Mark 1 (TGNTATF3T)

1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, Υἱοῦ τοῦ Θεοῦ. 2 Ὡς γέγραπται ἐν τοῖς προφήταις—«Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.» 3 «Φωνὴ βοῶντος· ‹Ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.› »— 4 Ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. 5 Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 6 Ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. 7 Καὶ ἐκήρυσσεν λέγων· «Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. 8 Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.» 9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. 10 Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα, ὡσεὶ περιστεράν, καταβαῖνον ἐπ᾿ αὐτόν. 11 Καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· «Σὺ εἶ ὁ Υἱός μου, ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.» 12 Καὶ εὐθέως τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. 13 Καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων· καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. 14 Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ 15 καὶ λέγων ὅτι «Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ. Μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.» 16 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, τοῦ Σίμωνος, βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς. 17 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.» 18 Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα αὐτῶν ἠκολούθησαν αὐτῷ. 19 Καὶ προβὰς ἐκεῖθεν ὀλίγον εἶδεν Ἰάκωβον, τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα. 20 Καὶ εὐθέως ἐκάλεσεν αὐτούς, καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. 21 Καὶ εἰσπορεύονται εἰς Καπερναούμ. Καὶ εὐθέως τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν. 22 Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 Καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ· καὶ ἀνέκραξεν 24 λέγων· «Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ—ὁ Ἅγιος τοῦ Θεοῦ.» 25 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· «Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.» 26 Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον, καὶ κράξαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 27 Καὶ ἐθαμβήθησαν πάντες, ὥστε συζητεῖν πρὸς ἑαυτούς, λέγοντας· «Τί ἐστιν τοῦτο; Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη; Ὅτι κατ᾿ ἐξουσίαν καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.» 28 Ἐξῆλθεν δὲ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας. 29 Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30 Ἡ δὲ πενθερὰ τοῦ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. 31 Καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέως καὶ διηκόνει αὐτοῖς. 32 Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους. 33 Καὶ ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν, 34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ δαιμόνια πολλὰ ἐξέβαλεν· καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτὸν Χριστὸν εἶναι. 35 Καὶ πρωῒ ἔννυχον λίαν ἀναστάς, ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. 36 Καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ, 37 καὶ εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι «Πάντες σε ζητοῦσιν.» 38 Καὶ λέγει αὐτοῖς· «Ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐλήλυθα.» 39 Καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων. 40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτὸν καὶ λέγων αὐτῷ ὅτι «Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.» 41 Ὁ δὲ Ἰησοῦς σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ καὶ λέγει αὐτῷ, «Θέλω· καθαρίσθητι.» 42 Καὶ εἰπόντος αὐτοῦ, εὐθέως ἀπῆλθεν ἀπ᾿ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. 43 Καὶ ἐμβριμησάμενος αὐτῷ, εὐθέως ἐξέβαλεν αὐτόν, 44 καὶ λέγει αὐτῷ· «Ὅρα μηδενὶ μηδὲν εἴπῃς· ἀλλ᾿ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκαι περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.» 45 Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾿ ἔξω ἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πανταχόθεν.

In Other Versions

Mark 1 in the ANGEFD

Mark 1 in the ANTPNG2D

Mark 1 in the AS21

Mark 1 in the BAGH

Mark 1 in the BBPNG

Mark 1 in the BBT1E

Mark 1 in the BDS

Mark 1 in the BEV

Mark 1 in the BHAD

Mark 1 in the BIB

Mark 1 in the BLPT

Mark 1 in the BNT

Mark 1 in the BNTABOOT

Mark 1 in the BNTLV

Mark 1 in the BOATCB

Mark 1 in the BOATCB2

Mark 1 in the BOBCV

Mark 1 in the BOCNT

Mark 1 in the BOECS

Mark 1 in the BOGWICC

Mark 1 in the BOHCB

Mark 1 in the BOHCV

Mark 1 in the BOHLNT

Mark 1 in the BOHNTLTAL

Mark 1 in the BOICB

Mark 1 in the BOILNTAP

Mark 1 in the BOITCV

Mark 1 in the BOKCV

Mark 1 in the BOKCV2

Mark 1 in the BOKHWOG

Mark 1 in the BOKSSV

Mark 1 in the BOLCB

Mark 1 in the BOLCB2

Mark 1 in the BOMCV

Mark 1 in the BONAV

Mark 1 in the BONCB

Mark 1 in the BONLT

Mark 1 in the BONUT2

Mark 1 in the BOPLNT

Mark 1 in the BOSCB

Mark 1 in the BOSNC

Mark 1 in the BOTLNT

Mark 1 in the BOVCB

Mark 1 in the BOYCB

Mark 1 in the BPBB

Mark 1 in the BPH

Mark 1 in the BSB

Mark 1 in the CCB

Mark 1 in the CUV

Mark 1 in the CUVS

Mark 1 in the DBT

Mark 1 in the DGDNT

Mark 1 in the DHNT

Mark 1 in the DNT

Mark 1 in the ELBE

Mark 1 in the EMTV

Mark 1 in the ESV

Mark 1 in the FBV

Mark 1 in the FEB

Mark 1 in the GGMNT

Mark 1 in the GNT

Mark 1 in the HARY

Mark 1 in the HNT

Mark 1 in the IRVA

Mark 1 in the IRVB

Mark 1 in the IRVG

Mark 1 in the IRVH

Mark 1 in the IRVK

Mark 1 in the IRVM

Mark 1 in the IRVM2

Mark 1 in the IRVO

Mark 1 in the IRVP

Mark 1 in the IRVT

Mark 1 in the IRVT2

Mark 1 in the IRVU

Mark 1 in the ISVN

Mark 1 in the JSNT

Mark 1 in the KAPI

Mark 1 in the KBT1ETNIK

Mark 1 in the KBV

Mark 1 in the KJV

Mark 1 in the KNFD

Mark 1 in the LBA

Mark 1 in the LBLA

Mark 1 in the LNT

Mark 1 in the LSV

Mark 1 in the MAAL

Mark 1 in the MBV

Mark 1 in the MBV2

Mark 1 in the MHNT

Mark 1 in the MKNFD

Mark 1 in the MNG

Mark 1 in the MNT

Mark 1 in the MNT2

Mark 1 in the MRS1T

Mark 1 in the NAA

Mark 1 in the NASB

Mark 1 in the NBLA

Mark 1 in the NBS

Mark 1 in the NBVTP

Mark 1 in the NET2

Mark 1 in the NIV11

Mark 1 in the NNT

Mark 1 in the NNT2

Mark 1 in the NNT3

Mark 1 in the PDDPT

Mark 1 in the PFNT

Mark 1 in the RMNT

Mark 1 in the SBIAS

Mark 1 in the SBIBS

Mark 1 in the SBIBS2

Mark 1 in the SBICS

Mark 1 in the SBIDS

Mark 1 in the SBIGS

Mark 1 in the SBIHS

Mark 1 in the SBIIS

Mark 1 in the SBIIS2

Mark 1 in the SBIIS3

Mark 1 in the SBIKS

Mark 1 in the SBIKS2

Mark 1 in the SBIMS

Mark 1 in the SBIOS

Mark 1 in the SBIPS

Mark 1 in the SBISS

Mark 1 in the SBITS

Mark 1 in the SBITS2

Mark 1 in the SBITS3

Mark 1 in the SBITS4

Mark 1 in the SBIUS

Mark 1 in the SBIVS

Mark 1 in the SBT

Mark 1 in the SBT1E

Mark 1 in the SCHL

Mark 1 in the SNT

Mark 1 in the SUSU

Mark 1 in the SUSU2

Mark 1 in the SYNO

Mark 1 in the TBIAOTANT

Mark 1 in the TBT1E

Mark 1 in the TBT1E2

Mark 1 in the TFTIP

Mark 1 in the TFTU

Mark 1 in the THAI

Mark 1 in the TNFD

Mark 1 in the TNT

Mark 1 in the TNTIK

Mark 1 in the TNTIL

Mark 1 in the TNTIN

Mark 1 in the TNTIP

Mark 1 in the TNTIZ

Mark 1 in the TOMA

Mark 1 in the TTENT

Mark 1 in the UBG

Mark 1 in the UGV

Mark 1 in the UGV2

Mark 1 in the UGV3

Mark 1 in the VBL

Mark 1 in the VDCC

Mark 1 in the YALU

Mark 1 in the YAPE

Mark 1 in the YBVTP

Mark 1 in the ZBP