 19 in the IRVA
Matthew 19 in the IRVB
Matthew 19 in the IRVG
Matthew 19 in the IRVH
Matthew 19 in the IRVK
Matthew 19 in the IRVM
Matthew 19 in the IRVM2
Matthew 19 in the IRVO
Matthew 19 in the IRVP
Matthew 19 in the IRVT
Matthew 19 in the IRVT2
Matthew 19 in the IRVU
Matthew 19 in the ISVN
Matthew 19 in the JSNT
Matthew 19 in the KAPI
Matthew 19 in the KBT1ETNIK
Matthew 19 in the KBV
Matthew 19 in the KJV
Matthew 19 in the KNFD
Matthew 19 in the LBA
Matthew 19 in the LBLA
Matthew 19 in the LNT
Matthew 19 in the LSV
Matthew 19 in the MAAL
Matthew 19 in the MBV
Matthew 19 in the MBV2
Matthew 19 in the MHNT
Matthew 19 in the MKNFD
Matthew 19 in the MNG
Matthew 19 in the MNT
Matthew 19 in the MNT2
Matthew 19 in the MRS1T
Matthew 19 in the NAA
Matthew 19 in the NASB
Matthew 19 in the NBLA
Matthew 19 in the NBS
Matthew 19 in the NBVTP
Matthew 19 in the NET2
Matthew 19 in the NIV11
Matthew 19 in the NNT
Matthew 19 in the NNT2
Matthew 19 in the NNT3
Matthew 19 in the PDDPT
Matthew 19 in the PFNT
Matthew 19 in the RMNT
Matthew 19 in the SBIAS
Matthew 19 in the SBIBS
Matthew 19 in the SBIBS2
Matthew 19 in the SBICS
Matthew 19 in the SBIDS
Matthew 19 in the SBIGS
Matthew 19 in the SBIHS
Matthew 19 in the SBIIS
Matthew 19 in the SBIIS2
Matthew 19 in the SBIIS3
Matthew 19 in the SBIKS
Matthew 19 in the SBIKS2
Matthew 19 in the SBIMS
Matthew 19 in the SBIOS
Matthew 19 in the SBIPS
Matthew 19 in the SBISS
Matthew 19 in the SBITS
Matthew 19 in the SBITS2
Matthew 19 in the SBITS3
Matthew 19 in the SBITS4
Matthew 19 in the SBIUS
Matthew 19 in the SBIVS
Matthew 19 in the SBT
Matthew 19 in the SBT1E
Matthew 19 in the SCHL
Matthew 19 in the SNT
Matthew 19 in the SUSU
Matthew 19 in the SUSU2
Matthew 19 in the SYNO
Matthew 19 in the TBIAOTANT
Matthew 19 in the TBT1E
Matthew 19 in the TBT1E2
Matthew 19 in the TFTIP
Matthew 19 in the TFTU
Matthew 19 in the THAI
Matthew 19 in the TNFD
Matthew 19 in the TNT
Matthew 19 in the TNTIK
Matthew 19 in the TNTIL
Matthew 19 in the TNTIN
Matthew 19 in the TNTIP
Matthew 19 in the TNTIZ
Matthew 19 in the TOMA
Matthew 19 in the TTENT
Matthew 19 in the UBG
Matthew 19 in the UGV
Matthew 19 in the UGV2
Matthew 19 in the UGV3
Matthew 19 in the VBL
Matthew 19 in the VDCC
Matthew 19 in the YALU
Matthew 19 in the YAPE
Matthew 19 in the YBVTP
Matthew 19 in the ZBP